Κριτίας

Από Βικιθήκη

Μετάβαση σε: πλοήγηση, αναζήτηση
Κριτίας
Συγγραφέας: Πλάτων
Πρόσωπα: Τίμαιος, Κριτίας, Σωκράτης, ̔Ερμοκράτης


[106a] Τίμαιος

ὡς ἅσμενος, ὠ̂ Σώκρατες, οἱ̂ον ἐκ μακρα̂ς ἀναπεπαυμένος ὁδου̂, νυ̂ν οὕτως ἐκ τη̂ς του̂ λόγου διαπορείας ἀγαπητω̂ς ἀπήλλαγμαι. τῳ̂ δὲ πρὶν μὲν πάλαι ποτ' ἔργῳ, νυ̂ν δὲ λόγοις ἄρτι θεῳ̂ γεγονότι προσεύχομαι, τω̂ν ῥηθέντων ὅσα μὲν ἐρρήθη μετρίως, σωτηρίαν ἡμι̂ν αὐτὸν αὐτω̂ν

[106b] διδόναι, παρὰ μέλος δὲ εἴ τι περὶ αὐτω̂ν ἄκοντες εἴπομεν, δίκην τὴν πρέπουσαν ἐπιτιθέναι. δίκη δὲ ὀρθὴ τὸν πλημμελου̂ντα ἐμμελη̂ ποιει̂ν: ἵν' οὐ̂ν τὸ λοιπὸν τοὺς περὶ θεω̂ν γενέσεως ὀρθω̂ς λέγωμεν λόγους, φάρμακον ἡμι̂ν αὐτὸν τελεώτατον καὶ ἄριστον φαρμάκων ἐπιστήμην εὐχόμεθα διδόναι, προσευξάμενοι δὲ παραδίδομεν κατὰ τὰς ὁμολογίας Κριτίᾳ τὸν ἑξη̂ς λόγον.

Κριτίας

ἀλλ', ὠ̂ Τίμαιε, δέχομαι μέν, ᾡ̂ δὲ καὶ σὺ κατ'

[106c] ἀρχὰς ἐχρήσω, συγγνώμην αἰτούμενος ὡς περὶ μεγάλων μέλλων λέγειν, ταὐτὸν καὶ νυ̂ν ἐγὼ του̂το παραιτου̂μαι,

[107a] μειζόνως δὲ αὐτου̂ τυχει̂ν ἔτι μα̂λλον ἀξιω̂ περὶ τω̂ν μελλόντων ῥηθήσεσθαι. καίτοι σχεδὸν μὲν οἰ̂δα παραίτησιν εὐ̂ μάλα φιλότιμον καὶ του̂ δέοντος ἀγροικοτέραν μέλλων παραιτει̂σθαι, ῥητέον δὲ ὅμως. ὡς μὲν γὰρ οὐκ εὐ̂ τὰ παρὰ σου̂ λεχθέντα εἴρηται, τίς ἂν ἐπιχειρήσειεν ἔμφρων λέγειν; ὅτι δὲ τὰ ῥηθησόμενα πλείονος συγγνώμης δει̂ται χαλεπώτερα ὄντα, του̂το πειρατέον πῃ διδάξαι. περὶ θεω̂ν γάρ, ὠ̂ Τίμαιε, λέγοντά τι πρὸς ἀνθρώπους δοκει̂ν ἱκανω̂ς

[107b] λέγειν ῥᾳ̂ον ἢ περὶ θνητω̂ν πρὸς ἡμα̂ς. ἡ γὰρ ἀπειρία καὶ σφόδρα ἄγνοια τω̂ν ἀκουόντων περὶ ὡ̂ν ἂν οὕτως ἔχωσιν πολλὴν εὐπορίαν παρέχεσθον τῳ̂ μέλλοντι λέγειν τι περὶ αὐτω̂ν: περὶ δὲ δὴ θεω̂ν ἴσμεν ὡς ἔχομεν. ἵνα δὲ σαφέστερον ὃ λέγω δηλώσω, τῃ̂δέ μοι συνεπίσπεσθε. μίμησιν μὲν γὰρ δὴ καὶ ἀπεικασίαν τὰ παρὰ πάντων ἡμω̂ν ῥηθέντα χρεών που γενέσθαι: τὴν δὲ τω̂ν γραφέων εἰδωλοποιίαν περὶ τὰ θει̂ά τε καὶ τὰ ἀνθρώπινα σώματα γιγνομένην

[107c] ἴδωμεν ῥᾳστώνης τε πέρι καὶ χαλεπότητος πρὸς τὸ τοι̂ς ὁρω̂σιν δοκει̂ν ἀποχρώντως μεμιμη̂σθαι, καὶ κατοψόμεθα ὅτι γη̂ν μὲν καὶ ὄρη καὶ ποταμοὺς καὶ ὕλην οὐρανόν τε σύμπαντα καὶ τὰ περὶ αὐτὸν ὄντα καὶ ἰόντα πρω̂τον μὲν ἀγαπω̂μεν ἄν τίς τι καὶ βραχὺ πρὸς ὁμοιότητα αὐτω̂ν ἀπομιμει̂σθαι δυνατὸς ᾐ̂, πρὸς δὲ τούτοις, ἅτε οὐδὲν εἰδότες ἀκριβὲς περὶ τω̂ν τοιούτων, οὔτε ἐξετάζομεν οὔτε ἐλέγχομεν τὰ γεγραμμένα,

[107d] σκιαγραφίᾳ δὲ ἀσαφει̂ καὶ ἀπατηλῳ̂ χρώμεθα περὶ αὐτά: τὰ δὲ ἡμέτερα ὁπόταν τις ἐπιχειρῃ̂ σώματα ἀπεικάζειν, ὀξέως αἰσθανόμενοι τὸ παραλειπόμενον διὰ τὴν ἀεὶ σύνοικον κατανόησιν χαλεποὶ κριταὶ γιγνόμεθα τῳ̂ μὴ πάσας πάντως τὰς ὁμοιότητας ἀποδιδόντι. ταὐτὸν δὴ καὶ κατὰ τοὺς λόγους ἰδει̂ν δει̂ γιγνόμενον, ὅτι τὰ μὲν οὐράνια καὶ θει̂α ἀγαπω̂μεν καὶ σμικρω̂ς εἰκότα λεγόμενα, τὰ δὲ θνητὰ καὶ ἀνθρώπινα ἀκριβω̂ς ἐξετάζομεν. ἐκ δὴ του̂ παραχρη̂μα

[107e] νυ̂ν λεγόμενα, τὸ πρέπον ἂν μὴ δυνώμεθα πάντως ἀποδιδόναι, συγγιγνώσκειν χρεών: οὐ γὰρ ὡς ῥᾴδια τὰ θνητὰ ἀλλ' ὡς χαλεπὰ πρὸς δόξαν ὄντα ἀπεικάζειν δει̂ διανοει̂σθαι.

[108a] ταυ̂τα δὴ βουλόμενος ὑμα̂ς ὑπομνη̂σαι, καὶ τὸ τη̂ς συγγνώμης οὐκ ἔλαττον ἀλλὰ μει̂ζον αἰτω̂ν περὶ τω̂ν μελλόντων ῥηθήσεσθαι, πάντα ταυ̂τα εἴρηκα, ὠ̂ Σώκρατες. εἰ δὴ δικαίως αἰτει̂ν φαίνομαι τὴν δωρεάν, ἑκόντες δίδοτε.

Σωκράτης

τί δ' οὐ μέλλομεν, ὠ̂ Κριτία, διδόναι; καὶ πρός γε ἔτι τρίτῳ δεδόσθω ταὐτὸν του̂το ̔Ερμοκράτει παρ' ἡμω̂ν. δη̂λον γὰρ ὡς ὀλίγον ὕστερον, ὅταν αὐτὸν δέῃ λέγειν,

[108b] παραιτήσεται καθάπερ ὑμει̂ς: ἵν' οὐ̂ν ἑτέραν ἀρχὴν ἐκπορίζηται καὶ μὴ τὴν αὐτὴν ἀναγκασθῃ̂ λέγειν, ὡς ὑπαρχούσης αὐτῳ̂ συγγνώμης εἰς τότε οὕτω λεγέτω. προλέγω γε μήν, ὠ̂ φίλε Κριτία, σοὶ τὴν του̂ θεάτρου διάνοιαν, ὅτι θαυμαστω̂ς ὁ πρότερος ηὐδοκίμηκεν ἐν αὐτῳ̂ ποιητής, ὥστε τη̂ς συγγνώμης δεήσει τινός σοι παμπόλλης, εἰ μέλλεις αὐτὰ δυνατὸς γενέσθαι παραλαβει̂ν.

