Περί μνήμης καί αναμνήσεως
Από Βικιθήκη
(Ανακατεύθυνση από Περὶ μνήμης καὶ ἀναμνήσεως)
- Περὶ μνήμης καὶ τοῦ μνημονεύειν
- λεκτέον τί ἐστι καὶ διὰ τίν' αἰτίαν γίγνεται καὶ τίνι
- τῶν τῆς ψυχῆς μορίων συμβαίνει τοῦτο τὸ πάθος καὶ τὸ
- ἀναμιμνήσκεσθαι. οὐ γὰρ οἱ αὐτοί εἰσι μνημονικοὶ καὶ
- ἀναμνηστικοί, ἀλλ' ὡς ἐπὶ τὸ πολὺ μνημονικώτεροι μὲν οἱ
- βραδεῖς, ἀναμνηστικώτεροι δὲ οἱ ταχεῖς καὶ εὐμαθεῖς.
- πρῶτον μὲν οὖν σκεπτέον ποῖά ἐστι τὰ μνημονευτά. πολ-
- λάκις γὰρ ἐξαπατᾷ τοῦτο. οὔτε γὰρ τὸ μέλλον ἐνδέχε-
- ται μνημονεύειν, ἀλλ' ἔστι δοξαστὸν καὶ ἐλπιστόν (εἴη δ' ἂν
- καὶ ἐπιστήμη τις ἐλπιστική, καθάπερ τινές φασι τὴν μαντι-
- κήν), οὔτε τοῦ παρόντος, ἀλλ' αἴσθησις. ταύτῃ γὰρ οὔτε τὸ
- μέλλον οὔτε τὸ γενόμενον γνωρίζομεν, ἀλλὰ τὸ παρὸν μό-
- νον. ἡ δὲ μνήμη τοῦ γενομένου. τὸ δὲ παρὸν ὅτε πάρεστιν,
- οἷον τοδὶ τὸ λευκὸν ὅτε ὁρᾷ, οὐδεὶς ἂν φαίη μνημονεύειν,
- οὐδὲ τὸ θεωρούμενον, ὅτε θεωρῶν τυγχάνει καὶ νοῶν, ἀλλὰ
- τὸ μὲν αἰσθάνεσθαί φησι, τὸ δ' ἐπίστασθαι μόνον. ὅταν δ'
- ἄνευ τῶν ἔργων σχῇ τὴν ἐπιστήμην καὶ τὴν αἴσθησιν, οὕτω
- μέμνηται [τὰς τοῦ τριγώνου ὅτι δύο ὀρθαῖς ἴσαι], τὸ μὲν ὅτι
- ἔμαθεν ἢ ἐθεώρησεν, τὸ δὲ ὅτι ἤκουσεν ἢ εἶδεν ἤ τι τοι-
- οῦτον. ἀεὶ γὰρ ὅταν ἐνεργῇ κατὰ τὸ μνημονεύειν, οὕτως ἐν τῇ
- ψυχῇ λέγει, ὅτι πρότερον τοῦτο ἤκουσεν ἢ ἤσθετο ἢ ἐνόησεν.
- ἔστι μὲν οὖν ἡ μνήμη οὔτε αἴσθησις οὔτε ὑπόληψις, ἀλλὰ τού-
- των τινὸς ἕξις ἢ πάθος, ὅταν γένηται χρόνος. τοῦ δὲ νῦν ἐν
- τῷ νῦν οὐκ ἔστι μνήμη, καθάπερ εἴρηται [καὶ πρότερον], ἀλλὰ
- τοῦ μὲν παρόντος αἴσθησις, τοῦ δὲ μέλλοντος ἐλπίς, τοῦ δὲ
- γενομένου μνήμη. διὸ μετὰ χρόνου πᾶσα μνήμη. ὥσθ' ὅσα
- χρόνου αἰσθάνεται, ταῦτα μόνα τῶν ζῴων μνημονεύει, καὶ
- τούτῳ ᾧ αἰσθάνεται. ἐπεὶ δὲ περὶ φαντασίας εἴρηται πρό-
- τερον ἐν τοῖς περὶ ψυχῆς, καὶ νοεῖν οὐκ ἔστιν ἄνευ φαντάσμα-
- τος_συμβαίνει γὰρ τὸ αὐτὸ πάθος ἐν τῷ νοεῖν ὅπερ καὶ ἐν
- τῷ διαγράφειν. ἐκεῖ τε γὰρ οὐθὲν προσχρώμενοι τῷ τὸ πο-
- σὸν ὡρισμένον εἶναι τοῦ τριγώνου, ὅμως γράφομεν ὡρισμένον
- κατὰ τὸ ποσόν, καὶ ὁ νοῶν ὡσαύτως, κἂν μὴ ποσὸν νοῇ,
- τίθεται πρὸ ὀμμάτων ποσόν, νοεῖ δ' οὐχ ἧ ποσόν. ἂν δ' ἡ
