Προς Τιμόθεον υπέρ Χρέως

Από Βικιθήκη


Πρὸς Τιμόθεον ὑπὲρ Χρέως
Λόγος




[1] Μηδενὶ ὑμῶν ἄπιστον γενέσθω, ὦ ἄνδρες δικασταί, εἰ Τιμόθεος ὀφείλων ἀργύριον τῷ πατρὶ τῷ ἐμῷ φεύγει νῦν ὑπ᾽ ἐμοῦ ταύτην τὴν δίκην. Ἀλλ᾽ ἐπειδὰν ὑμᾶς ἀναμνήσω τόν τε καιρὸν ἐν ᾧ τὸ συμβόλαιον ἐγένετο, καὶ τὰ συμβάντα τούτῳ ἐν ἐκείνῳ τῷ χρόνῳ, καὶ εἰς ὅσην ἀπορίαν κατέστη οὗτος, τότε ἡγήσεσθε τὸν μὲν πατέρα τὸν ἐμὸν βέλτιστον γενέσθαι περὶ Τιμόθεον, τοῦτον δὲ οὐ μόνον ἀχάριστον εἶναι,

[2] ἀλλὰ καὶ ἀδικώτατον πάντων ἀνθρώπων, ὅς γε τυχὼν παρὰ τοῦ πατρὸς τοῦ ἐμοῦ ὅσων ἐδεήθη καὶ λαβὼν ἀργύριον ἀπὸ τῆς τραπέζης, ἐν πολλῇ ἀπορίᾳ ὢν κἀν κινδύνοις τοῖς μεγίστοις καθεστηκὼς περὶ τῆς ψυχῆς, οὐ μόνον οὐκ ἀπέδωκε χάριν, ἀλλὰ καὶ τὸ δοθὲν ἀποστερεῖ με. Καίτοι σφαλέντος μὲν τούτου ἀπώλλυτο καὶ τῷ πατρὶ τῷ ἐμῷ τὸ συμβόλαιον· οὔτε γὰρ ἐπ᾽ ἐνεχύρῳ οὔτε μετὰ μαρτύρων ἔδωκεν· σωθέντος δὲ ἐπὶ τούτῳ ἐγίγνετο, ὁπότε βούλοιτο εὐπορήσας ἡμῖν ἀποδοῦναι.

[3] Ἀλλ᾽ ὅμως, ὦ ἄνδρες δικασταί, οὐ περὶ πλείονος ἐποιήσατο ὁ πατὴρ περιουσίαν χρημάτων μᾶλλον ἢ οὐ Τιμοθέῳ ὑπηρετῆσαι ὧν ἐδεήθη αὐτοῦ, ἐν ἀπορίᾳ ὄντι. ᾬετο μὲν οὖν, ὦ ἄνδρες δικασταί, ὁ πατήρ, εἰ σωθείη Τιμόθεος τότε ἐξ ἐκείνων τῶν κινδύνων καὶ ἀφίκοιτο οἴκαδε παρὰ βασιλέως, εὐπορωτέρου γενομένου τούτου ἢ ὡς τότε διέκειτο, οὐ μόνον τὰ ἑαυτοῦ κομιεῖσθαι, ἀλλὰ καὶ ἄλλου εἴ του δέοιτο πρὸς Τιμόθεον πρᾶξαι ὑπάρξειν αὑτῷ.

[4] Ἐπειδὴ δὲ οὐχ ὡς ἐκεῖνος ᾠήθη συμβέβηκεν, ἀλλ᾽ ἃ μετὰ χάριτος ἔλαβεν Τιμόθεος ἀπὸ τῆς τραπέζης δεηθεὶς τοῦ πατρὸς τοῦ ἐμοῦ, ταῦτα δι᾽ ἔχθρας καὶ δίκης τετελευτηκότος ἐκείνου ἐξελεγχθεὶς μὲν ὡς ὀφείλει οἴεται δεῖν ἀποδοῦναι, ἐὰν δὲ δύνηται ὑμᾶς πεῖσαι ὡς οὐκ ὀφείλει, ἐξαπατήσας τῷ λόγῳ, ἀποστερῆσαι ἡμᾶς τῶν χρημάτων, ἀναγκαῖόν μοι δοκεῖ εἶναι ἐξ ἀρχῆς ἅπαντα διηγήσασθαι ὑμῖν, τά τε ὀφειλόμενα, καὶ εἰς ὅ τι ἕκαστον αὐτῶν κατεχρήσατο, καὶ τοὺς χρόνους ἐν οἷς τὸ συμβόλαιον ἐγένετο.

[5] Θαυμάσῃ δὲ μηδεὶς ὑμῶν εἰ ἀκριβῶς ἴσμεν· οἱ γὰρ τραπεζῖται εἰώθασιν ὑπομνήματα γράφεσθαι ὧν τε διδόασιν χρημάτων καὶ εἰς ὅ τι καὶ ὧν ἄν τις τιθῆται, ἵνα ᾖ αὐτοῖς γνώριμα τά τε ληφθέντα καὶ τὰ τεθέντα πρὸς τοὺς λογισμούς.

[6] Ἐπὶ Σωκρατίδου γὰρ ἄρχοντος μουνιχιῶνος μηνὸς μέλλων ἐκπλεῖν τὸν ὕστερον ἔκπλουν Τιμόθεος οὑτοσί, περὶ ἀναγωγὴν ἤδη ὢν ἐν τῷ Πειραιεῖ, προσδεηθεὶς ἀργυρίου, προσελθὼν τῷ πατρὶ τῷ ἐμῷ ἐν τῷ λιμένι, ἐκέλευσεν αὐτὸν χρῆσαι χιλίας τριακοσίας πεντήκοντα μίαν δύ᾽ ὀβολώ· τοσούτου γὰρ ἔφη προσδεῖσθαι· καὶ δοῦναι ἐκέλευσεν Ἀντιμάχῳ τῷ ταμίᾳ τῷ ἑαυτοῦ, ὃς τούτῳ διῴκει τότε πάντα.

[7] Καὶ ὁ μὲν δανεισάμενος τὸ ἀργύριον παρὰ τοῦ πατρὸς τοῦ ἐμοῦ Τιμόθεος ἦν καὶ κελεύσας δοῦναι Ἀντιμάχῳ τῷ ταμίᾳ τῷ ἑαυτοῦ, ὁ δὲ λαβὼν τὸ ἀργύριον ἀπὸ τῆς τραπέζης παρὰ Φορμίωνος Αὐτόνομος, ὅσπερ Ἀντιμάχῳ διετέλει γραμματεύων τὸν ἅπαντα χρόνον.

[8] Δοθέντος τοίνυν τοῦ ἀργυρίου τούτου ἐγράψατο μὲν ὀφείλοντα τὸν κελεύσαντα χρῆσαι Τιμόθεον, ὑπόμνημα δὲ ἐγράψατο, ᾧ τε οὗτος ἐκέλευσε δοῦναι, Ἀντιμάχῳ, καὶ ὃν ὁ Ἀντίμαχος συνέπεμψεν ἐπὶ τὴν τράπεζαν ληψόμενον τὸ ἀργύριον, τὸν Αὐτόνομον, τὰς χιλίας τριακοσίας δραχμὰς καὶ πεντήκοντα καὶ μίαν καὶ δύ᾽ ὀβολώ. Τὸ μὲν τοίνυν πρῶτον χρέως, ὃ ἐκπλέων ἔλαβεν στρατηγῶν τὸ ὕστερον, τοσοῦτον ὀφείλει.