̔Ερμοκράτης ταὐτὸν μήν, ὠ̂ Σώκρατες, κἀμοὶ παραγγέλλεις ὅπερ

[108c] τῳ̂δε. ἀλλὰ γὰρ ἀθυμου̂ντες+ ἄνδρες+ οὔπω+ τρόπαιον ἔστησαν+, ὠ̂ Κριτία: προϊέναι τε οὐ̂ν ἐπὶ τὸν λόγον ἀνδρείως χρή, καὶ τὸν Παίωνά τε καὶ τὰς μούσας ἐπικαλούμενον τοὺς παλαιοὺς πολίτας ἀγαθοὺς ὄντας ἀναφαίνειν τε καὶ ὑμνει̂ν.

Κριτίας

ὠ̂ φίλε ̔Ερμόκρατες, τη̂ς ὑστέρας τεταγμένος, ἐπίπροσθεν ἔχων ἄλλον, ἔτι θαρρει̂ς. του̂το μὲν οὐ̂ν οἱ̂όν ἐστιν, αὐτό σοι τάχα δηλώσει: παραμυθουμένῳ δ' οὐ̂ν καὶ [108d] παραθαρρύνοντί σοι πειστέον, καὶ πρὸς οἱ̂ς θεοι̂ς εἰ̂πες τούς τε ἄλλους κλητέον καὶ δὴ καὶ τὰ μάλιστα Μνημοσύνην. σχεδὸν γὰρ τὰ μέγιστα ἡμι̂ν τω̂ν λόγων ἐν ταύτῃ τῃ̂ θεῳ̂ πάντ' ἐστίν: μνησθέντες γὰρ ἱκανω̂ς καὶ ἀπαγγείλαντες τά ποτε ῥηθέντα ὑπὸ τω̂ν ἱερέων καὶ δευ̂ρο ὑπὸ Σόλωνος κομισθέντα σχεδὸν οἰ̂δ' ὅτι τῳ̂δε τῳ̂ θεάτρῳ δόξομεν τὰ προσήκοντα μετρίως ἀποτετελεκέναι. του̂τ' οὐ̂ν αὔτ' ἤδη δραστέον, καὶ μελλητέον οὐδὲν ἔτι.

[108e] πάντων δὴ πρω̂τον μνησθω̂μεν ὅτι τὸ κεφάλαιον ἠ̂ν ἐνακισχίλια ἔτη, ἀφ' οὑ̂ γεγονὼς ἐμηνύθη πόλεμος τοι̂ς θ' ὑπὲρ ̔Ηρακλείας στήλας ἔξω κατοικου̂σιν καὶ τοι̂ς ἐντὸς πα̂σιν: ὃν δει̂ νυ̂ν διαπεραίνειν. τω̂ν μὲν οὐ̂ν ἥδε ἡ πόλις ἄρξασα καὶ πάντα τὸν πόλεμον διαπολεμήσασα ἐλέγετο, τω̂ν δ' οἱ τη̂ς ̓Ατλαντίδος νήσου βασιλη̂ς, ἣν δὴ Λιβύης καὶ ̓Ασίας μείζω νη̂σον οὐ̂σαν ἔφαμεν εἰ̂ναί ποτε, νυ̂ν δὲ ὑπὸ σεισμω̂ν δυ̂σαν ἄπορον πηλὸν τοι̂ς ἐνθένδε ἐκπλέουσιν

[109a] ἐπὶ τὸ πα̂ν πέλαγος, ὥστε μηκέτι πορεύεσθαι, κωλυτὴν παρασχει̂ν. τὰ μὲν δὴ πολλὰ ἔθνη βάρβαρα, καὶ ὅσα ̔Ελλήνων ἠ̂ν γένη τότε, καθ' ἕκαστα ἡ του̂ λόγου διέξοδος οἱ̂ον ἀνειλλομένη τὸ προστυχὸν ἑκασταχου̂ δηλώσει: τὸ δὲ ̓Αθηναίων τε τω̂ν τότε καὶ τω̂ν ἐναντίων, οἱ̂ς διεπολέμησαν, ἀνάγκη κατ' ἀρχὰς διελθει̂ν πρω̂τα, τήν τε δύναμιν ἑκατέρων καὶ τὰς πολιτείας. αὐτω̂ν δὲ τούτων τὰ τῃ̂δε ἔμπροσθεν προτιμητέον εἰπει̂ν.

[109b] θεοὶ γὰρ ἅπασαν γη̂ν ποτε κατὰ τοὺς τόπους διελάγχανον--οὐ κατ' ἔριν: οὐ γὰρ ἂν ὀρθὸν ἔχοι λόγον θεοὺς ἀγνοει̂ν τὰ πρέποντα ἑκάστοις αὑτω̂ν, οὐδ' αὐ̂ γιγνώσκοντας τὸ μα̂λλον ἄλλοις προση̂κον του̂το ἑτέρους αὑτοι̂ς δι' ἐρίδων ἐπιχειρει̂ν κτα̂σθαι--δίκης δὴ κλήροις τὸ φίλον λαγχάνοντες κατῴκιζον τὰς χώρας, καὶ κατοικίσαντες, οἱ̂ον νομη̂ς ποίμνια, κτήματα καὶ θρέμματα ἑαυτω̂ν ἡμα̂ς ἔτρεφον, πλὴν οὐ σώμασι

[109c] σώματα βιαζόμενοι, καθάπερ ποιμένες κτήνη πληγῃ̂ νέμοντες, ἀλλ' ᾑ̂ μάλιστα εὔστροφον ζῳ̂ον, ἐκ πρύμνης ἀπευθύνοντες, οἱ̂ον οἴακι πειθοι̂ ψυχη̂ς ἐφαπτόμενοι κατὰ τὴν αὐτω̂ν διάνοιαν, οὕτως ἄγοντες τὸ θνητὸν πα̂ν ἐκυβέρνων. ἄλλοι μὲν οὐ̂ν κατ' ἄλλους τόπους κληρουχήσαντες θεω̂ν ἐκει̂να ἐκόσμουν, ̔́Ηφαιστος δὲ κοινὴν καὶ ̓Αθηνα̂ φύσιν ἔχοντες, ἅμα μὲν ἀδελφὴν ἐκ ταὐτου̂ πατρός, ἅμα δὲ φιλοσοφίᾳ φιλοτεχνίᾳ τε ἐπὶ τὰ αὐτὰ ἐλθόντες, οὕτω μίαν ἄμφω λη̂ξιν τήνδε τὴν χώραν εἰλήχατον ὡς οἰκείαν καὶ πρόσφορον ἀρετῃ̂

[109d] καὶ φρονήσει πεφυκυι̂αν, ἄνδρας δὲ ἀγαθοὺς ἐμποιήσαντες αὐτόχθονας ἐπὶ νου̂ν ἔθεσαν τὴν τη̂ς πολιτείας τάξιν: ὡ̂ν τὰ μὲν ὀνόματα σέσωται, τὰ δὲ ἔργα διὰ τὰς τω̂ν παραλαμβανόντων φθορὰς καὶ τὰ μήκη τω̂ν χρόνων ἠφανίσθη. τὸ γὰρ περιλειπόμενον ἀεὶ γένος, ὥσπερ καὶ πρόσθεν ἐρρήθη, κατελείπετο ὄρειον καὶ ἀγράμματον, τω̂ν ἐν τῃ̂ χώρᾳ δυναστω̂ν τὰ ὀνόματα ἀκηκοὸς μόνον καὶ βραχέα πρὸς αὐτοι̂ς τω̂ν ἔργων. τὰ μὲν οὐ̂ν ὀνόματα τοι̂ς ἐκγόνοις ἐτίθεντο

[109e] ἀγαπω̂ντες, τὰς δὲ ἀρετὰς καὶ τοὺς νόμους τω̂ν ἔμπροσθεν οὐκ εἰδότες, εἰ μὴ σκοτεινὰς περὶ ἑκάστων τινὰς ἀκοάς, ἐν ἀπορίᾳ δὲ τω̂ν ἀναγκαίων ἐπὶ πολλὰς γενεὰς ὄντες αὐτοὶ

[110a] καὶ παι̂δες, πρὸς οἱ̂ς ἠπόρουν τὸν νου̂ν ἔχοντες, τούτων πέρι καὶ τοὺς λόγους ποιούμενοι, τω̂ν ἐν τοι̂ς πρόσθεν καὶ πάλαι ποτὲ γεγονότων ἠμέλουν. μυθολογία γὰρ ἀναζήτησίς τε τω̂ν παλαιω̂ν μετὰ σχολη̂ς ἅμ' ἐπὶ τὰς πόλεις ἔρχεσθον, ὅταν ἴδητόν τισιν ἤδη του̂ βίου τἀναγκαι̂α κατεσκευασμένα, πρὶν δὲ οὔ. ταύτῃ δὴ τὰ τω̂ν παλαιω̂ν ὀνόματα ἄνευ τω̂ν ἔργων διασέσωται. λέγω δὲ αὐτὰ τεκμαιρόμενος ὅτι Κέκροπός τε καὶ ̓Ερεχθέως καὶ ̓Εριχθονίου καὶ ̓Ερυσίχθονος

