Σελίδα:Platon - Œuvres complètes, Les Belles Lettres, tome I.djvu/45

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.



Ἱππίας: πάντων μάλιστα, ὦ Σώκρατες.

Σωκράτης: οὐκοῦν εἰ καί τίς σε ἔροιτο τὰ τρὶς ἑπτακόσια ὁπόσος ἐστὶν ἀριθμός, εἰ βούλοιο, πάντων τάχιστα καὶ [366d] μάλιστ᾽ ἂν εἴποις τἀληθῆ περὶ τούτου;

Ἱππίας: πάνυ γε.

Σωκράτης: ἆρα ὅτι δυνατώτατός τε εἶ καὶ σοφώτατος κατὰ ταῦτα;

Ἱππίας: ναί.

Σωκράτης: πότερον οὖν σοφώτατός τε εἶ καὶ δυνατώτατος μόνον, ἢ καὶ ἄριστος ταῦτα ἅπερ δυνατώτατός τε καὶ σοφώτατος, τὰ λογιστικά;

Ἱππίας: καὶ ἄριστος δήπου, ὦ Σώκρατες.

Σωκράτης: τὰ μὲν δὴ ἀληθῆ σὺ ἂν δυνατώτατα εἴποις [366e] περὶ τούτων: ἦ γάρ;

Ἱππίας: οἶμαι ἔγωγε.

Σωκράτης: τί δὲ τὰ ψευδῆ περὶ τῶν αὐτῶν τούτων; καί μοι, ὥσπερ τὰ πρότερα, γενναίως καὶ μεγαλοπρεπῶς ἀπόκριναι, ὦ Ἱππία: εἴ τίς σε ἔροιτο τὰ τρὶς ἑπτακόσια πόσα ἐστί, πότερον σὺ ἂν μάλιστα ψεύδοιο καὶ ἀεὶ κατὰ ταὐτὰ ψευδῆ λέγοις περὶ τούτων, βουλόμενος ψεύδεσθαι καὶ μηδέποτε ἀληθῆ ἀποκρίνεσθαι, ἢ ὁ [367a] ἀμαθὴς εἰς λογισμοὺς δύναιτ᾽ ἂν σοῦ μᾶλλον ψεύδεσθαι βουλομένου; ἢ ὁ μὲν ἀμαθὴς πολλάκις ἂν βουλόμενος ψευδῆ λέγειν τἀληθῆ ἂν εἴποι ἄκων, εἰ τύχοι, διὰ τὸ μὴ εἰδέναι, σὺ δὲ ὁ σοφός, εἴπερ βούλοιο ψεύδεσθαι, ἀεὶ ἂν κατὰ τὰ αὐτὰ ψεύδοιο;

Ἱππίας: ναί, οὕτως ἔχει ὡς σὺ λέγεις.

Σωκράτης: ὁ ψευδὴς οὖν πότερον περὶ μὲν τἆλλα ψευδής ἐστιν, οὐ μέντοι περὶ ἀριθμόν, οὐδὲ ἀριθμῶν ἂν ψεύσαιτο;

Ἱππίας: καὶ ναὶ μὰ Δία περὶ ἀριθμόν.

Σωκράτης: θῶμεν ἄρα καὶ τοῦτο, ὦ Ἱππία, περὶ λογισμόν τε καὶ ἀριθμὸν εἶναί τινα [367b] ἄνθρωπον ψευδῆ;