[9] Ἐπειδὴ δὲ ἀπεχειροτονήθη μὲν ὑφ᾽ ὑμῶν στρατηγὸς διὰ τὸ μὴ περιπλεῦσαι Πελοπόννησον, ἐπὶ κρίσει δὲ παρεδέδοτο εἰς τὸν δῆμον αἰτίας τῆς μεγίστης τυχών, ἐφειστήκει δὲ αὐτῷ Καλλίστρατος καὶ Ἰφικράτης, τῷ τε πράττειν καὶ εἰπεῖν δυνάμενοι, οὕτω δὲ διέθεσαν ὑμᾶς κατηγοροῦντες τούτου αὐτοί τε καὶ οἱ συναγορεύοντες αὐτοῖς,

[10] ὥστε Ἀντίμαχον μὲν ταμίαν ὄντα καὶ πιστότατα διακείμενον τούτῳ κρίναντες ἐν τῷ δήμῳ ἀπεκτείνατε καὶ τὴν οὐσίαν αὐτοῦ ἐδημεύσατε, αὐτὸν δὲ τοῦτον ἐξαιτουμένων τῶν ἐπιτηδείων καὶ οἰκείων αὐτοῦ ἁπάντων, ἔτι δὲ καὶ Ἀλκέτου καὶ Ἰάσονος, συμμάχων ὄντων ὑμῖν, μόλις μὲν ἐπείσθητε ἀφεῖναι,

[11] στρατηγοῦντα δὲ αὐτὸν ἐπαύσατε, ἐν τοιαύταις δὲ ὢν διαβολαῖς καὶ ἀπορίᾳ χρημάτων πολλῇ ἡ μὲν γὰρ οὐσία ὑπόχρεως ἦν ἅπασα, καὶ ὅροι αὐτῆς ἕστασαν, καὶ ἄλλοι ἐκράτουν· ὁ μὲν ἐν πεδίῳ ἀγρὸς ἀποτίμημα τῷ παιδὶ τῷ Εὐμηλίδου καθειστήκει, ἑξήκοντα δὲ τριηράρχοις τοῖς συνεκπλεύσασιν αὐτῷ ἑπτὰ μνῶν ἑκάστῳ ἡ ἄλλη οὐσία ὑπέκειτο, ἃς οὗτος αὐτοὺς στρατηγῶν ἠνάγκασε τοῖς ναύταις τροφὴν διαδοῦναι·

[12] ἐπειδὴ δὲ ἀποχειροτονηθεὶς ἐν τῷ λόγῳ ἀπήνεγκεν ἐκ τῶν στρατιωτικῶν χρημάτων αὐτὸς δεδωκὼς εἰς τὰς ναῦς τὰς ἑπτὰ μνᾶς ταύτας τότε, φοβούμενος μὴ καταμαρτυρήσωσιν αὑτοῦ οἱ τριήραρχοι καὶ ἐξελέγχηται ψευδόμενος, δάνεισμα ποιεῖται ἰδίᾳ παρ᾽ ἑκάστου αὐτῶν τὰς ἑπτὰ μνᾶς καὶ ὑποτίθησιν αὐτοῖς τὴν οὐσίαν, ἃς νῦν αὐτοὺς ἀποστερεῖ καὶ τοὺς ὅρους ἀνέσπακεν,

[13] πανταχόθεν δὲ ἀπορούμενος, καὶ ἐν ἀγῶνι τῷ μεγίστῳ καθεστηκὼς περὶ τοῦ σώματος διὰ τὸ συμβεβηκέναι τῇ πόλει τοιαῦτα πράγματα, ἄμισθον μὲν τὸ στράτευμα καταλελύσθαι ἐν Καλαυρείᾳ, πολιορκεῖσθαι δὲ τοὺς περὶ Πελοπόννησον συμμάχους ὑπὸ Λακεδαιμονίων, κατηγορούντων δὲ τοῦτον αἴτιον εἶναι τῆς παρούσης ἀτυχίας Ἰφικράτους καὶ Καλλιστράτου, ἔτι δὲ τῶν ἀφικνουμένων ἀπὸ στρατεύματος ἀπαγγελλόντων ἐν τῷ δήμῳ τὴν παροῦσαν ἔνδειαν καὶ ἀπορίαν, τὰ δὲ καὶ δι᾽ ἐπιστολῶν ἑκάστου πυνθανομένου παρὰ τῶν οἰκείων καὶ ἐπιτηδείων ὡς διέκειντο ὧν ἀκούοντες ὑμεῖς ἐν τῷ δήμῳ τότε ἀναμνήσθητε πῶς ἕκαστος περὶ αὐτοῦ τὴν γνώμην εἶχεν·

[14] οὐ γὰρ ἀγνοεῖτε τὰ λεγόμενα, μέλλων τοίνυν καταπλεῖν ἐπὶ τὴν κρίσιν, ἐν Καλαυρείᾳ δανείζεται χιλίας δραχμὰς παρὰ Ἀντιφάνους τοῦ Λαμπτρέως, ὃς ἐπέπλει ταμίας Φιλίππῳ τῷ ναυκλήρῳ, ἵνα διαδοίη τοῖς Βοιωτίοις τριηράρχοις, καὶ παραμένωσιν ἕως ἂν αὐτῷ ἡ κρίσις γένηται, καὶ μὴ καταλυθεισῶν πρότερον τῶν Βοιωτίων τριήρων καὶ διαπελθόντων τῶν στρατιωτῶν μᾶλλον αὐτῷ ὀργίζησθε ὑμεῖς.

[15] Οἱ μὲν γὰρ πολῖται ἠνείχοντο κακοπαθοῦντες καὶ παρέμενον· οἱ δὲ Βοιωτοὶ οὐκ ἔφασαν παραμενεῖν, εἰ μή τις αὐτοῖς τὴν καθ᾽ ἡμέραν τροφὴν δώσει. Τότε οὖν ἀναγκαζόμενος δανείζεται τὰς χιλίας δραχμὰς παρὰ τοῦ Ἀντιφάνους, ὃς ἐπέπλει ταμιεύων Φιλίππῳ τῷ ναυκλήρῳ, καὶ δίδωσι τῷ Βοιωτίῳ ἄρχοντι τῶν νεῶν.

[16] Ἐπειδὴ δὲ ἀφίκετο δεῦρο, ἀπῄτουν αὐτὸν ὅ τε Φίλιππος καὶ Ἀντιφάνης τὰς χιλίας δραχμὰς ἃς ἐδανείσατο ἐν Καλαυρείᾳ, καὶ ἠγανάκτουν ὅτι οὐ ταχὺ ἀπελάμβανον. Φοβούμενος δὲ οὗτος τοὺς ἐχθροὺς τοὺς ἑαυτοῦ, μὴ πύθοιντο ὅτι, ἃς ἐν τῷ λόγῳ ἀπήνεγκεν χιλίας δραχμὰς δεδωκὼς εἰς τὰς Βοιωτίας ναῦς ἐκ τῶν στρατιωτικῶν χρημάτων,

[17] ταύτας Φίλιππος δανείσας ἀποστερεῖται, καὶ ἅμα δεδιὼς τὸν Φίλιππον, μὴ καταμαρτυροίη αὑτοῦ ἐν τῷ ἀγῶνι, προσελθὼν τῷ πατρὶ τῷ ἐμῷ ἐδεήθη ἀπαλλάξαι τὸν Φίλιππον καὶ χρῆσαι αὑτῷ τὰς χιλίας δραχμάς, ἵνα ἀποδοίη Φιλίππῳ. Ὁρῶν δὲ ὁ πατὴρ ὁ ἐμὸς τό τε μέγεθος τοῦ ἀγῶνος ἡλίκον ἦν τούτῳ, καὶ ὡς ἠπορεῖτο οὗτος, καὶ ἐλεῶν αὐτόν, προσαγαγὼν πρὸς τὴν τράπεζαν ἐκέλευσεν ἀποδοῦναι Φιλίππῳ χιλίας δραχμὰς τὸν Φορμίωνα τὸν ἐπικαθήμενον ἐπὶ τῇ τραπέζῃ, καὶ γράψαι ὀφείλοντα Τιμόθεον.

[18] Καὶ ταῦτα ὅτι ἀληθῆ ἐστιν, τὸν δόντα τὸ ἀργύριον Φορμίωνα ὑμῖν μάρτυρα παρέξομαι, ἐπειδὰν καὶ περὶ τοῦ ἄλλου συμβολαίου διηγήσωμαι ὑμῖν, ἵνα τῇ αὐτῇ μαρτυρίᾳ περὶ ὅλου τοῦ χρέως ἀκούσαντες εἰδῆτε ὅτι ἀληθῆ λέγω. Καλῶ δ᾽ ὑμῖν καὶ τὸν Ἀντιφάνην τὸν δανείσαντα τὸ ἀργύριον τούτῳ, τὰς χιλίας δραχμάς, ἐν Καλαυρείᾳ, καὶ παρόντα ὅτε ἀπέλαβε Φίλιππος τὸ ἀργύριον παρὰ τοῦ πατρὸς τοῦ ἐμοῦ ἐνθάδε.