[110b] τω̂ν τε ἄλλων τὰ πλει̂στα ὅσαπερ καὶ Θησέως τω̂ν ἄνω περὶ τω̂ν ὀνομάτων ἑκάστων ἀπομνημονεύεται, τούτων ἐκείνους τὰ πολλὰ ἐπονομάζοντας τοὺς ἱερέας Σόλων ἔφη τὸν τότε διηγει̂σθαι πόλεμον, καὶ τὰ τω̂ν γυναικω̂ν κατὰ τὰ αὐτά. καὶ δὴ καὶ τὸ τη̂ς θεου̂ σχη̂μα καὶ ἄγαλμα, ὡς κοινὰ τότ' ἠ̂ν τὰ ἐπιτηδεύματα ται̂ς τε γυναιξὶ καὶ τοι̂ς ἀνδράσι τὰ περὶ τὸν πόλεμον, οὕτω κατ' ἐκει̂νον τὸν νόμον ὡπλισμένην τὴν θεὸν ἀνάθημα εἰ̂ναι τοι̂ς τότε, ἔνδειγμα ὅτι πάνθ'

[110c] ὅσα σύννομα ζῳ̂α θήλεα καὶ ὅσα ἄρρενα, τὴν προσήκουσαν ἀρετὴν ἑκάστῳ γένει πα̂ν κοινῃ̂ δυνατὸν ἐπιτηδεύειν πέφυκεν. ὤικει δὲ δὴ τότ' ἐν τῃ̂δε τῃ̂ χώρᾳ τὰ μὲν ἄλλα ἔθνη τω̂ν πολιτω̂ν περὶ τὰς δημιουργίας ὄντα καὶ τὴν ἐκ τη̂ς γη̂ς τροφήν, τὸ δὲ μάχιμον ὑπ' ἀνδρω̂ν θείων κατ' ἀρχὰς ἀφορισθὲν ᾤκει χωρίς, πάντα εἰς τροφὴν καὶ παίδευσιν τὰ προσήκοντα ἔχον, ἴδιον μὲν αὐτω̂ν οὐδεὶς οὐδὲν κεκτημένος,

[110d] ἅπαντα δὲ πάντων κοινὰ νομίζοντες αὑτω̂ν, πέρα δὲ ἱκανη̂ς τροφη̂ς οὐδὲν ἀξιου̂ντες παρὰ τω̂ν ἄλλων δέχεσθαι πολιτω̂ν, καὶ πάντα δὴ τὰ χθὲς λεχθέντα ἐπιτηδεύματα ἐπιτηδεύοντες, ὅσα περὶ τω̂ν ὑποτεθέντων ἐρρήθη φυλάκων. καὶ δὴ καὶ τὸ περὶ τη̂ς χώρας ἡμω̂ν πιθανὸν καὶ ἀληθὲς ἐλέγετο, πρω̂τον μὲν τοὺς ὅρους αὐτὴν ἐν τῳ̂ τότ' ἔχειν ἀφωρισμένους πρὸς τὸν ̓Ισθμὸν καὶ τὸ κατὰ τὴν ἄλλην ἤπειρον μέχρι του̂

[110e] Κιθαιρω̂νος καὶ Πάρνηθος τω̂ν ἄκρων, καταβαίνειν δὲ τοὺς ὅρους ἐν δεξιᾳ̂ τὴν ̓Ωρωπίαν ἔχοντας, ἐν ἀριστερᾳ̂ δὲ πρὸς θαλάττης ἀφορίζοντας τὸν ̓Ασωπόν: ἀρετῃ̂ δὲ πα̂σαν γη̂ν ὑπὸ τη̂ς ἐνθάδε ὑπερβάλλεσθαι, διὸ καὶ δυνατὴν εἰ̂ναι τότε τρέφειν τὴν χώραν στρατόπεδον πολὺ τω̂ν περὶ γη̂ν ἀργὸν ἔργων. μέγα δὲ τεκμήριον ἀρετη̂ς: τὸ γὰρ νυ̂ν αὐτη̂ς λείψανον ἐνάμιλλόν ἐστι πρὸς ἡντινου̂ν τῳ̂ πάμφορον εὔκαρπόν

[111a] τε εἰ̂ναι καὶ τοι̂ς ζῴοις πα̂σιν εὔβοτον. τότε δὲ πρὸς τῳ̂ κάλλει καὶ παμπλήθη ταυ̂τα ἔφερεν. πω̂ς οὐ̂ν δὴ του̂το πιστόν, καὶ κατὰ τί λείψανον τη̂ς τότε γη̂ς ὀρθω̂ς ἂν λέγοιτο; πα̂σα ἀπὸ τη̂ς ἄλλης ἠπείρου μακρὰ προτείνουσα εἰς τὸ πέλαγος οἱ̂ον ἄκρα κει̂ται: τὸ δὴ τη̂ς θαλάττης ἀγγει̂ον περὶ αὐτὴν τυγχάνει πα̂ν ἀγχιβαθὲς ὄν. πολλω̂ν οὐ̂ν γεγονότων καὶ μεγάλων κατακλυσμω̂ν ἐν τοι̂ς ἐνακισχιλίοις ἔτεσι--τοσαυ̂τα γὰρ πρὸς τὸν νυ̂ν ἀπ' ἐκείνου του̂ χρόνου

[111b] γέγονεν ἔτη--τὸ τη̂ς γη̂ς ἐν τούτοις τοι̂ς χρόνοις καὶ πάθεσιν ἐκ τω̂ν ὑψηλω̂ν ἀπορρέον οὔτε χω̂μα, ὡς ἐν ἄλλοις τόποις, προχοι̂ λόγου ἄξιον ἀεί τε κύκλῳ περιρρέον εἰς βάθος ἀφανίζεται: λέλειπται δή, καθάπερ ἐν ται̂ς σμικραι̂ς νήσοις, πρὸς τὰ τότε τὰ νυ̂ν οἱ̂ον νοσήσαντος σώματος ὀστα̂, περιερρυηκυίας τη̂ς γη̂ς ὅση πίειρα καὶ μαλακή, του̂ λεπτου̂ σώματος τη̂ς χώρας μόνου λειφθέντος. τότε δὲ ἀκέραιος

[111c] οὐ̂σα τά τε ὄρη γηλόφους ὑψηλοὺς εἰ̂χε, καὶ τὰ φελλέως νυ̂ν ὀνομασθέντα+ πεδία+ πλήρη γη̂ς πιείρας ἐκέκτητο, καὶ πολλὴν ἐν τοι̂ς ὄρεσιν ὕλην εἰ̂χεν, ἡ̂ς καὶ νυ̂ν ἔτι φανερὰ τεκμήρια: τω̂ν γὰρ ὀρω̂ν ἔστιν ἃ νυ̂ν μὲν ἔχει μελίτταις μόναις τροφήν, χρόνος δ' οὐ πάμπολυς ὅτε δένδρων †αὐτόθεν εἰς οἰκοδομήσεις τὰς μεγίστας ἐρεψίμων τμηθέντων στεγάσματ' ἐστὶν ἔτι σα̂. πολλὰ δ' ἠ̂ν ἄλλ' ἥμερα ὑψηλὰ δένδρα, νομὴν δὲ βοσκήμασιν ἀμήχανον ἔφερεν. καὶ δὴ καὶ

[111d] τὸ κατ' ἐνιαυτὸν ὕδωρ ἐκαρπου̂τ' ἐκ Διός, οὐχ ὡς νυ̂ν ἀπολλυ̂σα ῥέον ἀπὸ ψιλη̂ς τη̂ς γη̂ς εἰς θάλατταν, ἀλλὰ πολλὴν ἔχουσα καὶ εἰς αὐτὴν καταδεχομένη, τῃ̂ κεραμίδι στεγούσῃ γῃ̂ διαταμιευομένη, τὸ καταποθὲν ἐκ τω̂ν ὑψηλω̂ν ὕδωρ εἰς τὰ κοι̂λα ἀφιει̂σα κατὰ πάντας τοὺς τόπους παρείχετο ἄφθονα κρηνω̂ν καὶ ποταμω̂ν νάματα, ὡ̂ν καὶ νυ̂ν ἔτι ἐπὶ ται̂ς πηγαι̂ς πρότερον οὔσαις ἱερὰ λελειμμένα ἐστὶν σημει̂α ὅτι περὶ αὐτη̂ς ἀληθη̂ λέγεται τὰ νυ̂ν.