- φύσις ἦ τῶν ποσῶν, ἀορίστων δέ, τίθεται μὲν ποσὸν ὡρισμέ-
- νον, νοεῖ δ' ἧ ποσὸν μόνον_διὰ τίνα μὲν οὖν αἰτίαν οὐκ ἐν-
- δέχεται νοεῖν οὐδὲν ἄνευ συνεχοῦς, οὐδ' ἄνευ χρόνου τὰ μὴ
- ἐν χρόνῳ ὄντα, ἄλλος λόγος. μέγεθος δ' ἀναγκαῖον γνωρί-
- ζειν καὶ κίνησιν ᾧ καὶ χρόνον. [καὶ τὸ φάντασμα τῆς κοι-
- νῆς αἰσθήσεως πάθος ἐστίν] ὥστε φανερὸν ὅτι τῷ πρώτῳ
- αἰσθητικῷ τούτων ἡ γνῶσίς ἐστιν. ἡ δὲ μνήμη, καὶ ἡ τῶν νοη-
- τῶν, οὐκ ἄνευ φαντάσματός ἐστιν, <καὶ τὸ φάντασμα τῆς
- κοινῆς αἰσθήσεως πάθος ἐστίν>. ὥστε τοῦ νοῦ μὲν κατὰ
- συμβεβηκὸς ἂν εἴη, καθ' αὑτὸ δὲ τοῦ πρώτου αἰσθητικοῦ.
- διὸ καὶ ἑτέροις τισὶν ὑπάρχει τῶν ζῴων, καὶ οὐ μόνον ἀν-
- θρώποις καὶ τοῖς ἔχουσι δόξαν ἢ φρόνησιν. εἰ δὲ τῶν νοη-
- τικῶν τι μορίων ἦν, οὐκ ἂν ὑπῆρχε πολλοῖς τῶν ἄλλων
- ζῴων, ἴσως δ' οὐδενὶ τῶν ἀνοήτων, ἐπεὶ οὐδὲ νῦν πᾶσι διὰ τὸ
- μὴ πάντα χρόνου αἴσθησιν ἔχειν. ἀεὶ γὰρ ὅταν ἐνεργῇ τῇ
- μνήμῃ, καθάπερ καὶ πρότερον εἴπομεν, ὅτι εἶδε τοῦτο ἢ
- ἤκουσεν ἢ ἔμαθε, προσαισθάνεται ὅτι πρότερον. τὸ δὲ πρό-
- τερον καὶ ὕστερον ἐν χρόνῳ ἐστίν. τίνος μὲν οὖν τῶν τῆς ψυ-
- χῆς ἐστι μνήμη, φανερόν, ὅτι οὗπερ καὶ ἡ φαντασία. καί
- ἐστι μνημονευτὰ καθ' αὑτὰ μὲν ὧν ἐστι φαντασία, κατὰ
- συμβεβηκὸς δὲ ὅσα μὴ ἄνευ φαντασίας. ἀπορήσειε δ' ἄν
- τις πῶς ποτε τοῦ μὲν πάθους παρόντος τοῦ δὲ πράγματος
- ἀπόντος μνημονεύεται τὸ μὴ παρόν. δῆλον γὰρ ὅτι δεῖ νοῆ-
- σαι τοιοῦτον τὸ γιγνόμενον διὰ τῆς αἰσθήσεως ἐν τῇ ψυχῇ
- καὶ τῷ μορίῳ τοῦ σώματος τῷ ἔχοντι αὐτήν_οἷον ζωγρά-
- φημά τι [τὸ πάθος] οὗ φαμεν τὴν ἕξιν μνήμην εἶναι. ἡ γὰρ
- γιγνομένη κίνησις ἐνσημαίνεται οἷον τύπον τινὰ τοῦ αἰσθήμα-
- τος, καθάπερ οἱ σφραγιζόμενοι τοῖς δακτυλίοις. διὸ καὶ τοῖς
- μὲν ἐν κινήσει πολλῇ διὰ πάθος ἢ δι' ἡλικίαν οὖσιν οὐ γίγνε-
- ται μνήμη, καθάπερ ἂν εἰς ὕδωρ ῥέον ἐμπιπτούσης τῆς κι-
- νήσεως καὶ τῆς σφραγῖδος. τοῖς δὲ διὰ τὸ ψήχεσθαι, καθ-
- άπερ τὰ παλαιὰ τῶν οἰκοδομημάτων, καὶ διὰ σκληρό-
- τητα τοῦ δεχομένου τὸ πάθος οὐκ ἐγγίγνεται ὁ τύπος. διόπερ
- οἵ τε σφόδρα νέοι καὶ οἱ γέροντες ἀμνήμονές εἰσιν. ῥέουσι