[19] Τοῦ μὲν γὰρ μαρτυρίαν με ἐμβαλέσθαι πρὸς τὸν διαιτητὴν παρεκρούσατο, φάσκων ἀεί μοι μαρτυρήσειν εἰς τὴν κυρίαν· ἐπειδὴ δὲ ἡ δίαιτα ἦν, προσκληθεὶς ἀπὸ τῆς οἰκίας οὐ γὰρ ἦν φανερόσ, ἔλιπε τὴν μαρτυρίαν πεισθεὶς ὑπὸ τούτου. Τιθέντος δέ μου αὐτῷ τὴν δραχμὴν τοῦ λιπομαρτυρίου κατὰ τὸν νόμον, ὁ διαιτητὴς οὐ κατεδιῄτα, ἀλλ᾽ ἀπιὼν ᾤχετο ἀποδιαιτήσας τούτου τὴν δίαιταν, ἑσπέρας ἤδη οὔσης.

[20] Νυνὶ δὲ τῷ Ἀντιφάνει εἴληχα βλάβης ἰδίαν δίκην, ὅτι μοι οὔτ᾽ ἐμαρτύρησεν οὔτ᾽ ἐξωμόσατο κατὰ τὸν νόμον. Καὶ ἀξιῶ αὐτὸν ἀναβάντα εἰπεῖν ἐναντίον ὑμῶν διομοσάμενον, πρῶτον μὲν εἰ ἐδάνεισε Τιμοθέῳ ἐν Καλαυρείᾳ χιλίας δραχμάς, δεύτερον δ᾽ εἰ παρὰ τοῦ πατρὸς Φίλιππος ἀπέλαβεν ἐνθάδε τοῦτο τὸ ἀργύριον.

[21] Σχεδὸν μὲν οὖν καὶ αὐτὸς οὗτος ὡμολόγει πρὸς τῷ διαιτητῇ ἀποδοῦναι τῷ Φιλίππῳ τὸν πατέρα τὸν ἐμὸν τὰς χιλίας δραχμάς, οὐ μέντοι αὑτῷ γέ φησιν δανεῖσαι, ἀλλὰ τῷ Βοιωτίῳ ναυάρχῳ, καὶ ὑποθεῖναί φησιν αὐτὸν τούτου τοῦ ἀργυρίου χαλκόν. Ὡς δὲ οὐκ ἀληθῆ ἔλεγεν, ἀλλ᾽ αὐτὸς δανεισάμενος ἀποστερεῖ, ἐγὼ ὑμᾶς διδάξω, ἐπειδὰν καὶ περὶ τῶν ἄλλων ὧν ὀφείλει καθ᾽ ἕκαστον ὑμῖν διηγήσωμαι.

[22] Ἀφικομένου γὰρ Ἀλκέτου καὶ Ἰάσονος ὡς τοῦτον ἐν τῷ μαιμακτηριῶνι μηνὶ τῷ ἐπ᾽ Ἀστείου ἄρχοντος ἐπὶ τὸν ἀγῶνα τὸν τούτου, βοηθησόντων αὐτῷ, καὶ καταγομένων εἰς τὴν οἰκίαν τὴν ἐν Πειραιεῖ τὴν ἐν τῇ Ἱπποδαμείᾳ ἑσπέρας ἤδη οὔσης, ἀπορούμενος ὑποδέξασθαι αὐτούς, πέμψας ὡς τὸν πατέρα τὸν ἐμὸν Αἰσχρίωνα τὸν ἀκόλουθον τὸν αὑτοῦ, ἐκέλευσεν αἰτήσασθαι στρώματα καὶ ἱμάτια καὶ φιάλας ἀργυρᾶς δύο, καὶ μνᾶν ἀργυρίου δανείσασθαι.

[23] Ἀκούσας δὲ ὁ πατὴρ ὁ ἐμὸς τοῦ Αἰσχρίωνος τοῦ ἀκολούθου τοῦ τούτου τούς τε ἀφιγμένους καὶ τὴν χρείαν εἰς ἣν ᾐτεῖτο, ἐφ᾽ ἅ τε ἦλθεν ἔχρησεν, καὶ τὴν μνᾶν τοῦ ἀργυρίου, ἣν ἐδανείζετο, ἐδάνεισεν. Ἀπολελυμένῳ τοίνυν τῆς αἰτίας πολλὴ συνέβαινεν αὐτῷ μετὰ ταῦτα χρημάτων ἀπορία εἴς τε τὰς ἰδίας χρείας καὶ εἰς τὰς δημοσίας εἰσφοράς, ἃ ὁρῶν ὁ πατὴρ ὁ ἐμὸς οὐκ ἐτόλμα τοῦτον εὐθὺς ἀπαιτεῖν τὸ ἀργύριον·

[24] οὔτε γὰρ ἂν τοῦτον εὐπορήσανθ᾽ ἡγεῖτο ἀδικῆσαι αὑτόν, οὔτ᾽ ἂν αὐτὸς ἀποροῦντα τοῦτον ἔχειν ὁπόθεν εἰσπράξειεν. Ἐπειδὴ τοίνυν ἀπῆλθον ὅ τε Ἀλκέτας καὶ ὁ Ἰάσων, τὰ μὲν στρώματα καὶ τὰ ἱμάτια πάλιν ἀπήνεγκεν ὁ Αἰσχρίων ὁ ἀκόλουθος ὁ τούτου, τὰς δὲ φιάλας τὰς δύο οὐκ ἀπήνεγκεν, ἃς ᾐτήσατο ὅτεπερ καὶ τὰ στρώματα καὶ τὴν μνᾶν τοῦ ἀργυρίου ἐδανείσατο, ἀφικομένων ὡς τοῦτον Ἀλκέτου καὶ Ἰάσονος.

[25] Μέλλων τοίνυν ἀποδημεῖν ὡς βασιλέα, καὶ διαπραξάμενος ἐκπλεῦσαι ὡς βασιλεῖ στρατηγήσων τὸν ἐπ᾽ Αἴγυπτον πόλεμον, ἵνα μὴ δῷ ἐνθάδε λόγον καὶ εὐθύνας τῆς στρατηγίας, μεταπεμψάμενος τὸν πατέρα τὸν ἐμὸν εἰς τὸ Παράλιον τῶν τε προϋπηργμένων εἰς αὑτὸν ἐπῄνει,

[26] καὶ ἐδεῖτο αὐτοῦ συστήσας Φιλώνδαν, ἄνδρα τὸ μὲν γένος Μεγαρέα, μετοικοῦντα δ᾽ Ἀθήνησιν, πιστῶς δὲ τούτῳ διακείμενον καὶ ὑπηρετοῦντα ἐν ἐκείνῳ τῷ χρόνῳ, ἐπειδὰν ἀφίκηται ἐκ Μακεδονίας ὁ Φιλώνδας, ὃν συνίστη οὗτος τῷ πατρὶ τῷ ἐμῷ, ἄγων ξύλα τὰ δοθέντα τούτῳ ὑπὸ Ἀμύντου, τὸ ναῦλον τῶν ξύλων παρασχεῖν καὶ ἐᾶσαι ἀνακομίσαι τὰ ξύλα εἰς τὴν οἰκίαν τὴν ἑαυτοῦ τὴν ἐν Πειραιεῖ· αὑτοῦ γὰρ εἶναι τὰ ξύλα.

[27] Ἅμα τε τῇ δεήσει εἶπε λόγον, ᾧ οὐκ ἀκόλουθα ποιεῖ τὰ ἔργα νυνί· ἔφη γάρ, κἂν μὴ τύχῃ ὧν ἐδεῖτο τοῦ πατρός, οὐκ ὀργισθήσεσθαι ὥσπερ ἂν ἄλλος τις ἀποτυχών, ἀλλ᾽ ὧν αὑτῷ δεηθέντι ὑπηρέτηκεν, τούτων, ἄν ποτε δύνηται, χάριν ἀποδώσειν. Ἀκούσας δὲ ὁ πατὴρ ὁ ἐμὸς ταῦτα ἥσθη τε τοῖς λόγοις, καὶ ἐπῄνει τοῦτον ὅτι μέμνηται εὖ παθών, καὶ ὅσα αὐτοῦ ἐδεῖτο ὑπέσχετο ποιήσειν.

[28] Καὶ οὗτος μὲν μετὰ ταῦτα τὴν ἀναγωγὴν ἐποιεῖτο ὡς τοὺς στρατηγοὺς τοὺς βασιλέως, ὁ δὲ Φιλώνδας, ᾧ συνέστησεν τὸν πατέρα τὸν ἐμόν, ἐπειδὰν ἀφίκηται ἄγων τὰ ξύλα, τὸ ναῦλον παρασχεῖν, εἰς τὴν Μακεδονίαν τὴν πορείαν ἐποιεῖτο. Καὶ οὗτοι οἱ χρόνοι ἦσαν περὶ θαργηλιῶνα μῆνα ἐπ᾽ Ἀστείου ἄρχοντος.