[111e] τὰ μὲν οὐ̂ν τη̂ς ἄλλης χώρας φύσει τε οὕτως εἰ̂χε, καὶ διεκεκόσμητο ὡς εἰκὸς ὑπὸ γεωργω̂ν μὲν ἀληθινω̂ν καὶ πραττόντων αὐτὸ του̂το, φιλοκάλων δὲ καὶ εὐφυω̂ν, γη̂ν δὲ ἀρίστην καὶ ὕδωρ ἀφθονώτατον ἐχόντων καὶ ὑπὲρ τη̂ς γη̂ς ὥρας μετριώτατα κεκραμένας: τὸ δ' ἄστυ κατῳκισμένον ὡ̂δ' ἠ̂ν ἐν τῳ̂ τότε χρόνῳ. πρω̂τον μὲν τὸ τη̂ς ἀκροπόλεως εἰ̂χε

[112a] τότε οὐχ ὡς τὰ νυ̂ν ἔχει. νυ̂ν μὲν γὰρ μία γενομένη νὺξ ὑγρὰ διαφερόντως γη̂ς αὐτὴν ψιλὴν περιτήξασα πεποίηκε, σεισμω̂ν ἅμα καὶ πρὸ τη̂ς ἐπὶ Δευκαλίωνος φθορα̂ς τρίτου πρότερον ὕδατος ἐξαισίου γενομένου: τὸ δὲ πρὶν ἐν ἑτέρῳ χρόνῳ μέγεθος μὲν ἠ̂ν πρὸς τὸν ̓Ηριδανὸν καὶ τὸν ̓Ιλισὸν ἀποβεβηκυι̂α καὶ περιειληφυι̂α ἐντὸς τὴν Πύκνα καὶ τὸν Λυκαβηττὸν ὅρον ἐκ του̂ καταντικρὺ τη̂ς Πυκνὸς ἔχουσα, γεώδης δ' ἠ̂ν πα̂σα καὶ πλὴν ὀλίγον ἐπίπεδος ἄνωθεν.

[112b] ᾠκει̂το δὲ τὰ μὲν ἔξωθεν, ὑπ' αὐτὰ τὰ πλάγια αὐτη̂ς, ὑπὸ τω̂ν δημιουργω̂ν καὶ τω̂ν γεωργω̂ν ὅσοι πλησίον ἐγεώργουν: τὰ δ' ἐπάνω τὸ μάχιμον αὐτὸ καθ' αὑτὸ μόνον γένος περὶ τὸ τη̂ς ̓Αθηνα̂ς ̔Ηφαίστου τε ἱερὸν κατῳκήκειν, οἱ̂ον μια̂ς οἰκίας κη̂πον ἑνὶ περιβόλῳ προσπεριβεβλημένοι. τὰ γὰρ πρόσβορρα αὐτη̂ς ᾤκουν οἰκίας κοινὰς καὶ συσσίτια χειμερινὰ κατασκευασάμενοι, καὶ πάντα ὅσα πρέποντ' ἠ̂ν τῃ̂ κοινῃ̂

[112c] πολιτείᾳ δι' οἰκοδομήσεων ὑπάρχειν αὐτω̂ν καὶ τω̂ν ἱερω̂ν, ἄνευ χρυσου̂ καὶ ἀργύρου--τούτοις γὰρ οὐδὲν οὐδαμόσε προσεχρω̂ντο, ἀλλὰ τὸ μέσον ὑπερηφανίας καὶ ἀνελευθερίας μεταδιώκοντες κοσμίας ᾠκοδομου̂ντο οἰκήσεις, ἐν αἱ̂ς αὐτοί τε καὶ ἐκγόνων ἔκγονοι καταγηρω̂ντες ἄλλοις ὁμοίοις τὰς αὐτὰς ἀεὶ παρεδίδοσαν--τὰ δὲ πρὸς νότου, κήπους καὶ γυμνάσια συσσίτιά τε ἀνέντες οἱ̂α θέρους, κατεχρω̂ντο ἐπὶ ταυ̂τα αὐτοι̂ς. κρήνη δ' ἠ̂ν μία κατὰ τὸν τη̂ς νυ̂ν ἀκροπόλεως τόπον, ἡ̂ς

[112d] ἀποσβεσθείσης ὑπὸ τω̂ν σεισμω̂ν τὰ νυ̂ν νάματα μικρὰ κύκλῳ καταλέλειπται, τοι̂ς δὲ τότε πα̂σιν παρει̂χεν ἄφθονον ῥευ̂μα, εὐκρὰς οὐ̂σα πρὸς χειμω̂νά τε καὶ θέρος. τούτῳ δὴ κατῴκουν τῳ̂ σχήματι, τω̂ν μὲν αὑτω̂ν πολιτω̂ν φύλακες, τω̂ν δὲ ἄλλων ̔Ελλήνων ἡγεμόνες ἑκόντων, πλη̂θος δὲ διαφυλάττοντες ὅτι μάλιστα ταὐτὸν αὑτω̂ν εἰ̂ναι πρὸς τὸν ἀεὶ χρόνον ἀνδρω̂ν καὶ γυναικω̂ν, τὸ δυνατὸν πολεμει̂ν ἤδη καὶ τὸ ἔτι, περὶ δύο

[112e] μάλιστα ὄντας μυριάδας. οὑ̂τοι μὲν οὐ̂ν δὴ τοιου̂τοί τε ὄντες αὐτοὶ καί τινα τοιου̂τον ἀεὶ τρόπον τήν τε αὑτω̂ν καὶ τὴν ̔Ελλάδα δίκῃ διοικου̂ντες, ἐπὶ+ πα̂σαν+ Εὐρώπην καὶ ̓Ασίαν+ κατά τε σωμάτων κάλλη καὶ κατὰ τὴν τω̂ν ψυχω̂ν παντοίαν ἀρετὴν ἐλλόγιμοι+́ τε ἠ̂σαν καὶ ὀνομαστότατοι πάντων τω̂ν τότε: τὰ δὲ δὴ τω̂ν ἀντιπολεμησάντων αὐτοι̂ς οἱ̂α ἠ̂ν ὥς τε ἀπ' ἀρχη̂ς ἐγένετο, μνήμης ἂν μὴ στερηθω̂μεν ὡ̂ν ἔτι παι̂δες ὄντες ἠκούσαμεν, εἰς τὸ μέσον αὐτὰ νυ̂ν ἀποδώσομεν ὑμι̂ν τοι̂ς φίλοις εἰ̂ναι κοινά.

[113a] τὸ δ' ἔτι βραχὺ πρὸ του̂ λόγου δει̂ δηλω̂σαι, μὴ πολλάκις ἀκούοντες ̔Ελληνικὰ βαρβάρων ἀνδρω̂ν ὀνόματα θαυμάζητε: τὸ γὰρ αἴτιον αὐτω̂ν πεύσεσθε. Σόλων, ἅτ' ἐπινοω̂ν εἰς τὴν αὑτου̂ ποίησιν καταχρήσασθαι τῳ̂ λόγῳ, διαπυνθανόμενος τὴν τω̂ν ὀνομάτων δύναμιν, ηὑ̂ρεν τούς τε Αἰγυπτίους τοὺς πρώτους ἐκείνους αὐτὰ γραψαμένους εἰς τὴν αὑτω̂ν φωνὴν μετενηνοχότας, αὐτός τε αὐ̂ πάλιν ἑκάστου τὴν διάνοιαν ὀνόματος

[113b] ἀναλαμβάνων εἰς τὴν ἡμετέραν ἄγων φωνὴν ἀπεγράφετο: καὶ ταυ̂τά γε δὴ τὰ γράμματα παρὰ τῳ̂ πάππῳ τ' ἠ̂ν καὶ ἔτ' ἐστὶν παρ' ἐμοὶ νυ̂ν, διαμεμελέτηταί τε ὑπ' ἐμου̂ παιδὸς ὄντος. ἂν οὐ̂ν ἀκούητε τοιαυ̂τα οἱ̂α καὶ τῃ̂δε ὀνόματα, μηδὲν ὑμι̂ν ἔστω θαυ̂μα: τὸ γὰρ αἴτιον αὐτω̂ν ἔχετε. μακρου̂ δὲ δὴ λόγου τοιάδε τις ἠ̂ν ἀρχὴ τότε. καθάπερ ἐν τοι̂ς πρόσθεν ἐλέχθη περὶ τη̂ς τω̂ν θεω̂ν λήξεως, ὅτι κατενείμαντο γη̂ν πα̂σαν ἔνθα μὲν μείζους