- γὰρ οἱ μὲν διὰ τὴν αὔξησιν, οἱ δὲ διὰ τὴν φθίσιν. ὁμοίως
- δὲ καὶ οἱ λίαν ταχεῖς καὶ οἱ λίαν βραδεῖς οὐδέτεροι φαίνον-
- ται μνήμονες. οἱ μὲν γάρ εἰσιν ὑγρότεροι τοῦ δέοντος, οἱ δὲ
- σκληρότεροι. τοῖς μὲν οὖν οὐ μένει τὸ φάντασμα ἐν τῇ ψυ-
- χῇ, τῶν δ' οὐχ ἅπτεται. ἀλλ' εἰ δὴ τοιοῦτόν ἐστι τὸ συμ-
- βαῖνον περὶ τὴν μνήμην, πότερον τοῦτο μνημονεύει τὸ πάθος,
- ἢ ἐκεῖνο ἀφ' οὗ ἐγένετο; εἰ μὲν γὰρ τοῦτο, τῶν ἀπόντων οὐδὲν ἂν
- μνημονεύοιμεν. εἰ δ' ἐκεῖνο, πῶς αἰσθανόμενοι τοῦτο μνημο-
- νεύομεν οὗ μὴ αἰσθανόμεθα, τὸ ἀπόν; εἴ τ' ἐστὶν ὅμοιον ὥσπερ
- τύπος ἢ γραφὴ ἐν ἡμῖν, ἡ τούτου αἴσθησις διὰ τί ἂν
- εἴη μνήμη ἑτέρου, ἀλλ' οὐκ αὐτοῦ τούτου; ὁ γὰρ ἐνεργῶν τῇ
- μνήμῃ θεωρεῖ τὸ πάθος τοῦτο καὶ αἰσθάνεται τούτου. πῶς οὖν
- τὸ μὴ παρὸν μνημονεύσει; εἴη γὰρ ἂν καὶ ὁρᾶν τὸ μὴ παρὸν
- καὶ ἀκούειν. ἢ ἔστιν ὡς ἐνδέχεται καὶ συμβαίνειν τοῦτο; οἷον
- γὰρ τὸ ἐν πίνακι γεγραμμένον ζῷον καὶ ζῷόν ἐστι καὶ εἰ-
- κών, καὶ τὸ αὐτὸ καὶ ἓν τοῦτ' ἐστὶν ἄμφω, τὸ μέντοι εἶναι
- οὐ ταὐτὸν ἀμφοῖν, καὶ ἔστι θεωρεῖν καὶ ὡς ζῷον καὶ ὡς εἰ-
- κόνα, οὕτω καὶ τὸ ἐν ἡμῖν φάντασμα δεῖ ὑπολαβεῖν καὶ
- αὐτό τι καθ' αὑτὸ εἶναι καὶ ἄλλου [φάντασμα]. ἧ
- μὲν οὖν καθ' αὑτό, θεώρημα ἢ φάντασμά ἐστιν, ἧ δ' ἄλλου,
- οἷον εἰκὼν καὶ μνημόνευμα. ὥστε καὶ ὅταν ἐνεργῇ ἡ κίνησις
- αὐτοῦ, ἂν μὲν ἧ καθ' αὑτό ἐστι, ταύτῃ αἰσθάνηται ἡ ψυχὴ
- αὐτοῦ, οἷον νόημά τι ἢ φάντασμα φαίνεται ἐπελθεῖν. ἂν δ'
- ἧ ἄλλου καὶ ὥσπερ ἐν τῇ γραφῇ ὡς εἰκόνα θεωρεῖ καί, μὴ
- ἑωρακὼς τὸν Κορίσκον, ὡς Κορίσκου, ἐνταῦθά τε ἄλλο τὸ
- πάθος τῆς θεωρίας ταύτης καὶ ὅταν ὡς ζῷον γεγραμμένον
- θεωρῇ, ἔν τε τῇ ψυχῇ τὸ μὲν γίγνεται ὥσπερ νόημα μόνον,
- τὸ δ' ὡς ἐκεῖ ὅτι εἰκών, μνημόνευμα. καὶ διὰ τοῦτο ἐνίοτ'
- οὐκ ἴσμεν, ἐγγινομένων ἡμῖν ἐν τῇ ψυχῇ τοιούτων κινήσεων
- ἀπὸ τοῦ αἰσθέσθαι πρότερον, εἰ κατὰ τὸ ᾐσθῆσθαι συμβαί-
- νει, καὶ εἰ ἔστι μνήμη ἢ οὔ, διστάζομεν. ὁτὲ δὲ συμβαίνει
- ἐννοῆσαι καὶ ἀναμνησθῆναι ὅτι ἠκούσαμέν τι πρότερον ἢ
- εἴδομεν. τοῦτο δὲ συμβαίνει, ὅταν θεωρῶν ὡς αὐτὸ μετα-
- βάλλῃ καὶ θεωρῇ ὡς ἄλλου. γίγνεται δὲ καὶ τοὐναντίον, οἷον
- συνέβη Ἀντιφέροντι τῷ Ὠρείτῃ καὶ ἄλλοις ἐξισταμένοις.