[29] Τῷ δ᾽ ὑστέρῳ ἔτει ἀφικομένου τοῦ Φιλώνδου ἐκ τῆς Μακεδονίας ἄγοντος τὰ ξύλα, ἀποδημοῦντος τούτου παρὰ βασιλεῖ, καὶ προσελθόντος τῷ πατρὶ τῷ ἐμῷ καὶ κελεύοντος τὸ ναῦλον τῶν ξύλων παρασχεῖν, ἵνα διαλύσῃ τὸν ναύκληρον, καθάπερ οὗτος ἐδεήθη ὅτε ἐξέπλει τοῦ πατρὸς καὶ συνέστησε τὸν Φιλώνδαν, προσαγαγὼν πρὸς τὴν τράπεζαν ὁ πατὴρ ἐκέλευσε δοῦναι Φορμίωνα τὸ ναῦλον τῶν ξύλων, χιλίας ἑπτακοσίας πεντήκοντα.

[30] Καὶ ἠρίθμησε τὸ ἀργύριον Φορμίων· καὶ ἐγράψατο μὲν ὀφείλοντα Τιμόθεον οὗτος γὰρ ἦν ὁ δεηθεὶς τοῦ πατρὸς παρασχεῖν τὸ ναῦλον τῶν ξύλων, καὶ τούτου ἦν, ὑπόμνημα δ᾽ ἐγράψατο τήν τε χρείαν εἰς ἣν ἐλήφθη τὸ ἀργύριον καὶ τὸ ὄνομα τοῦ λαβόντος. Καὶ οὗτος ὁ χρόνος ἦν Ἀλκισθένους ἄρχοντος, ὁ ὕστερος ἐνιαυτὸς ἢ οὗτος ἀνήγετο ὡς βασιλέα.

[31] Ὑπὸ δὲ τὸν αὐτὸν χρόνον τοῦτον καὶ Τιμοσθένης ὁ Αἰγιλιεὺς ἀφικνεῖται κατ᾽ ἐμπορίαν ἰδίαν ἀποδημῶν. Ἐπιτήδειος δὲ ὢν Φορμίωνι καὶ κοινωνὸς ὁ Τιμοσθένης, ὅτ᾽ ἐξέπλει, δίδωσιν ἀποθεῖναι τῷ Φορμίωνι μετ᾽ ἄλλων χρημάτων καὶ φιάλας λυκιουργεῖς δύο. Ἀπὸ τύχης δὲ ὁ παῖς ταύτας τὰς φιάλας, οὐκ εἰδὼς ὅτι ἀλλότριαι ἦσαν, δίδωσι τῷ Αἰσχρίωνι τῷ ἀκολούθῳ τῷ τούτου, ὅτ᾽ ἐπέμφθη ὡς τὸν πατέρα τὸν ἐμὸν ὑπὸ τούτου, καὶ ᾐτεῖτο τὰ στρώματα καὶ τὰ ἱμάτια καὶ τὰς φιάλας, καὶ τὴν μνᾶν τοῦ ἀργυρίου ἐδανείσατο, ἀφικομένων ὡς τοῦτον Ἀλκέτου καὶ Ἰάσονος.

[32] Ἀπαιτοῦντος δὲ τοῦ Τιμοσθένους τὰς φιάλας τὸν Φορμίωνα, ἐπειδὴ ἧκεν, ἀποδημοῦντος Τιμοθέου παρὰ βασιλεῖ, πείθει αὐτὸν ὁ πατὴρ ὁ ἐμὸς τιμὴν ἀπολαβεῖν τῶν φιαλῶν, ὅσον ἦγον αἱ φιάλαι, διακοσίας τριάκοντα ἑπτά. Καὶ τῷ μὲν Τιμοσθένει τιμὴν ἀπέδωκεν τῶν φιαλῶν, τοῦτον δὲ ἐγράψατο αὑτῷ ὀφείλοντα, πρὸς τὸ ἄλλο χρέως ὃ οὗτος αὐτῷ ὤφειλεν, ὃ ἀπέτεισεν τῷ Τιμοσθένει τῶν φιαλῶν.

[33] Καὶ ταῦτα πάντα ὅτι ἀληθῆ λέγω, τούτων ὑμῖν ἀναγνώσεται τὰς μαρτυρίας, πρῶτον μὲν τῶν δόντων τὸ ἀργύριον οἷς οὗτος ἐκέλευσεν ἀπὸ τῆς τραπέζης καὶ ἐπικαθημένων τότε, ἔπειτα τοῦ ἀπολαβόντος τὴν τιμὴν τῶν φιαλῶν.Μαρτυρίαι Ὅτι μὲν τοίνυν οὐ ψεύδομαι πρὸς ὑμᾶς περὶ ὧν εἶπον, τῶν μαρτυριῶν ἀναγιγνωσκομένων ἀκηκόατε. Ὅτι δέ μοι καὶ αὐτὸς οὗτος ὡμολόγει τὰ ξύλα τὰ κομισθέντα ὑπὸ Φιλώνδου εἰς τὴν οἰκίαν τὴν ἑαυτοῦ ἀνακομισθῆναι τὴν ἐν Πειραιεῖ, τούτων ὑμῖν ἀναγνώσεται τὴν μαρτυρίαν.Μαρτυρία

[34] Ὡς μὲν τοίνυν τούτου ἦν τὰ ξύλα ἃ ἤγαγεν ὁ Φιλώνδας, αὐτός μοι μεμαρτύρηκεν· ὡμολόγει γὰρ αὐτὰ πρὸς τῷ διαιτητῇ ἀνακομισθῆναι εἰς τὴν οἰκίαν τὴν ἑαυτοῦ τὴν ἐν Πειραιεῖ, ὡς μεμαρτύρηται ὑμῖν ὑπὸ τῶν ἀκουόντων. Ἔτι δὲ καὶ ἐκ τεκμηρίων πειράσομαι ἐγὼ ὑμᾶς διδάξαι ὅτι ἀληθῆ λέγω.

[35] Οἴεσθε γάρ, ὦ ἄνδρες δικασταί, τὸν πατέρα τὸν ἐμόν, εἰ μὴ Τιμοθέου ἦν τὰ ξύλα καὶ ἐδεήθη οὗτος αὐτοῦ συστήσας τὸν Φιλώνδαν, ὅτε ἀνήγετο ὡς τοὺς στρατηγοὺς τοὺς βασιλέως, παρασχεῖν τὸ ναῦλον, ἐᾶσαι ἄν ποτε ὑποκειμένων αὐτῷ τῶν ξύλων τοῦ ναύλου ἀνακομίσαι τὸν Φιλώνδαν τὰ ξύλα ἐκ τοῦ λιμένος, ἀλλ᾽ οὐκ ἂν παρακαταστήσαντά τινα τῶν οἰκετῶν φυλάττειν καὶ τιμὴν λαμβάνειν τῶν πωλουμένων ξύλων, ἕως ἐκομίσατο τὰ ἑαυτοῦ, εἴπερ Φιλώνδου ἦν τὰ ξύλα καὶ ἐμπορίας ἕνεκα ἤχθη

[36] ἔπειτα πρὸς τούτοις τίνι ὑμῶν εἰκὸς δοκεῖ εἶναι, μὴ κελεύσαντος τούτου τὸ ναῦλον παρασχεῖν τῶν ξύλων τῶν δοθέντων τούτῳ ὑπὸ Ἀμύντου, πιστεῦσαι τὸν πατέρα τὸν ἐμὸν Φιλώνδᾳ καὶ ἐᾶσαι ἀνακομίσαι τὰ ξύλα ἐκ τοῦ λιμένος εἰς τὴν οἰκίαν τὴν τούτου ἢ πῶς οἷόν τ᾽ ἐστὶν τὸν μὲν Φιλώνδαν ἐμπορίας ἕνεκα ἀγαγεῖν τὰ ξύλα, ὡς οὗτός φησιν, καταχρήσασθαι δὲ τοῦτον ἥκοντα εἰς τὴν οἰκοδομίαν τὴν αὑτοῦ τοῖς ξύλοις τούτοισ

[37] σκέψασθε δὲ κἀκεῖνο, ὅτι πολλοὶ καὶ χρηστοὶ τῶν πολιτῶν οἰκεῖοι ὄντες τούτῳ ἐπεμελοῦντο τῶν τούτου, ἀποδημοῦντος παρὰ βασιλεῖ Τιμοθέου· ὧν οὐδεὶς τετόλμηκεν μαρτυρῆσαι τούτῳ ἢ ὡς οὐκ ἔλαβεν ὁ Φιλώνδας τὸ ναῦλον τῶν ξύλων ἀπὸ τῆς τραπέζης ἢ ὡς λαβὼν ἀπέδωκεν, οὐδ᾽ αὖ ὡς αὐτῶν τις διέλυσε τὸ ναῦλον ὑπὲρ τῶν ξύλων ὧν ἤγαγεν ὁ Φιλώνδας, δοθέντων τούτῳ παρ᾽ Ἀμύντου· ἡγοῦνται γὰρ περὶ πλείονος αὑτοῖς εἶναι καλοὶ κἀγαθοὶ δοκεῖν εἶναι μᾶλλον ἢ Τιμοθέῳ χαρίσασθαι τὰ ψευδῆ μαρτυροῦντες.