[113c] λήξεις, ἔνθα δὲ καὶ ἐλάττους, ἱερὰ θυσίας τε αὑτοι̂ς κατασκευάζοντες, οὕτω δὴ καὶ τὴν νη̂σον Ποσειδω̂ν τὴν ̓Ατλαντίδα λαχὼν ἐκγόνους αὑτου̂ κατῴκισεν ἐκ θνητη̂ς γυναικὸς γεννήσας ἔν τινι τόπῳ τοιῳ̂δε τη̂ς νήσου. πρὸς θαλάττης μέν, κατὰ δὲ μέσον πάσης πεδίον ἠ̂ν, ὃ δὴ πάντων πεδίων κάλλιστον ἀρετῃ̂ τε ἱκανὸν γενέσθαι λέγεται, πρὸς τῳ̂ πεδίῳ δὲ αὐ̂ κατὰ μέσον σταδίους ὡς πεντήκοντα ἀφεστὸς ἠ̂ν ὄρος βραχὺ πάντῃ. τούτῳ δ' ἠ̂ν ἔνοικος τω̂ν ἐκει̂ κατὰ ἀρχὰς ἐκ

[113d] γη̂ς ἀνδρω̂ν γεγονότων Εὐήνωρ μὲν ὄνομα, γυναικὶ δὲ συνοικω̂ν Λευκίππῃ: Κλειτὼ δὲ μονογενη̂ θυγατέρα ἐγεννησάσθην. ἤδη δ' εἰς ἀνδρὸς ὥραν ἡκούσης τη̂ς κόρης ἥ τε μήτηρ τελευτᾳ̂ καὶ ὁ πατήρ, αὐτη̂ς δὲ εἰς ἐπιθυμίαν Ποσειδω̂ν ἐλθὼν συμμείγνυται, καὶ τὸν γήλοφον, ἐν ᾡ̂ κατῴκιστο, ποιω̂ν εὐερκη̂ περιρρήγνυσιν κύκλῳ, θαλάττης γη̂ς τε ἐναλλὰξ ἐλάττους μείζους τε περὶ ἀλλήλους ποιω̂ν τροχούς, δύο μὲν γη̂ς, θαλάττης δὲ τρει̂ς οἱ̂ον τορνεύων ἐκ μέσης τη̂ς νήσου,

[113e] πάντῃ ἴσον ἀφεστω̂τας, ὥστε ἄβατον ἀνθρώποις εἰ̂ναι: πλοι̂α γὰρ καὶ τὸ πλει̂ν οὔπω τότε ἠ̂ν. αὐτὸς δὲ τήν τε ἐν μέσῳ νη̂σον οἱ̂α δὴ θεὸς εὐμαρω̂ς διεκόσμησεν, ὕδατα μὲν διττὰ ὑπὸ γη̂ς ἄνω πηγαι̂α κομίσας, τὸ μὲν θερμόν, ψυχρὸν δὲ ἐκ κρήνης ἀπορρέον ἕτερον, τροφὴν δὲ παντοίαν καὶ ἱκανὴν ἐκ τη̂ς γη̂ς ἀναδιδούς. παίδων δὲ ἀρρένων πέντε γενέσεις διδύμους γεννησάμενος ἐθρέψατο, καὶ τὴν νη̂σον τὴν ̓Ατλαντίδα πα̂σαν δέκα μέρη κατανείμας τω̂ν μὲν πρεσβυτάτων τῳ̂ προτέρῳ

[114a] γενομένῳ τήν τε μητρῴαν οἴκησιν καὶ τὴν κύκλῳ λη̂ξιν, πλείστην καὶ ἀρίστην οὐ̂σαν, ἀπένειμε, βασιλέα τε τω̂ν ἄλλων κατέστησε, τοὺς δὲ ἄλλους ἄρχοντας, ἑκάστῳ δὲ ἀρχὴν πολλω̂ν ἀνθρώπων καὶ τόπον πολλη̂ς χώρας ἔδωκεν. ὀνόματα δὲ πα̂σιν ἔθετο, τῳ̂ μὲν πρεσβυτάτῳ καὶ βασιλει̂ του̂το οὑ̂ δὴ καὶ πα̂σα ἡ νη̂σος τό τε πέλαγος ἔσχεν ἐπωνυμίαν, ̓Ατλαντικὸν λεχθέν, ὅτι τοὔνομ' ἠ̂ν τῳ̂ πρώτῳ βασιλεύσαντι

[114b] τότε ̓́Ατλας: τῳ̂ δὲ διδύμῳ μετ' ἐκει̂νόν τε γενομένῳ, λη̂ξιν δὲ ἄκρας τη̂ς νήσου πρὸς ̔Ηρακλείων στηλω̂ν εἰληχότι ἐπὶ τὸ τη̂ς Γαδειρικη̂ς νυ̂ν χώρας κατ' ἐκει̂νον τὸν τόπον ὀνομαζομένης, ̔Ελληνιστὶ μὲν Εὔμηλον, τὸ δ' ἐπιχώριον Γάδειρον, ὅπερ τ' ἠ̂ν ἐπίκλην ταύτῃ ὄνομ' ἂ<ν> παράσχοι. τοι̂ν δὲ δευτέροιν γενομένοιν τὸν μὲν ̓Αμφήρη, τὸν δὲ Εὐαίμονα ἐκάλεσεν: τρίτοις δέ, Μνησέα μὲν τῳ̂ προτέρῳ γενομένῳ,

[114c] τῳ̂ δὲ μετὰ του̂τον Αὐτόχθονα: τω̂ν δὲ τετάρτων ̓Ελάσιππον μὲν τὸν πρότερον, Μήστορα δὲ τὸν ὕστερον: ἐπὶ δὲ τοι̂ς πέμπτοις τῳ̂ μὲν ἔμπροσθεν ̓Αζάης ὄνομα ἐτέθη, τῳ̂ δ' ὑστέρῳ Διαπρέπης. οὑ̂τοι δὴ πάντες αὐτοί τε καὶ ἔκγονοι τούτων ἐπὶ γενεὰς πολλὰς ᾤκουν ἄρχοντες μὲν πολλω̂ν ἄλλων κατὰ τὸ πέλαγος νήσων, ἔτι δέ, ὥσπερ καὶ πρότερον ἐρρήθη, μέχρι τε Αἰγύπτου καὶ Τυρρηνίας τω̂ν ἐντὸς δευ̂ρο ἐπάρχοντες.

[114d] ̓́Ατλαντος δὴ πολὺ μὲν ἄλλο καὶ τίμιον γίγνεται γένος, βασιλεὺς δὲ ὁ πρεσβύτατος ἀεὶ τῳ̂ πρεσβυτάτῳ τω̂ν ἐκγόνων παραδιδοὺς ἐπὶ γενεὰς πολλὰς τὴν βασιλείαν διέσῳζον, πλου̂τον μὲν κεκτημένοι πλήθει τοσου̂τον, ὅσος οὔτε πω πρόσθεν ἐν δυναστείαις τισὶν βασιλέων γέγονεν οὔτε ποτὲ ὕστερον γενέσθαι ῥᾴδιος, κατεσκευασμένα δὲ πάντ' ἠ̂ν αὐτοι̂ς ὅσα ἐν πόλει καὶ ὅσα κατὰ τὴν ἄλλην χώραν ἠ̂ν ἔργον κατασκευάσασθαι. πολλὰ μὲν γὰρ διὰ τὴν ἀρχὴν αὐτοι̂ς προσῄειν

[114e] ἔξωθεν, πλει̂στα δὲ ἡ νη̂σος αὐτὴ παρείχετο εἰς τὰς του̂ βίου κατασκευάς, πρω̂τον μὲν ὅσα ὑπὸ μεταλλείας ὀρυττόμενα στερεὰ καὶ ὅσα τηκτὰ γέγονε, καὶ τὸ νυ̂ν ὀνομαζόμενον μόνον--τότε δὲ πλέον ὀνόματος ἠ̂ν τὸ γένος ἐκ γη̂ς ὀρυττόμενον ὀρειχάλκου κατὰ τόπους πολλοὺς τη̂ς νήσου, πλὴν χρυσου̂ τιμιώτατον ἐν τοι̂ς τότε ὄν--καὶ ὅσα ὕλη πρὸς τὰ τεκτόνων διαπονήματα παρέχεται, πάντα φέρουσα ἄφθονα, τά τε αὐ̂ περὶ τὰ ζῳ̂α ἱκανω̂ς ἥμερα καὶ ἄγρια τρέφουσα. καὶ δὴ καὶ ἐλεφάντων ἠ̂ν ἐν αὐτῃ̂ γένος πλει̂στον: νομὴ γὰρ τοι̂ς τε ἄλλοις ζῴοις, ὅσα καθ' ἕλη καὶ λίμνας καὶ ποταμούς, ὅσα