- τὰ γὰρ φαντάσματα ἔλεγον ὡς γενόμενα καὶ ὡς μνημο-
- νεύοντες. τοῦτο δὲ γίγνεται ὅταν τις τὴν μὴ εἰκόνα ὡς εἰ-
- κόνα θεωρῇ. αἱ δὲ μελέται τὴν μνήμην σῴζουσι τῷ ἐπανα-
- μιμνήσκειν. τοῦτο δ' ἐστὶν οὐδὲν ἕτερον ἢ τὸ θεωρεῖν πολλά-
- κις ὡς εἰκόνα καὶ μὴ ὡς καθ' αὑτό. τί μὲν οὖν ἐστι μνήμη
- καὶ τὸ μνημονεύειν, εἴρηται, ὅτι φαντάσματος, ὡς εἰκόνος
- οὗ φάντασμα, ἕξις, καὶ τίνος μορίου τῶν ἐν ἡμῖν, ὅτι τοῦ
- πρώτου αἰσθητικοῦ καὶ ᾧ χρόνου αἰσθανόμεθα.
- Περὶ δὲ τοῦ ἀναμιμνήσκεσθαι λοιπὸν εἰπεῖν. πρῶτον μὲν
- οὖν ὅσα ἐν τοῖς ἐπιχειρηματικοῖς λόγοις ἐστὶν ἀληθῆ, δεῖ τι-
- θέναι ὡς ὑπάρχοντα. οὔτε γὰρ μνήμης ἐστὶν ἀνάληψις ἡ
- ἀνάμνησις οὔτε λῆψις. ὅταν γὰρ τὸ πρῶτον μάθῃ ἢ πά-
- θῃ, οὔτ' ἀναλαμβάνει μνήμην οὐδεμίαν (οὐδεμία γὰρ προ-
- γέγονεν) οὔτ' ἐξ ἀρχῆς λαμβάνει. ὅταν γὰρ ἐγγένηται ἡ ἕξις
- ἢ τὸ πάθος, τότε μνήμη ἐστίν, ὥστε μετὰ τοῦ πάθους ἐγ-
- γινομένου οὐκ ἐγγίνεται. ἔτι δ' ὅτε τὸ πρῶτον ἐγγέγονε τῷ
- ἀτόμῳ καὶ ἐσχάτῳ, τὸ μὲν πάθος ἐνυπάρχει ἤδη τῷ πα-
- θόντι καὶ ἡ ἐπιστήμη, εἰ δεῖ καλεῖν ἐπιστήμην τὴν ἕξιν ἢ τὸ
- πάθος (οὐθὲν δὲ κωλύει κατὰ συμβεβηκὸς καὶ μνημονεύειν
- ἔνια ὧν ἐπιστάμεθα). τὸ δὲ μνημονεύειν καθ' αὑτὸ οὐχ ὑπάρ-
- χει πρὶν χρονισθῆναι. μνημονεύει γὰρ νῦν ὃ εἶδεν ἢ ἔπαθε
- πρότερον, οὐχ ὃ νῦν ἔπαθε, νῦν μνημονεύει. ἔτι δὲ φανερὸν
- ὅτι μνημονεύειν ἔστι μὴ νῦν ἀναμνησθέντα, ἀλλ' ἐξ ἀρχῆς
- αἰσθόμενον ἢ παθόντα. ἀλλ' ὅταν ἀναλαμβάνῃ ἣν πρότερον
- εἶχεν ἐπιστήμην ἢ αἴσθησιν ἢ οὗ ποτε τὴν ἕξιν ἐλέγομεν
- μνήμην, τοῦτ' ἐστὶ καὶ τότε τὸ ἀναμιμνήσκεσθαι τῶν εἰ-
- ρημένων τι, τῷ δὲ μνημονεύειν συμβαίνει καὶ μνήμην ἀκολου-
- θεῖν. οὐδὲ δὴ ταῦτα ἁπλῶς, ἐὰν ἔμπροσθεν ὑπάρξαντα πά-