[38] Οὐ μέντοι οὐδὲ τούτου γ᾽ ἔφασαν καταμαρτυρῆσαι ἂν τἀληθῆ· οἰκεῖον γὰρ αὑτοῖς εἶναι. Ὅπου τοίνυν μηδεὶς τετόλμηκε τῶν οἰκείων τούτῳ μαρτυρῆσαι καὶ ἐπιμελομένων τῶν τούτου, ὅτε ἀπεδήμει οὗτος παρὰ βασιλεῖ, ἢ ὡς οὐκ ἔλαβεν ὁ Φιλώνδας τὸ ναῦλον τῶν ξύλων ἀπὸ τῆς τραπέζης ἢ ὡς αὐτῶν τις διέλυσεν, πῶς οὐκ εἰκός ἐστιν ὑμᾶς ἡγεῖσθαί με τἀληθῆ λέγειν

[39] καὶ μὴν οὐδ᾽ ἐκεῖνό γε τολμήσει λέγειν, ὡς ἄλλος τις διέλυσε τὸ ναῦλον ὑπὲρ τῶν ξύλων ὧν ἤγαγεν ὁ Φιλώνδας, ἢ ὁ πατὴρ ὁ ἐμός. Ἐὰν δὲ καταχρῆται τῷ λόγῳ, ἀξιοῦτε αὐτὸν καὶ τὴν μαρτυρίαν παρασχέσθαι ὑμῖν τοῦ ἀποδόντος τὸ ναῦλον ὑπὲρ τῶν ξύλων. Αὐτὸς μὲν γὰρ ὁμολογεῖται ἀποδημεῖν παρὰ βασιλεῖ, τὸν δὲ Φιλώνδαν, ὃν ἔπεμψεν ἐπὶ τὰ ξύλα καὶ συνέστησε τῷ πατρὶ τῷ ἐμῷ, τεθνηκότα κατέλαβες ἥκων παρὰ βασιλέως.

[40] Ἀναγκαῖον δὴ τῶν ἄλλων οἰκείων καὶ ἐπιτηδείων, οὓς κατέλιπες ἀποδημεῖν μέλλων συνεπιμελεῖσθαι τῶν σαυτοῦ, εἰδέναι τινὰ ὅθεν τὸ ναῦλον τῶν ξύλων πορίσας ὁ Φιλώνδας τῷ ναυκλήρῳ διέλυσεν, εἰ μὴ φὴς τὸν πατέρα τὸν ἐμὸν συστῆσαι αὐτῷ, μηδὲ λαβεῖν τὸν Φιλώνδαν παρὰ τοῦ πατρὸς τοῦ ἐμοῦ τὸ ναῦλον τῶν ξύλων.

[41] Μαρτυρίαν τοίνυν οὐδενὸς ἔχεις παρασχέσθαι τῶν οἰκείων τῶν σαυτοῦ, ὡς οὐκ ἐλήφθη σοῦ ἀποδημοῦντος τὸ ναῦλον τῶν ξύλων ἀπὸ τῆς τραπέζης, ἀλλὰ δυοῖν θάτερον, ἢ οὐδενὶ χρῇ τῶν οἰκείων οὐδὲ πιστεύεις τῶν σαυτοῦ οὐδενί, ἢ εἰδὼς ἀκριβῶς τὸν Φιλώνδαν λαβόντα τὸ ναῦλον τῶν ξύλων παρὰ τοῦ πατρὸς τοῦ ἐμοῦ, ᾧπερ αὐτὸν συνέστησας ὅτε ἐξέπλεις, οἴει δεῖν ἀποστερήσας ἡμᾶς, ἐὰν δύνῃ, πλεονεκτεῖν.

[42] Ἐγὼ τοίνυν, ὦ ἄνδρες δικασταί, πρὸς τῇ μαρτυρίᾳ, ἣν παρέσχημαι ὑμῖν μαρτυροῦντας τοὺς δόντας τὸ ἀργύριον οἷς οὗτος ἐκέλευσεν καὶ καθημένους ἐπὶ τῇ τραπέζῃ τότε, καὶ πίστιν ἠθέλησα ἐπιθεῖναι, ἣν ἀναγνώσεται ὑμῖν.Ὅρκος Οὐ τοίνυν, ὦ ἄνδρες δικασταί, γράψας μοι ὁ πατὴρ κατέλιπεν τὰ χρέα μόνον, ἀλλὰ καὶ ἔλεγεν ἀρρωστῶν ὅ τι ὀφείλοιτο αὐτῷ ἕκαστον, καὶ παρ᾽ ᾧ, καὶ εἰς ὅ τι ἐλήφθη τὸ ἀργύριον, καὶ τῷ ἀδελφῷ τῷ ἐμῷ. Καὶ ὡς ταῦτ᾽ ἀληθῆ λέγω, ἀνάγνωθί μοι τὴν μαρτυρίαν τοῦ ἀδελφοῦ.Μαρτυρία

[43] Ὡς μὲν τοίνυν κατελείφθη ὀφείλων Τιμόθεος ἡμῖν τὸ ἀργύριον ὑπὸ τοῦ πατρός, οὗ δικάζομαι αὐτῷ, καὶ γίγνεται ἐμὸν τὸ μέρος, ὅ τε ἀδελφός μοι μεμαρτύρηκεν καὶ ὁ Φορμίων ὁ δοὺς τὸ ἀργύριον, κἀγὼ τούτων πίστιν ἠθέλησα ἐπιθεῖναι. Προκαλεσαμένου δὲ τούτου πρὸς τῷ διαιτητῇ καὶ κελεύοντος ἐνεγκεῖν τὰ γράμματα ἀπὸ τῆς τραπέζης καὶ ἀντίγραφα αἰτοῦντος, πέμψαντος Φρασιηρίδην ἐπὶ τὴν τράπεζαν, τῷ τε Φρασιηρίδῃ ἐξενέγκας ἔδωκα ζητεῖν τὰ γράμματα καὶ ἐκγράφεσθαι ὅσα οὗτος ὤφειλε, καὶ ὡς ὡμολόγει λαβεῖν οὗτος τὰ ἀντίγραφα, ἀνάγνωθί μοι τὴν μαρτυρίαν.Μαρτυρία

[44] Πρὸς τοίνυν τὸν διαιτητὴν κομίσαντός μου τὰ γράμματα, παρὼν ὁ Φορμίων καὶ ὁ Εὐφραῖος, οἱ δόντες τὸ ἀργύριον οἷς ἐκέλευσεν οὗτος, ἐξήλεγχον αὐτὸν ἐν οἷς τε χρόνοις ἕκαστον ἐδανείσατο, καὶ ὅστις ἔλαβε τὸ ἀργύριον, καὶ εἰς ἃ κατεχρήσατο. Ὁ δὲ τὰς μὲν χιλίας καὶ τριακοσίας καὶ πεντήκοντα καὶ μίαν καὶ δύ᾽ ὀβολώ, ἃς πρώτας ἐδανείσατο τοῦ μουνιχιῶνος μηνὸς μέλλων ἐκπλεῖν ἐπὶ Σωκρατίδου ἄρχοντος, ἃς καὶ ἐκέλευσε δοῦναι Ἀντιμάχῳ τῷ ταμίᾳ τῷ ἑαυτοῦ, ἰδίᾳ ἔφη δανεῖσαι τὸν πατέρα Ἀντιμάχῳ καὶ οὐκ αὐτὸς λαβεῖν.