[115a] τ' αὐ̂ κατ' ὄρη καὶ ὅσα ἐν τοι̂ς πεδίοις νέμεται, σύμπασιν παρη̂ν ἅδην, καὶ τούτῳ κατὰ ταὐτὰ τῳ̂ ζῴῳ, μεγίστῳ πεφυκότι καὶ πολυβορωτάτῳ. πρὸς δὲ τούτοις, ὅσα εὐώδη τρέφει που γη̂ τὰ νυ̂ν, ῥιζω̂ν ἢ χλόης ἢ ξύλων ἢ χυλω̂ν στακτω̂ν εἴτε ἀνθω̂ν ἢ καρπω̂ν, ἔφερέν τε ταυ̂τα καὶ ἔτρεφεν εὐ̂: ἔτι δὲ τὸν ἥμερον καρπόν, τόν τε ξηρόν, ὃς ἡμι̂ν τη̂ς τροφη̂ς ἕνεκά ἐστιν, καὶ ὅσοις χάριν του̂ σίτου προσχρώμεθα--καλου̂μεν δὲ αὐτου̂

[115b] τὰ μέρη σύμπαντα ὄσπρια--καὶ τὸν ὅσος ξύλινος, πώματα καὶ βρώματα καὶ ἀλείμματα φέρων, παιδια̂ς τε ὃς ἕνεκα ἡδονη̂ς τε γέγονε δυσθησαύριστος ἀκροδρύων καρπός, ὅσα τε παραμύθια πλησμονη̂ς μεταδόρπια ἀγαπητὰ κάμνοντι τίθεμεν, ἅπαντα ταυ̂τα ἡ τότε [ποτὲ] οὐ̂σα ὑφ' ἡλίῳ νη̂σος ἱερὰ καλά τε καὶ θαυμαστὰ καὶ πλήθεσιν ἄπειρ' ἔφερεν. ταυ̂τα οὐ̂ν λαμβάνοντες πάντα παρὰ τη̂ς γη̂ς κατεσκευάζοντο τά τε

[115c] ἱερὰ καὶ τὰς βασιλικὰς οἰκήσεις καὶ τοὺς λιμένας καὶ τὰ νεώρια καὶ σύμπασαν τὴν ἄλλην χώραν, τοιᾳ̂δ' ἐν τάξει+ διακοσμου̂ντες. τοὺς τη̂ς θαλάττης τροχούς, οἳ περὶ τὴν ἀρχαίαν ἠ̂σαν μητρόπολιν, πρω̂τον μὲν ἐγεφύρωσαν, ὁδὸν ἔξω καὶ ἐπὶ τὰ βασίλεια ποιούμενοι. τὰ δὲ βασίλεια ἐν ταύτῃ τῃ̂ του̂ θεου̂ καὶ τω̂ν προγόνων κατοικήσει κατ' ἀρχὰς ἐποιήσαντο εὐθύς, ἕτερος δὲ παρ' ἑτέρου δεχόμενος, κεκοσμημένα κοσμω̂ν,

[115d] ὑπερεβάλλετο εἰς δύναμιν ἀεὶ τὸν ἔμπροσθεν, ἕως εἰς ἔκπληξιν μεγέθεσιν κάλλεσίν τε ἔργων ἰδει̂ν τὴν οἴκησιν ἀπηργάσαντο. διώρυχα μὲν γὰρ ἐκ τη̂ς θαλάττης ἀρχόμενοι τρίπλεθρον τὸ πλάτος, ἑκατὸν δὲ ποδω̂ν βάθος, μη̂κος δὲ πεντήκοντα σταδίων, ἐπὶ τὸν ἐξωτάτω τροχὸν συνέτρησαν, καὶ τὸν ἀνάπλουν ἐκ τη̂ς θαλάττης ταύτῃ πρὸς ἐκει̂νον ὡς εἰς λιμένα ἐποιήσαντο, διελόντες στόμα ναυσὶν ται̂ς μεγίσταις ἱκανὸν εἰσπλει̂ν. καὶ δὴ καὶ τοὺς τη̂ς γη̂ς τροχούς, οἳ τοὺς

[115e] τη̂ς θαλάττης διει̂ργον, κατὰ τὰς γεφύρας διει̂λον ὅσον μιᾳ̂ τριήρει διέκπλουν εἰς ἀλλήλους, καὶ κατεστέγασαν ἄνωθεν ὥστε τὸν ὑπόπλουν κάτωθεν εἰ̂ναι: τὰ γὰρ τω̂ν τη̂ς γη̂ς τροχω̂ν χείλη βάθος εἰ̂χεν ἱκανὸν ὑπερέχον τη̂ς θαλάττης. ἠ̂ν δὲ ὁ μὲν μέγιστος τω̂ν τροχω̂ν, εἰς ὃν ἡ θάλαττα συνετέτρητο, τριστάδιος τὸ πλάτος, ὁ δ' ἑξη̂ς τη̂ς γη̂ς ἴσος ἐκείνῳ: τοι̂ν δὲ δευτέροιν ὁ μὲν ὑγρὸς δυοι̂ν σταδίοιν πλάτος, ὁ δὲ ξηρὸς ἴσος αὐ̂ πάλιν τῳ̂ πρόσθεν ὑγρῳ̂: σταδίου δὲ ὁ

[116a] περὶ αὐτὴν τὴν ἐν μέσῳ νη̂σον περιθέων. ἡ δὲ νη̂σος, ἐν ᾑ̂ τὰ βασίλεια ἠ̂ν, πέντε σταδίων τὴν διάμετρον εἰ̂χεν. ταύτην δὴ κύκλῳ καὶ τοὺς τροχοὺς καὶ τὴν γέφυραν πλεθριαίαν τὸ πλάτος οὐ̂σαν ἔνθεν καὶ ἔνθεν λιθίνῳ περιεβάλλοντο τείχει, πύργους καὶ πύλας ἐπὶ τω̂ν γεφυρω̂ν κατὰ τὰς τη̂ς θαλάττης διαβάσεις ἑκασταχόσε ἐπιστήσαντες: τὸν δὲ λίθον ἔτεμνον ὑπὸ τη̂ς νήσου κύκλῳ τη̂ς ἐν μέσῳ καὶ ὑπὸ τω̂ν τροχω̂ν ἔξωθεν καὶ ἐντός, τὸν μὲν λευκόν, τὸν δὲ μέλανα,

[116b] τὸν δὲ ἐρυθρὸν ὄντα, τέμνοντες δὲ ἅμ' ἠργάζοντο νεωσοίκους κοίλους διπλου̂ς ἐντός, κατηρεφει̂ς αὐτῃ̂ τῃ̂ πέτρᾳ. καὶ τω̂ν οἰκοδομημάτων τὰ μὲν ἁπλα̂, τὰ δὲ μειγνύντες τοὺς λίθους ποικίλα ὕφαινον παιδια̂ς χάριν, ἡδονὴν αὐτοι̂ς σύμφυτον ἀπονέμοντες: καὶ του̂ μὲν περὶ τὸν ἐξωτάτω τροχὸν τείχους χαλκῳ̂ περιελάμβανον πάντα τὸν περίδρομον, οἱ̂ον ἀλοιφῃ̂ προσχρώμενοι, του̂ δ' ἐντὸς καττιτέρῳ περιέτηκον, τὸν δὲ

[116c] περὶ αὐτὴν τὴν ἀκρόπολιν ὀρειχάλκῳ μαρμαρυγὰς ἔχοντι πυρώδεις. τὰ δὲ δὴ τη̂ς ἀκροπόλεως ἐντὸς βασίλεια κατεσκευασμένα ὡ̂δ' ἠ̂ν. ἐν μέσῳ μὲν ἱερὸν ἅγιον αὐτόθι τη̂ς τε Κλειτου̂ς καὶ του̂ Ποσειδω̂νος ἄβατον ἀφει̂το, περιβόλῳ χρυσῳ̂ περιβεβλημένον, του̂τ' ἐν ᾡ̂ κατ' ἀρχὰς ἐφίτυσαν καὶ ἐγέννησαν τὸ τω̂ν δέκα βασιλειδω̂ν γένος: ἔνθα καὶ κατ' ἐνιαυτὸν ἐκ πασω̂ν τω̂ν δέκα λήξεων ὡραι̂α αὐτόσε ἀπετέλουν ἱερὰ ἐκείνων ἑκάστῳ. του̂ δὲ Ποσειδω̂νος αὐτου̂ νεὼς ἠ̂ν, σταδίου [116d] μὲν μη̂κος, εὐ̂ρος δὲ τρίπλεθρος, ὕψος δ' ἐπὶ τούτοις σύμμετρον ἰδει̂ν, εἰ̂δος δέ τι βαρβαρικὸν ἔχοντος. πάντα δὲ ἔξωθεν περιήλειψαν τὸν νεὼν ἀργύρῳ, πλὴν τω̂ν ἀκρωτηρίων, τὰ δὲ ἀκρωτήρια χρυσῳ̂: τὰ δ' ἐντός, τὴν μὲν ὀροφὴν ἐλεφαντίνην ἰδει̂ν πα̂σαν χρυσῳ̂ καὶ ἀργύρῳ καὶ ὀρειχάλκῳ πεποικιλμένην, τὰ δὲ ἄλλα πάντα τω̂ν τοίχων τε καὶ κιόνων καὶ ἐδάφους ὀρειχάλκῳ περιέλαβον. χρυσα̂ δὲ ἀγάλματα ἐνέστησαν, τὸν μὲν θεὸν ἐφ' ἅρματος ἑστω̂τα ἓξ ὑποπτέρων