- λιν ἐγγένηται, ἀλλ' ἔστιν ὡς, ἔστι δ' ὡς οὔ. δὶς γὰρ μαθεῖν
- καὶ εὑρεῖν ἐνδέχεται τὸν αὐτὸν τὸ αὐτό. δεῖ οὖν διαφέρειν
- τὸ ἀναμιμνήσκεσθαι τούτων, καὶ ἐνούσης πλείονος ἀρχῆς ἢ ἐξ
- ἧς μανθάνουσιν ἀναμιμνήσκεσθαι. συμβαίνουσι δ' αἱ ἀναμνή-
- σεις ἐπειδὴ πέφυκεν ἡ κίνησις ἥδε γενέσθαι μετὰ τήνδε. εἰ
- μὲν ἐξ ἀνάγκης, δῆλον ὡς ὅταν ἐκείνην κινηθῇ, τήνδε κινη-
- θήσεται. εἰ δὲ μὴ ἐξ ἀνάγκης ἀλλ' ἔθει, ὡς ἐπὶ τὸ πολὺ
- κινηθήσεται. συμβαίνει δ' ἐνίας ἅπαξ ἐθισθῆναι μᾶλλον ἢ
- ἑτέρας πολλάκις κινουμένους. διὸ ἔνια ἅπαξ ἰδόντες μᾶλλον
- μνημονεύομεν ἢ ἕτερα πολλάκις. ὅταν οὖν ἀναμιμνησκώμε-
- θα, κινούμεθα τῶν προτέρων τινὰ κινήσεων, ἕως ἂν κινηθῶ-
- μεν μεθ' ἣν ἐκείνη εἴωθεν. διὸ καὶ τὸ ἐφεξῆς θηρεύομεν νοή-
- σαντες ἀπὸ τοῦ νῦν ἢ ἄλλου τινός, καὶ ἀφ' ὁμοίου ἢ ἐναντίου ἢ
- τοῦ σύνεγγυς. διὰ τοῦτο γίγνεται ἡ ἀνάμνησις. αἱ γὰρ κινή-
- σεις τούτων τῶν μὲν αἱ αὐταί, τῶν δ' ἅμα, τῶν δὲ μέρος
- ἔχουσιν, ὥστε τὸ λοιπὸν μικρὸν ὃ ἐκινήθη μετ' ἐκεῖνο. ζητοῦσι
- μὲν οὖν οὕτω, καὶ μὴ ζητοῦντες δ' οὕτως ἀναμιμνήσκονται, ὅταν
- μεθ' ἑτέραν κίνησιν ἐκείνη γένηται. ὡς δὲ τὰ πολλὰ ἑτέρων
- γενομένων κινήσεων οἵων εἴπομεν ἐγένετο ἐκείνη. οὐδὲν δὲ δεῖ
- σκοπεῖν τὰ πόρρω, πῶς μεμνήμεθα, ἀλλὰ τὰ σύνεγγυς.
- δῆλον γὰρ ὅτι ὁ αὐτός ἐστι τρόπος. [λέγω δὲ τὸ ἐφεξῆς οὐ
- προζητήσας οὐδ' ἀναμνησθείς.] τῷ γὰρ ἔθει ἀκολουθοῦσιν αἱ
- κινήσεις ἀλλήλαις, ἥδε μετὰ τήνδε, καὶ ὅταν τοίνυν ἀνα-
- μιμνήσκεσθαι βούληται, τοῦτο ποιήσει. ζητήσει λαβεῖν ἀρχὴν
- κινήσεως, μεθ' ἣν ἐκείνη ἔσται. διὸ τάχιστα καὶ κάλλιστα γί-
- νονται ἀπ' ἀρχῆς αἱ ἀναμνήσεις. ὡς γὰρ ἔχουσι τὰ πράγμα-
- τα πρὸς ἄλληλα τῷ ἐφεξῆς, οὕτω καὶ αἱ κινήσεις. καὶ ἔστιν
- εὐμνημόνευτα ὅσα τάξιν τινὰ ἔχει, ὥσπερ τὰ μαθήματα.