[45] Καὶ ὡς μὲν ἀληθῆ λέγει, οὐδένα μάρτυρα παρέσχηται, λόγῳ δὲ καταχρῆται, ἵνα μὴ αὐτὸς δοκῇ ἀποστερεῖν ἀλλ᾽ Ἀντίμαχος δανείσασθαι. Καίτοι, ὦ ἄνδρες δικασταί, μέγα ὑμῖν ἐρῶ τεκμήριον ὅτι οὐκ Ἀντιμάχῳ ἐδάνεισεν ὁ πατὴρ τοῦτο τὸ ἀργύριον, ἀλλὰ Τιμοθέῳ περὶ ἀναγωγὴν ὄντι. Πότερα γὰρ ἂν οἴεσθε ῥᾷον εἶναι τῷ πατρὶ δημευθέντων τῶν Ἀντιμάχου ἐνεπισκήψασθαι ἐν τῇ οὐσίᾳ τῇ ἐκείνου ἐνοφειλόμενον αὑτῷ τοῦτο τὸ ἀργύριον, εἴπερ Ἀντιμάχῳ ἐδάνεισεν,

[46] ἢ ἀναμένειν ὁπότε παρὰ τούτου κομιεῖσθαι ἔμελλεν εὐπορήσαντος, ὃς οὐ πολλὰς ἐλπίδας σωτηρίας περὶ αὑτοῦ εἶχεν ἐν ἐκείνῳ τῷ χρόνῳ καὶ μὴν ἐνεπισκηψάμενός γε οὔτ᾽ ἂν παρακαταβολῆς ἠπόρησεν οὔτ᾽ ἂν ἠπιστήθη ὑφ᾽ ὑμῶν πάντες γὰρ ἴστε τὸν πατέρα τὸν ἐμὸν οὐ τῶν δημοσίων ἀδίκως ἐπιθυμοῦντα, ἀλλὰ τῶν αὑτοῦ ὑμῖν, ὅ τι κελεύσαιτε, προθύμως ἀναλίσκοντα,

[47] εἶτα καὶ ἐπιτηδείου ὄντος αὐτῷ Καλλιστράτου, ὅσπερ ἐδήμευσεν τὰ Ἀντιμάχου, ὥστε μηδὲν ἐναντιοῦσθαι. Ὥστε τί ἄν ποτε βουλόμενος ὁ πατὴρ ἐβούλετο Τιμόθεον χρήστην ἐγγράψας ἡμῖν καταλιπεῖν, εἴπερ μὴ ὤφειλεν τοῦτο τὸ ἀργύριον, μᾶλλον ἢ οὐκ ἐκ τῶν Ἀντιμάχου δημευθέντων ἐνεπισκηψάμενος κομίσασθαι

[48] περὶ δὲ τῶν χιλίων δραχμῶν, ἃς ἐδανείσατο παρὰ τοῦ Ἀντιφάνους ἐν Καλαυρείᾳ, ἵνα διαδοίη τοῖς Βοιωτίοις τριηράρχοις, μέλλων καταπλεῖν ἐπὶ τὴν κρίσιν, ἃς καὶ ἀπέδωκεν Φιλίππῳ τῷ ναυκλήρῳ ἐνθάδε λαβὼν παρὰ τοῦ πατρὸς τοῦ ἐμοῦ, τὸν Βοιώτιον ναύαρχόν φησι δανείσασθαι, καὶ ὑποθεῖναι τούτου τοῦ ἀργυρίου τῷ πατρὶ τῷ ἐμῷ χαλκόν.

[49] Ὡς δ᾽ οὐκ ἀληθῆ λέγει, μέγα ὑμῖν ἐρῶ τεκμήριον. Πρῶτον μὲν γὰρ ἐν Καλαυρείᾳ οὗτος φαίνεται δανεισάμενος τὰς χιλίας δραχμὰς καὶ οὐχ ὁ Βοιώτιος ναύαρχος, ἔπειτα ἀπαιτῶν ὁ Φίλιππος ἐνθάδε τοῦτον τὰς χιλίας δραχμὰς καὶ οὐ τὸν Βοιώτιον ναύαρχον, καὶ ἀποδοὺς οὗτος, ἀλλ᾽ οὐχ ὁ Βοιώτιος ναύαρχος· προσῆκεν γὰρ τῷ μὲν Βοιωτίῳ ἄρχοντι παρὰ τούτου τὴν τροφὴν τοῖς ἐν ταῖς ναυσὶν λαμβάνειν· ἐκ γὰρ τῶν κοινῶν συντάξεων ἡ μισθοφορία ἦν τῷ στρατεύματι· τὰ δὲ χρήματα σὺ ἅπαντα ἐξέλεξας ἐκ τῶν συμμάχων, καὶ σὲ ἔδει αὐτῶν λόγον ἀποδοῦναι.

[50] Εἶτα καταλυθεισῶν τῶν Βοιωτίων νεῶν καὶ διαπελθόντων τῶν στρατιωτῶν τῷ μὲν Βοιωτίῳ ναυάρχῳ οὐδεὶς κίνδυνος ὑπ᾽ Ἀθηναίων ἦν, οὐδ᾽ ἐν ἀγῶνι καθειστήκει οὐδενί· σὺ δ᾽ ἐν τῷ μεγίστῳ· περίφοβος δὲ ὢν ἡγοῦ σοι μεγάλην ἐπικουρίαν ἀπολογίας ἔσεσθαι, ἐὰν παραμείνωσιν αἱ Βοιώτιαι τριήρεις, ἕως ἄν σοι ἡ κρίσις γένηται. Ἔπειτα καὶ ἐκ τίνος ἂν φιλίας ποτὲ ἐδάνεισεν ὁ πατὴρ ὁ ἐμὸς τῷ Βοιωτίῳ ναυάρχῳ τὰς χιλίας δραχμάς, ὃν οὐκ ἐγίγνωσκεν

[51] ἀλλὰ γὰρ ὑποθέσθαι φησὶν αὐτὸν χαλκόν. Πόσον τινὰ καὶ ποδαπόν καὶ πόθεν γενόμενον τὸν χαλκὸν τοῦτον τῷ Βοιωτίῳ ναυάρχῳ πότερα κατ᾽ ἐμπορίαν ἀχθέντα ἢ ἀπ᾽ αἰχμαλώτων γενόμενον εἶτα τίνες ἦσαν οἱ ἐνέγκαντες τὸν χαλκὸν ὡς τὸν πατέρα τὸν ἐμόν μισθωτοὶ ἢ οἰκέται

[52] ἢ τίς ὁ παραλαβὼν τῶν οἰκετῶν τῶν ἡμετέρων χρῆν γὰρ αὐτόν, εἰ μὲν οἰκέται ἤνεγκαν, τοὺς κομίσαντας παραδιδόναι, εἰ δὲ μισθωτοί, τὸν ὑποδεξάμενον καὶ ἀποστησάμενον τὸν χαλκὸν τῶν οἰκετῶν τῶν ἡμετέρων, τοῦτον ἐξαιτεῖν· οὐ γὰρ δήπου ἄνευ γε σταθμοῦ ἔμελλεν οὔτε ὁ ὑποτιθέμενος παραλήψεσθαι οὔθ᾽ ὁ ὑποτιθεὶς τὸν χαλκὸν παραδώσειν, οὐδ᾽ αὖ ὁ πατὴρ ἔμελλεν αὐτὸς οὔτε οἴσειν τὸν χαλκὸν οὔτε στήσεσθαι, ἀλλ᾽ οἰκέται ἦσαν αὐτῷ, οἳ τὰ ἐνέχυρα τῶν δανεισμάτων παρελάμβανον.

[53] Θαυμάζω δ᾽ ἔγωγε καὶ τίνος ἕνεκ᾽ ἄν ποτε ὑπετίθει τὸν χαλκὸν τῷ πατρὶ τῷ ἐμῷ ὁ Βοιώτιος ναύαρχος, Φιλίππῳ ὀφείλων χιλίας δραχμάς. Πότερον ὡς Φίλιππος οὐκ ἂν ἡδέως τόκον ἐλάμβανεν, εἴπερ ἀσφαλῶς ἦν αὐτῷ τὸ ἀργύριον δεδανεισμένον καὶ ἐπ᾽ ἐνεχύρῳ ἢ ὡς οὐκ ἦν τῷ Φιλίππῳ ἀργύριον ὥστε τι ἔδει τοῦ πατρὸς τοῦ ἐμοῦ δεηθῆναι δανεῖσαι τὰς χιλίας δραχμὰς τὸν Βοιώτιον ναύαρχον καὶ ἀποδοῦναι Φιλίππῳ μᾶλλον ἢ οὐ τὸν χαλκὸν ὑποθεῖναι τῷ Φιλίππῳ

[54] ἀλλ᾽ οὔτε ὁ χαλκὸς ὑπετέθη, ὦ ἄνδρες δικασταί, οὔτε ὁ Βοιώτιος ναύαρχος ἐδανείσατο τὰς χιλίας δραχμὰς παρὰ τοῦ πατρὸς τοῦ ἐμοῦ, ἀλλὰ Τιμόθεος οὑτοσὶ ἐν ἀπορίᾳ ὢν πολλῇ· τὴν δὲ χρείαν, εἰς ἣν κατεχρήσατο τῷ ἀργυρίῳ, εἴρηκα ὑμῖν. Ἀντὶ δὲ τοῦ χάριν ἀποδοῦναι ὧν ἐπιστεύθη καὶ ἔλαβεν παρὰ τοῦ πατρὸς τοῦ ἐμοῦ, οἴεται δεῖν καὶ τὰ ἀρχαῖα, ἂν δύνηται, ἀποστερῆσαι.