[116e] ἵππων ἡνίοχον, αὐτόν τε ὑπὸ μεγέθους τῃ̂ κορυφῃ̂ τη̂ς ὀροφη̂ς ἐφαπτόμενον, Νηρῃ̂δας δὲ ἐπὶ δελφίνων ἑκατὸν κύκλῳ-- τοσαύτας γὰρ ἐνόμιζον αὐτὰς οἱ τότε εἰ̂ναι--πολλὰ δ' ἐντὸς ἄλλα ἀγάλματα ἰδιωτω̂ν ἀναθήματα ἐνη̂ν. περὶ δὲ τὸν νεὼν ἔξωθεν εἰκόνες ἁπάντων ἕστασαν ἐκ χρυσου̂, τω̂ν γυναικω̂ν καὶ αὐτω̂ν ὅσοι τω̂ν δέκα ἐγεγόνεσαν βασιλέων, καὶ πολλὰ ἕτερα ἀναθήματα μεγάλα τω̂ν τε βασιλέων καὶ ἰδιωτω̂ν ἐξ αὐτη̂ς τε τη̂ς πόλεως καὶ τω̂ν ἔξωθεν ὅσων ἐπη̂ρχον. Βωμός

[117a] τε δὴ συνεπόμενος ἠ̂ν τὸ μέγεθος καὶ τὸ τη̂ς ἐργασίας ταύτῃ τῃ̂ κατασκευῃ̂, καὶ τὰ βασίλεια κατὰ τὰ αὐτὰ πρέποντα μὲν τῳ̂ τη̂ς ἀρχη̂ς μεγέθει, πρέποντα δὲ τῳ̂ περὶ τὰ ἱερὰ κόσμῳ. ται̂ς δὲ δὴ κρήναις, τῃ̂ του̂ ψυχρου̂ καὶ τῃ̂ του̂ θερμου̂ νάματος, πλη̂θος μὲν ἄφθονον ἐχούσαις, ἡδονῃ̂ δὲ καὶ ἀρετῃ̂ τω̂ν ὑδάτων πρὸς ἑκατέρου τὴν χρη̂σιν θαυμαστου̂ πεφυκότος, ἐχρω̂ντο περιστήσαντες οἰκοδομήσεις καὶ δένδρων φυτεύσεις πρεπούσας [117b] ὕδασι, δεξαμενάς τε αὐ̂ τὰς μὲν ὑπαιθρίους, τὰς δὲ χειμερινὰς τοι̂ς θερμοι̂ς λουτροι̂ς ὑποστέγους περιτιθέντες, χωρὶς μὲν βασιλικάς, χωρὶς δὲ ἰδιωτικάς, ἔτι δὲ γυναιξὶν ἄλλας καὶ ἑτέρας ἵπποις καὶ τοι̂ς ἄλλοις ὑποζυγίοις, τὸ πρόσφορον τη̂ς κοσμήσεως ἑκάστοις ἀπονέμοντες. τὸ δὲ ἀπορρέον ἠ̂γον ἐπὶ τὸ του̂ Ποσειδω̂νος ἄλσος, δένδρα παντοδαπὰ κάλλος ὕψος τε δαιμόνιον ὑπ' ἀρετη̂ς τη̂ς γη̂ς ἔχοντα, καὶ ἐπὶ τοὺς ἔξω κύκλους δι' ὀχετω̂ν κατὰ τὰς γεφύρας

[117c] ἐπωχέτευον: οὑ̂ δὴ πολλὰ μὲν ἱερὰ καὶ πολλω̂ν θεω̂ν, πολλοὶ δὲ κη̂ποι καὶ πολλὰ γυμνάσια ἐκεχειρούργητο, τὰ μὲν ἀνδρω̂ν, τὰ δὲ ἵππων χωρὶς ἐν ἑκατέρᾳ τῃ̂ τω̂ν τροχω̂ν νήσῳ, τά τε ἄλλα καὶ κατὰ μέσην τὴν μείζω τω̂ν νήσων ἐξῃρημένος ἱππόδρομος ἠ̂ν αὐτοι̂ς, σταδίου τὸ πλάτος ἔχων, τὸ δὲ μη̂κος περὶ τὸν κύκλον ὅλον ἀφει̂το εἰς ἅμιλλαν τοι̂ς ἵπποις. δορυφορικαὶ δὲ περὶ αὐτὸν ἔνθεν τε καὶ ἔνθεν οἰκήσεις ἠ̂σαν

[117d] τῳ̂ πλήθει τω̂ν δορυφόρων: τοι̂ς δὲ πιστοτέροις ἐν τῳ̂ μικροτέρῳ τροχῳ̂ καὶ πρὸς τη̂ς ἀκροπόλεως μα̂λλον ὄντι διετέτακτο ἡ φρουρά, τοι̂ς δὲ πάντων διαφέρουσιν πρὸς πίστιν ἐντὸς τη̂ς ἀκροπόλεως περὶ τοὺς βασιλέας αὐτοὺς ἠ̂σαν οἰκήσεις δεδομέναι. τὰ δὲ νεώρια τριήρων μεστὰ ἠ̂ν καὶ σκευω̂ν ὅσα τριήρεσιν προσήκει, πάντα δὲ ἐξηρτυμένα ἱκανω̂ς. καὶ τὰ μὲν δὴ περὶ τὴν τω̂ν βασιλέων οἴκησιν οὕτω κατεσκεύαστο: διαβάντι δὲ τοὺς λιμένας ἔξω τρει̂ς ὄντας ἀρξάμενον ἀπὸ

[117e] τη̂ς θαλάττης ᾔειν ἐν κύκλῳ τει̂χος, πεντήκοντα σταδίους του̂ μεγίστου τροχου̂ τε καὶ λιμένος ἀπέχον πανταχῃ̂, καὶ συνέκλειεν εἰς ταὐτὸν πρὸς τὸ τη̂ς διώρυχος στόμα τὸ πρὸς θαλάττης. του̂το δὴ πα̂ν συνῳκει̂το μὲν ὑπὸ πολλω̂ν καὶ πυκνω̂ν οἰκήσεων, ὁ δὲ ἀνάπλους καὶ ὁ μέγιστος λιμὴν ἔγεμεν πλοίων καὶ ἐμπόρων ἀφικνουμένων πάντοθεν, φωνὴν καὶ θόρυβον παντοδαπὸν κτύπον τε μεθ' ἡμέραν καὶ διὰ νυκτὸς ὑπὸ πλήθους παρεχομένων. τὸ μὲν οὐ̂ν ἄστυ καὶ τὸ περὶ τὴν ἀρχαίαν οἴκησιν σχεδὸν ὡς τότ' ἐλέχθη νυ̂ν διεμνημόνευται: τη̂ς δ' ἄλλης χώρας

[118a] ὡς ἡ φύσις εἰ̂χεν καὶ τὸ τη̂ς διακοσμήσεως εἰ̂δος, ἀπομνημονευ̂σαι πειρατέον. πρω̂τον μὲν οὐ̂ν ὁ τόπος ἅπας ἐλέγετο σφόδρα τε ὑψηλὸς καὶ ἀπότομος ἐκ θαλάττης, τὸ δὲ περὶ τὴν πόλιν πα̂ν πεδίον, ἐκείνην μὲν περιέχον, αὐτὸ δὲ κύκλῳ περιεχόμενον ὄρεσιν μέχρι πρὸς τὴν θάλατταν καθειμένοις, λει̂ον καὶ ὁμαλές, πρόμηκες δὲ πα̂ν, ἐπὶ μὲν θάτερα τρισχιλίων σταδίων, κατὰ δὲ μέσον ἀπὸ θαλάττης ἄνω δισχιλίων.