- τὰ δὲ φαύλως καὶ χαλεπῶς. καὶ τούτῳ διαφέρει τὸ ἀνα-
- μιμνήσκεσθαι τοῦ πάλιν μανθάνειν, ὅτι δυνήσεταί πως δι'
- αὑτοῦ κινηθῆναι ἐπὶ τὸ μετὰ τὴν ἀρχήν. ὅταν δὲ μή, ἀλλὰ
- δι' ἄλλου, οὐκέτι μέμνηται. πολλάκις δ' ἤδη μὲν ἀδυνατεῖ
- ἀναμνησθῆναι, ζητῶν δὲ δύναται καὶ εὑρίσκει. τοῦτο δὲ γί-
- γνεται κινοῦντι πολλά, ἕως ἂν τοιαύτην κινήσῃ κίνησιν ἧ ἀ-
- κολουθήσει τὸ πρᾶγμα. τὸ γὰρ μεμνῆσθαί ἐστι τὸ ἐνεῖναι δύ-
- ναμιν τὴν κινοῦσαν. τοῦτο δέ, ὥστ' ἐξ αὑτοῦ καὶ ὧν ἔχει κινή-
- σεων κινηθῆναι, ὥσπερ εἴρηται. δεῖ δὲ λαβέσθαι ἀρχῆς. διὸ
- ἀπὸ τόπων δοκοῦσιν ἀναμιμνήσκεσθαι ἐνίοτε. τὸ δ' αἴτιον ὅτι
- ταχὺ ἀπ' ἄλλου ἐπ' ἄλλο ἔρχονται, οἷον ἀπὸ γάλακτος
- ἐπὶ λευκόν, ἀπὸ λευκοῦ δ' ἐπ' ἀέρα, καὶ ἀπὸ τούτου ἐφ'
- ὑγρόν, ἀφ' οὗ ἐμνήσθη μετοπώρου, ταύτην ἐπιζητῶν τὴν ὥραν.
- ἔοικε δὲ καθόλου ἀρχῇ καὶ τὸ μέσον πάντων. εἰ γὰρ μὴ
- πρότερον, ὅταν ἐπὶ τοῦτο ἔλθῃ μνησθήσεται, ἢ οὐκέτ' οὐδὲ
- ἄλλοθεν, οἷον εἴ τις νοήσειεν ἐφ' ὧν Α Β Γ Δ Ε Ζ Η Θ <Ι>. εἰ
- γὰρ μὴ ἐπὶ τοῦ Ι μέμνηται, ἐπὶ τοῦ Ε μνησθήσεται. ἐντεῦθεν
- γὰρ ἐπ' ἄμφω κινηθῆναι ἐνδέχεται, καὶ ἐπὶ τὸ Δ καὶ ἐπὶ
- τὸ Ζ. εἰ δὲ μὴ τούτων τι ἐζήτει, ἐπὶ τὸ Γ ἐλθὼν μνησθή-
- σεται, εἰ τὸ Α ἢ τὸ Β ἐπιζητεῖ, εἰ δὲ μή, ἐπὶ τὸ Η. καὶ
- οὕτως ἀεί. τοῦ δ' ἀπὸ τοῦ αὐτοῦ ἐνίοτε μὲν μνησθῆναι, ἐνίοτε δὲ
- μή, αἴτιον ὅτι ἐπὶ πλείω ἐνδέχεται κινηθῆναι ἀπὸ τῆς αὐ-
- τῆς ἀρχῆς, οἷον ἀπὸ τοῦ Γ ἐπὶ τὸ Β ἢ τὸ Δ. ἐὰν οὖν
- διὰ πολλοῦ κινηθῇ, ἐπὶ τὸ συνηθέστερον κινεῖται. ὥσπερ γὰρ
- φύσις ἤδη τὸ ἔθος. διὸ ἃ πολλάκις ἐννοοῦμεν, ταχὺ ἀνα-
- μιμνησκόμεθα. ὥσπερ γὰρ φύσει τόδε μετὰ τόδε ἐστίν, οὕτω
- καὶ ἐνεργείᾳ. τὸ δὲ πολλάκις φύσιν ποιεῖ. ἐπεὶ δ' ὥσπερ
- ἐν τοῖς φύσει γίγνεται καὶ παρὰ φύσιν καὶ ἀπὸ τύχης,
- ἔτι μᾶλλον ἐν τοῖς δι' ἔθος, οἷς ἡ φύσις γε μὴ ὁμοίως ὑπ-
- άρχει, ὥστε κινηθῆναι ἐνίοτε κἀκεῖ καὶ ἄλλως, ἄλλως τε
- καὶ ὅταν ἀφέλκῃ <τι> ἐκεῖθεν αὐτόσε πῃ, διὰ τοῦτο καὶ ὅταν
- δέῃ ὄνομα μνημονεῦσαι, παρόμοιον <εἰ> ἴσμεν, εἰς ἐκεῖνο σολοι-
- κίζομεν. τὸ μὲν οὖν ἀναμιμνήσκεσθαι τοῦτον συμβαίνει τὸν
- τρόπον.