[55] Περὶ μὲν τοίνυν τῶν φιαλῶν καὶ τῆς μνᾶς τοῦ ἀργυρίου, ἣν ἐδανείσατο παρὰ τοῦ πατρὸς πέμψας τὸν ἀκόλουθον τὸν ἑαυτοῦ Αἰσχρίωνα τῆς νυκτὸς ὡς τὸν πατέρα τὸν ἐμόν, ἠρόμην αὐτὸν πρὸς τῷ διαιτητῇ εἰ ἔτι δοῦλος εἴη ὁ Αἰσχρίων, καὶ ἠξίουν αὐτὸν ἐν τῷ δέρματι τὸν ἔλεγχον διδόναι. Ἀποκριναμένου δέ μοι τούτου ὅτι ἐλεύθερος εἴη, τῆς μὲν ἐξαιτήσεως ἐπέσχον, μαρτυρίαν δ᾽ αὐτὸν ἠξίουν ἐμβαλέσθαι τοῦ Αἰσχρίωνος ὡς ἐλευθέρου ὄντος.

[56] Ὁ δὲ οὔτε ὡς ἐλευθέρου ὄντος τοῦ Αἰσχρίωνος μαρτυρίαν παρέσχετο, οὔθ᾽ ὡς δοῦλον τὸν Αἰσχρίωνα παραδοὺς ἐκ τοῦ σώματος τὸν ἔλεγχον ἠξίου γενέσθαι, φοβούμενος, ἐὰν μὲν μαρτυρίαν παράσχηται ὡς ἐλευθέρου ὄντος, μὴ ἐπισκηψάμενος ἐγὼ τῶν ψευδομαρτυρίων καὶ ἐξελέγξας τὰ ψευδῆ μεμαρτυρηκότα τὸν Αἰσχρίωνα ἐπὶ τόνδε τῶν κακοτεχνιῶν ἔλθοιμι κατὰ τὸν νόμον, εἰ δ᾽ αὖ βασανίζειν παραδώσει, μὴ τὰς ἀληθείας κατείποι ὁ Αἰσχρίων.

[57] Καίτοι καλὸν ἦν αὐτῷ, εἰ τῶν ἄλλων λημμάτων τοῦ ἀργυρίου μάρτυρας μὴ εἶχεν παρασχέσθαι, τοῦτό γε ἐξελέγξαι ἐκ τοῦ Αἰσχρίωνος, ὡς οὐκ ἐλήφθησαν αἱ φιάλαι οὐδ᾽ ἡ μνᾶ τοῦ ἀργυρίου, οὐδὲ ἐπέμφθη ὁ Αἰσχρίων ὑπὸ τούτου ὡς τὸν πατέρα τὸν ἐμόν, καὶ τεκμηρίῳ τούτῳ καταχρήσασθαι πρὸς ὑμᾶς ὅτι ἐγὼ καὶ τἄλλα ψεύδομαι περὶ ὧν ἐγκαλῶ αὐτῷ, ὅπου γε ὅν φημι λαβεῖν οἰκέτην ὄντα τούτου τὰς φιάλας καὶ τὴν μνᾶν τοῦ ἀργυρίου, οὗτος βασανιζόμενος οὐ φαίνεται λαβών.

[58] Εἰ τοίνυν τοῦτο ἰσχυρὸν ἦν ἂν τούτῳ πρὸς ὑμᾶς τεκμήριον ὅτι ἐξεδίδου τὸν Αἰσχρίωνα, ὃν πεμφθῆναί φημι ὑπὸ τούτου καὶ λαβεῖν τὰς φιάλας παρὰ τοῦ πατρὸς τοῦ ἐμοῦ καὶ τὴν μνᾶν τοῦ ἀργυρίου δανείσασθαι, κἀμοὶ γενέσθω τεκμήριον πρὸς ὑμᾶς ὅτι συνειδώς με ἀληθῆ ἐγκαλοῦντα οὐ τολμᾷ τὸν Αἰσχρίωνα παραδοῦναι.

[59] Ἀπολογίαν τοίνυν ποιήσεται ὅτι ἐν τοῖς γράμμασιν τοῖς τραπεζιτικοῖς ἐπὶ Ἀλκισθένους ἄρχοντος ἦν ἐγγεγραμμένος τό τε ναῦλον τῶν ξύλων εἰληφὼς καὶ τὴν τιμὴν τῶν φιαλῶν, ὃ ἀπέτεισεν Τιμοσθένει ὑπὲρ τούτου ὁ πατήρ, καὶ ὅτι αὐτὸς ἐν τούτῳ τῷ χρόνῳ οὐκ ἐπεδήμει, ἀλλὰ παρὰ βασιλεῖ ἦν. Περὶ δὴ τούτου σαφῶς ὑμᾶς βούλομαι διδάξαι, ἵν᾽ ἀκριβῶς εἰδῆτε ὃν τρόπον ἔχει τὰ γράμματα τὰ ἀπὸ τῆς τραπέζης.

[60] Οὗτος γὰρ ἐν μὲν τῷ θαργηλιῶνι μηνὶ ἐπ᾽ Ἀστείου ἄρχοντος, μέλλων ἀνάγεσθαι ὡς βασιλέα, συνέστησεν τὸν Φιλώνδαν τῷ πατρὶ τῷ ἐμῷ· τοῦ δὲ ὑστέρου ἐνιαυτοῦ, ἐπὶ Ἀλκισθένους ἄρχοντος, ἀφικνεῖται ὁ Φιλώνδας ἄγων τὰ ξύλα ἐκ τῆς Μακεδονίας, καὶ ἔλαβεν τὸ ναῦλον τῶν ξύλων παρὰ τοῦ πατρὸς τοῦ ἐμοῦ, ἀποδημοῦντος τούτου παρὰ βασιλεῖ. Ἐγράψαντο οὖν, ὅτε ἐδίδοσαν τὸ ἀργύριον, ὀφείλοντα τοῦτον, οὐχ ὅτε συνέστησε τὸν Φιλώνδαν τῷ πατρὶ τῷ ἐμῷ ἐπιδημῶν.

[61] Ὅτε μὲν γὰρ συνέστησεν, οὐδέπω τὰ ξύλα ἧκεν, ἀλλ᾽ ἔμελλεν ἐπ᾽ αὐτὰ ὁ Φιλώνδας τὴν πορείαν ποιεῖσθαι· ὅτε δὲ ἦλθεν τὰ ξύλα ἄγων, οὗτος μὲν ἀπεδήμει, ὁ δὲ Φιλώνδας ἔλαβεν τὸ ναῦλον τῶν ξύλων καθάπερ οὗτος ἐκέλευσε, καὶ ἀνεκομίσθη εἰς τὴν οἰκίαν τὴν ἐν Πειραιεῖ τὴν τούτου τὰ ξύλα. Ὅτι δὲ οὐκ εὐπορῶν οὗτος ἐξέπλει ἐνθένδε, ἴστε μὲν καὶ αὐτοὶ ὅσοις αὐτοῦ ἡ οὐσία ὡρισμένη ἦν, οὓς νῦν ἀποστερεῖ· ἵνα δὲ εἰδῆτε ὅτι καὶ ἄνευ ἐνεχύρων ὤφειλέ τισι τῶν πολιτῶν, οὐκ ἔχων ὑποθεῖναι τὰ ἄξια, ἀνάγνωθί μοι τὴν μαρτυρίαν.Μαρτυρία