- τὸ δὲ μέγιστον, γνωρίζειν δεῖ τὸν χρόνον, ἢ μέτρῳ
- ἢ ἀορίστως. ἔστω δέ τι ᾧ κρίνει τὸν πλείω καὶ ἐλάττω. εὔ-
- λογον δ' ὥσπερ τὰ μεγέθη. νοεῖ γὰρ τὰ μεγάλα καὶ
- πόρρω οὐ τῷ ἀποτείνειν ἐκεῖ τὴν διάνοιαν ὥσπερ τὴν ὄψιν
- φασί τινες (καὶ γὰρ μὴ ὄντων ὁμοίως νοήσει), ἀλλὰ τῇ
- ἀνάλογον κινήσει. ἔστι γὰρ ἐν αὐτῇ τὰ ὅμοια σχήματα καὶ
- κινήσεις. τίνι οὖν διοίσει, ὅταν τὰ μείζω νοῇ, ὅτι ἐκεῖνα νοεῖ
- ἢ τὰ ἐλάττω; πάντα γὰρ τὰ ἐντὸς ἐλάττω, καὶ ἀνὰ
- λόγον [καὶ τὰ ἐκτός]. ἔστι δ' ἴσως ὥσπερ καὶ τοῖς εἴδεσιν
- ἀνάλογον λαβεῖν ἄλλο ἐν αὑτῷ, οὕτως καὶ τοῖς ἀποστήμα-
- σιν. ὥσπερ οὖν εἰ τὴν Α Β Β Ε κινεῖται, ποιεῖ τὴν Γ Δ.
- ἀνάλογον γὰρ ἡ Α Γ καὶ ἡ Γ Δ. τί οὖν μᾶλλον τὴν Γ Δ ἢ
- τὴν Ζ Η ποιεῖ ἢ ὡς ἡ Α Γ πρὸς τὴν Α Β ἔχει, οὕτως ἡ
- Θ πρὸς τὴν Ι ἔχει; ταύτας οὖν ἅμα κινεῖται. ἂν δὲ τὴν
- Ζ Η βούληται νοῆσαι, τὴν μὲν Β Ε ὁμοίως νοεῖ, ἀντὶ δὲ τῶν
- Θ Ι τὰς Κ Λ νοεῖ. αὗται γὰρ ἔχουσιν ὡς Ζ Α πρὸς Β Α.
- ὅταν οὖν ἅμα ἥ τε τοῦ πράγματος γίγνηται κίνησις καὶ ἡ τοῦ
- χρόνου, τότε τῇ μνήμῃ ἐνεργεῖ. ἂν δ' οἴηται μὴ ποιῶν, οἴε-
- ται μνημονεύειν. οὐθὲν γὰρ κωλύει διαψευσθῆναί τινα καὶ
- δοκεῖν μνημονεύειν μὴ μνημονεύοντα. ἐνεργοῦντα δὲ τῇ μνήμῃ
- μὴ οἴεσθαι ἀλλὰ λανθάνειν μεμνημένον οὐκ ἔστιν. τοῦτο γὰρ
- ἦν αὐτὸ τὸ μεμνῆσθαι. ἀλλ' ἐὰν ἡ τοῦ πράγματος γένηται
- χωρὶς τῆς τοῦ χρόνου ἢ αὕτη ἐκείνης, οὐ μέμνηται. ἡ δὲ τοῦ
- χρόνου διττή ἐστιν. ὁτὲ μὲν γὰρ μέτρῳ οὐ μέμνηται αὐτόν,
- οἷον ὅτι τρίτῃ ἡμέρᾳ ὁδήποτε ἐποίησεν, ὁτὲ δὲ καὶ μέ-
- τρῳ. ἀλλὰ μέμνηται καὶ ἐὰν μὴ μέτρῳ. εἰώθασι δὲ λέ-
- γειν ὅτι μέμνηνται μέν, πότε μέντοι οὐκ ἴσασιν, ὅταν μὴ
- γνωρίζωσι τοῦ πότε τὸ ποσὸν μέτρῳ. ὅτι μὲν οὖν οὐχ οἱ αὐ-
- τοὶ μνημονικοὶ καὶ ἀναμνηστικοί, ἐν τοῖς πρότερον εἴρηται.
- διαφέρει δὲ τοῦ μνημονεύειν τὸ ἀναμιμνήσκεσθαι οὐ μόνον
- κατὰ τὸν χρόνον, ἀλλ' ὅτι τοῦ μὲν μνημονεύειν καὶ τῶν ἄλ-
- λων ζῴων μετέχει πολλά, τοῦ δ' ἀναμιμνήσκεσθαι οὐδὲν ὡς
- εἰπεῖν τῶν γνωριζομένων ζῴων, πλὴν ἄνθρωπος. αἴτιον δ' ὅτι
- τὸ ἀναμιμνήσκεσθαί ἐστιν οἷον συλλογισμός τις. ὅτι γὰρ
- πρότερον εἶδεν ἢ ἤκουσεν ἤ τι τοιοῦτον ἔπαθε, συλλογίζεται ὁ
- ἀναμιμνησκόμενος, καὶ ἔστιν οἷον ζήτησίς τις. τοῦτο δ' οἷς καὶ
- τὸ βουλευτικὸν ὑπάρχει, φύσει μόνοις συμβέβηκεν. καὶ γὰρ
- τὸ βουλεύεσθαι συλλογισμός τίς ἐστιν. ὅτι δ' ἐστὶ σωματικόν τι
- τὸ πάθος, καὶ ἡ ἀνάμνησις ζήτησις ἐν τοιούτῳ φαντάσμα-
- τος, σημεῖον τὸ παρενοχλεῖν ἐνίους ἐπειδὰν μὴ δύνωνται
- ἀναμνησθῆναι καὶ πάνυ ἐπέχοντες τὴν διάνοιαν, καὶ οὐκέτ'
- ἐπιχειροῦντας ἀναμιμνήσκεσθαι οὐδὲν ἧττον, καὶ μάλιστα
- τοὺς μελαγχολικούς. τούτους γὰρ φαντάσματα κινεῖ μάλιστα.
- αἴτιον δὲ τοῦ μὴ ἐπ' αὐτοῖς εἶναι [τὸ ἀναμιμνήσκεσθαι], ὅτι
- καθάπερ τοῖς βάλλουσιν οὐκέτι ἐπ' αὐτοῖς τὸ στῆσαι, οὕτως καὶ
- ὁ ἀναμιμνησκόμενος καὶ θηρεύων σωματικόν τι κινεῖ, ἐν ᾧ
- τὸ πάθος. μάλιστα δ' ἐνοχλοῦνται οἷς ἂν ὑγρότης τύχῃ ὑπ-
- άρχουσα περὶ τὸν αἰσθητικὸν τόπον. οὐ γὰρ ῥᾳδίως παύεται
- κινηθεῖσα, ἕως ἂν ἐπανέλθῃ τὸ ζητούμενον καὶ εὐθυπορήσῃ ἡ
- κίνησις. διὸ καὶ ὀργαὶ καὶ φόβοι, ὅταν τι κινήσωσιν, ἀντι-
- κινούντων πάλιν τούτων οὐ καθίστανται, ἀλλ' ἐπὶ τὸ αὐτὸ ἀντι-
- κινοῦσιν. καὶ ἔοικε τὸ πάθος τοῖς ὀνόμασι καὶ μέλεσι καὶ
- λόγοις, ὅταν διὰ στόματος γένηταί τι αὐτῶν σφόδρα. παυ-
- σαμένοις γὰρ καὶ οὐ βουλομένοις ἐπέρχεται πάλιν ἄδειν ἢ
- λέγειν. εἰσὶ δὲ καὶ οἱ τὰ ἄνω μείζω ἔχοντες καὶ οἱ νανώ-
- δεις ἀμνημονέστεροι τῶν ἐναντίων διὰ τὸ πολὺ βάρος ἔχειν
- ἐπὶ τῷ αἰσθητικῷ, καὶ μήτ' ἐξ ἀρχῆς τὰς κινήσεις δύνα-
- σθαι ἐμμένειν ἀλλὰ διαλύεσθαι μήτ' ἐν τῷ ἀναμιμνήσκε-
- σθαι ῥᾳδίως εὐθυπορεῖν. οἱ δὲ πάμπαν νέοι καὶ λίαν γέρον-
- τες ἀμνήμονες διὰ τὴν κίνησιν. οἱ μὲν γὰρ ἐν φθίσει, οἱ δ'
- ἐν αὐξήσει πολλῇ εἰσίν. ἔτι δὲ τά γε παιδία καὶ νανώδη
- ἐστὶ μέχρι πόρρω τῆς ἡλικίας. περὶ μὲν οὖν μνήμης καὶ
- τοῦ μνημονεύειν, τίς ἡ φύσις αὐτῶν καὶ τίνι τῶν τῆς
- ψυχῆς μνημονεύει τὰ ζῷα, καὶ περὶ τοῦ ἀναμιμνήσκεσθαι,
- τί ἐστι καὶ πῶς γίγνεται καὶ διὰ τίνας αἰτίας, εἴρηται.