[62] Περὶ δὲ τῶν φιαλῶν, ἃς ᾐτήσατο μὲν ἐν τῷ μαιμακτηριῶνι μηνὶ ὁ Αἰσχρίων ὁ ἀκόλουθος ὁ τούτου ἐπ᾽ Ἀστείου ἄρχοντος, ἐπιδημοῦντος τούτου, ὅτε ὑπεδέξατο Ἀλκέτην καὶ Ἰάσονα, γεγραμμένου δὲ τὴν τιμὴν ὀφείλοντος τούτου ἐπὶ Ἀλκισθένους ἄρχοντος, τέως μὲν ᾤετο αὐτὸν ἀποίσειν τὰς φιάλας, ἃς ᾐτήσατο, ὁ πατήρ· ἐπειδὴ δὲ οὗτος μὲν ἀπῆλθε, τὰς δὲ φιάλας οὐκ ἀπενηνόχει, οὐδ᾽ ἦσαν αἱ φιάλαι τοῦ Τιμοσθένους κείμεναι παρὰ τῷ Φορμίωνι, ἥκων δ᾽ ἀπῄτει τὰς φιάλας ὁ θέμενος, ἀπέτεισε τιμὴν τῶν φιαλῶν τῷ Τιμοσθένει, ἐγράψατο δὲ ὁ πατὴρ αὑτῷ τοῦτον ὀφείλοντα πρὸς τὸ ἄλλο χρέως.

[63] Ὥστ᾽ ἐὰν ταύτῃ ἀπολογίᾳ καταχρῆται, ὅτι οὐκ ἐπεδήμει ἐν τοῖς χρόνοις ἐν οἷς γέγραπται τὴν τιμὴν τῶν φιαλῶν ὀφείλων, ὑποβάλλετε αὐτῷ ὅτι ἔλαβες μὲν ἐπιδημῶν· ἐπειδὴ δὲ οὐκ ἀπέφερες, ἀπεδήμεις δέ, οὐκ ἦσαν δὲ αἱ φιάλαι ἃς ὁ θέμενος ἀπῄτει, ἐγράφης τὴν τιμὴν αὐτῶν ὀφείλων, ὃ ἀπετείσθη τῶν φιαλῶν.

[64] Ἀλλὰ νὴ Δία, φήσει ἴσως, ἔδει τὸν πατέρα τὸν ἐμὸν ἀπαιτεῖν αὐτὸν τὰς φιάλας. Ἀλλ᾽ ἑώρα σε ὡς ἠποροῦ. Κᾆτα περὶ μὲν τοῦ ἄλλου χρέως σοι ἐπίστευεν, καὶ ἡγεῖτο, ἐπειδὰν ἔλθῃς, ἀπολήψεσθαι παρὰ σοῦ εὐπορήσαντος, περὶ δὲ τῶν φιαλῶν σοι ἀπιστήσειν ἔμελλεν καὶ ὑπέσχετο μὲν δεομένου σου τὸ ναῦλον τῶν ξύλων παρασχήσειν, ὅτε ἀνήγου πρὸς βασιλέα· ἕνεκα δὲ τῶν φιαλῶν, δυοῖν οὐσῶν, ἀπιστήσειν σοι ἔμελλε καὶ τὸ μὲν ἄλλο χρέως σε οὐκ ἀπῄτει, ἀπορούμενον ὁρῶν, τὰς δὲ φιάλας ἔμελλεν

[65] βούλομαι τοίνυν ὑμῖν καὶ περὶ τῆς προκλήσεως τοῦ ὅρκου εἰπεῖν, ἣν ἐγὼ τοῦτον προὐκαλεσάμην καὶ οὗτος ἐμέ. Ἐμβαλομένου γὰρ ἐμοῦ ὅρκον εἰς τὸν ἐχῖνον, ἠξίου οὗτος καὶ αὐτὸς ὀμόσας ἀπηλλάχθαι. Ἐγὼ δ᾽ εἰ μὲν μὴ περιφανῶς αὐτὸν ᾔδη πολλοὺς καὶ μεγάλους ὅρκους ἐπιωρκηκότα καὶ πόλεσι καὶ ἰδιώταις, ἔδωκα ἂν αὐτῷ τόνδε τὸν ὅρκον· νῦν δέ μοι ἐδόκει, μαρτύρων μὲν ὄντων ἐμοὶ ὡς ἔλαβον τὸ ἀργύριον ἀπὸ τῆς τραπέζης οἷς οὗτος ἐκέλευσεν δοῦναι, περιφανῶν δὲ τεκμηρίων, δεινὸν εἶναι τὸν ὅρκον δοῦναι τούτῳ, ὃς οὐχ ὅπως εὐορκήσει πρόνοιαν ποιήσεται, ἀλλ᾽ οὐδὲ τῶν ἱερῶν αὐτῶν ἕνεκα τοῦ πλεονεκτήματος ἀπέσχηται.

[66] Τὰ μὲν οὖν καθ᾽ ἕκαστα πόλλ᾽ ἂν εἴη λέγειν, ὧν ἐπιώρκηκεν οὗτος ῥᾳδίως· οὓς δὲ περιφανέστατα καὶ ὑμεῖς αὐτῷ πάντες σύνιστε ὅρκους ἐπιωρκηκότι, τούτους ἀναμνήσω ὑμᾶς. Ἴστε γὰρ τοῦτον ἐν τῷ δήμῳ ὀμόσαντα καὶ ἐπαρασάμενον αὑτῷ ἐξώλειαν, εἰ μὴ γράψοιτο Ἰφικράτην ξενίας, καὶ καθιερώσαντα τὴν οὐσίαν τὴν ἑαυτοῦ. Ὀμόσας δὲ ταῦτα καὶ ὑποσχόμενος ἐν τῷ δήμῳ, οὐ πολλῷ χρόνῳ ὕστερον ἕνεκα τοῦ συμφέροντος αὑτῷ ἔδωκεν τῷ υἱεῖ τῷ ἐκείνου τὴν θυγατέρα.

[67] Ὃς οὖν οὔτε ὑμᾶς ᾐσχύνθη ἐξαπατῆσαι ὑποσχόμενος, νόμων ὄντων, ἐάν τις τὸν δῆμον ὑποσχόμενος ἐξαπατήσῃ, εἰσαγγελίαν εἶναι περὶ αὐτοῦ, οὔτε τοὺς θεοὺς ὀμόσας καὶ ἐπαρασάμενος ἑαυτῷ ἔδεισεν, οὓς ἐπιώρκησεν, πῶς οὐκ εἰκὸς ἐμὲ τούτῳ μὴ ἐθέλειν ὅρκον δοῦναι οὔπω τοίνυν πολὺς χρόνος ἐστὶν ἐξ ὅτου ἐν τῷ δήμῳ πάλιν διωμόσατο μὴ εἶναι αὑτῷ ἐφόδια τῷ γήρᾳ ἱκανά, τοσαύτην οὐσίαν κεκτημένος· οὕτως ἄπληστος καὶ αἰσχροκερδὴς ὁ τρόπος αὐτοῦ ἐστιν.

[68] Ἡδέως δ᾽ ἂν ἔγωγε πυθοίμην ὑμῶν εἰ ὀργίζεσθε τοῖς ἀνεσκευασμένοις τῶν τραπεζιτῶν. Εἰ γὰρ ἐκείνοις ὀργίζεσθε δικαίως ὅτι ἀδικοῦσιν ὑμᾶς, πῶς οὐκ εἰκός ἐστιν βοηθεῖν τοῖς μηδὲν ἀδικοῦσιν καὶ μὴν διὰ τούτους τοὺς ἄνδρας αἱ τράπεζαι ἀνασκευάζονται, ὅταν ἀπορούμενοι μὲν δανείζωνται καὶ οἴωνται διὰ τὴν δόξαν πιστεύεσθαι δεῖν, εὐπορήσαντες δὲ μὴ ἀποδιδῶσιν, ἀλλ᾽ ἀποστερῶσιν.

[69] Ὅσων μὲν τοίνυν, ὦ ἄνδρες δικασταί, ἐδυνάμην ὑμῖν μάρτυρας παρασχέσθαι, μεμαρτυρήκασί μοι· ἔτι δὲ καὶ ἐκ τεκμηρίων δεδήλωκα ὑμῖν ὡς ὀφείλει Τιμόθεος τὸ ἀργύριον τῷ πατρὶ τῷ ἐμῷ. Δέομαι οὖν ὑμῶν συνεισπρᾶξαί μοι τοὺς ὀφείλοντας, ἅ μοι ὁ πατὴρ κατέλιπεν.