[118b] ὁ δὲ τόπος οὑ̂τος ὅλης τη̂ς νήσου πρὸς νότον ἐτέτραπτο, ἀπὸ τω̂ν ἄρκτων κατάβορρος. τὰ δὲ περὶ αὐτὸν ὄρη τότε ὑμνει̂το πλη̂θος καὶ μέγεθος καὶ κάλλος παρὰ πάντα τὰ νυ̂ν ὄντα γεγονέναι, πολλὰς μὲν κώμας καὶ πλουσίας περιοίκων ἐν ἑαυτοι̂ς ἔχοντα, ποταμοὺς δὲ καὶ λίμνας καὶ λειμω̂νας τροφὴν τοι̂ς πα̂σιν ἡμέροις καὶ ἀγρίοις ἱκανὴν θρέμμασιν, ὕλην δὲ καὶ πλήθει καὶ γένεσι ποικίλην σύμπασίν τε τοι̂ς ἔργοις καὶ πρὸς ἕκαστα ἄφθονον. ὡ̂δε οὐ̂ν τὸ πεδίον φύσει

[118c] καὶ ὑπὸ βασιλέων πολλω̂ν ἐν πολλῳ̂ χρόνῳ διεπεπόνητο. τετράγωνον μὲν αὔθ' ὑπη̂ρχεν τὰ πλει̂στ' ὀρθὸν καὶ πρόμηκες, ὅτι δὲ ἐνέλειπε, κατηύθυντο τάφρου κύκλῳ περιορυχθείσης: τὸ δὲ βάθος καὶ πλάτος τό τε μη̂κος αὐτη̂ς ἄπιστον μὲν λεχθέν, ὡς χειροποίητον ἔργον, πρὸς τοι̂ς ἄλλοις διαπονήμασι τοσου̂τον εἰ̂ναι, ῥητέον δὲ ὅ γε ἠκούσαμεν: πλέθρου μὲν γὰρ βάθος ὀρώρυκτο, τὸ δὲ πλάτος ἁπάντῃ σταδίου,

[118d] περὶ δὲ πα̂ν τὸ πεδίον ὀρυχθει̂σα συνέβαινεν εἰ̂ναι τὸ μη̂κος σταδίων μυρίων. τὰ δ' ἐκ τω̂ν ὀρω̂ν καταβαίνοντα ὑποδεχομένη ῥεύματα καὶ περὶ τὸ πεδίον κυκλωθει̂σα, πρὸς τὴν πόλιν ἔνθεν τε καὶ ἔνθεν ἀφικομένη, ταύτῃ πρὸς θάλατταν μεθει̂το ἐκρει̂ν. ἄνωθεν δὲ ἀπ' αὐτη̂ς τὸ πλάτος μάλιστα ἑκατὸν ποδω̂ν διώρυχες εὐθει̂αι τετμημέναι κατὰ τὸ πεδίον πάλιν εἰς τὴν τάφρον τὴν πρὸς θαλάττης ἀφει̂ντο, ἑτέρα δὲ ἀφ' ἑτέρας αὐτω̂ν σταδίους ἑκατὸν ἀπει̂χεν: ᾑ̂ δὴ τήν

[118e] τε ἐκ τω̂ν ὀρω̂ν ὕλην κατη̂γον εἰς τὸ ἄστυ καὶ τἀ̂λλα δὲ ὡραι̂α πλοίοις κατεκομίζοντο, διάπλους ἐκ τω̂ν διωρύχων εἰς ἀλλήλας τε πλαγίας καὶ πρὸς τὴν πόλιν τεμόντες. καὶ δὶς δὴ του̂ ἐνιαυτου̂ τὴν γη̂ν ἐκαρπου̂ντο, χειμω̂νος μὲν τοι̂ς ἐκ Διὸς ὕδασι χρώμενοι, θέρους δὲ ὅσα γη̂ φέρει τὰ ἐκ τω̂ν διωρύχων ἐπάγοντες νάματα. πλη̂θος δέ, τω̂ν μὲν ἐν τῳ̂ πεδίῳ χρησίμων πρὸς πόλεμον ἀνδρω̂ν ἐτέτακτο τὸν

[119a] κλη̂ρον ἕκαστον παρέχειν ἄνδρα ἡγεμόνα, τὸ δὲ του̂ κλήρου μέγεθος εἰς δέκα δεκάκις ἠ̂ν στάδια, μυριάδες δὲ συμπάντων τω̂ν κλήρων ἠ̂σαν ἕξ: τω̂ν δ' ἐκ τω̂ν ὀρω̂ν καὶ τη̂ς ἄλλης χώρας ἀπέραντος μὲν ἀριθμὸς ἀνθρώπων ἐλέγετο, κατὰ δὲ τόπους καὶ κώμας εἰς τούτους τοὺς κλήρους πρὸς τοὺς ἡγεμόνας ἅπαντες διενενέμηντο. τὸν οὐ̂ν ἡγεμόνα ἠ̂ν τεταγμένον εἰς τὸν πόλεμον παρέχειν ἕκτον μὲν ἅρματος πολεμιστηρίου μόριον εἰς μύρια ἅρματα, ἵππους δὲ δύο καὶ

[119b] ἀναβάτας, ἔτι δὲ συνωρίδα χωρὶς δίφρου καταβάτην τε μικράσπιδα καὶ τὸν ἀμφοι̂ν μετ' ἐπιβάτην τοι̂ν ἵπποιν ἡνίοχον ἔχουσαν, ὁπλίτας δὲ δύο καὶ τοξότας σφενδονήτας τε ἑκατέρους δύο, γυμνη̂τας δὲ λιθοβόλους καὶ ἀκοντιστὰς τρει̂ς ἑκατέρους, ναύτας δὲ τέτταρας εἰς πλήρωμα διακοσίων καὶ χιλίων νεω̂ν. τὰ μὲν οὐ̂ν πολεμιστήρια οὕτω διετέτακτο τη̂ς βασιλικη̂ς πόλεως, τω̂ν δὲ ἐννέα ἄλλα ἄλλως, ἃ μακρὸς ἂν χρόνος εἴη λέγειν.

[119c] τὰ δὲ τω̂ν ἀρχω̂ν καὶ τιμω̂ν ὡ̂δ' εἰ̂χεν ἐξ ἀρχη̂ς διακοσμηθέντα. τω̂ν δέκα βασιλέων εἱ̂ς ἕκαστος ἐν μὲν τῳ̂ καθ' αὑτὸν μέρει κατὰ τὴν αὑτου̂ πόλιν τω̂ν ἀνδρω̂ν καὶ τω̂ν πλείστων νόμων ἠ̂ρχεν, κολάζων καὶ ἀποκτεινὺς ὅντιν' ἐθελήσειεν: ἡ δὲ ἐν ἀλλήλοις ἀρχὴ καὶ κοινωνία κατὰ ἐπιστολὰς ἠ̂ν τὰς του̂ Ποσειδω̂νος, ὡς ὁ νόμος αὐτοι̂ς παρέδωκεν καὶ γράμματα ὑπὸ τω̂ν πρώτων ἐν στήλῃ γεγραμμένα

[119d] ὀρειχαλκίνῃ, ἣ κατὰ μέσην τὴν νη̂σον ἔκειτ' ἐν ἱερῳ̂ Ποσειδω̂νος, οἱ̂ δὴ δι' ἐνιαυτου̂ πέμπτου, τοτὲ δὲ ἐναλλὰξ ἕκτου, συνελέγοντο, τῳ̂ τε ἀρτίῳ καὶ τῳ̂ περιττῳ̂ μέρος ἴσον ἀπονέμοντες, συλλεγόμενοι δὲ περί τε τω̂ν κοινω̂ν ἐβουλεύοντο καὶ ἐξήταζον εἴ τίς τι παραβαίνοι, καὶ ἐδίκαζον. ὅτε δὲ δικάζειν μέλλοιεν, πίστεις ἀλλήλοις τοιάσδε ἐδίδοσαν πρότερον. ἀφέτων ὄντων ταύρων ἐν τῳ̂ του̂ Ποσειδω̂νος ἱερῳ̂, μόνοι γιγνόμενοι δέκα ὄντες, ἐπευξάμενοι τῳ̂ θεῳ̂ τὸ κεχαρισμένον

[119e] αὐτῳ̂ θυ̂μα ἑλει̂ν, ἄνευ σιδήρου ξύλοις καὶ βρόχοις ἐθήρευον, ὃν δὲ ἕλοιεν τω̂ν ταύρων, πρὸς τὴν στήλην προσαγαγόντες κατὰ κορυφὴν αὐτη̂ς ἔσφαττον κατὰ τω̂ν γραμμάτων. ἐν δὲ τῃ̂ στήλῃ πρὸς τοι̂ς νόμοις ὅρκος ἠ̂ν μεγάλας ἀρὰς ἐπευχόμενος τοι̂ς ἀπειθου̂σιν. ὅτ' οὐ̂ν κατὰ τοὺς

[120a] αὑτω̂ν νόμους θύσαντες καθαγίζοιεν πάντα του̂ ταύρου τὰ μέλη, κρατη̂ρα κεράσαντες ὑπὲρ ἑκάστου θρόμβον ἐνέβαλλον αἵματος, τὸ δ' ἄλλ' εἰς τὸ πυ̂ρ ἔφερον, περικαθήραντες τὴν στήλην: μετὰ δὲ του̂το χρυσαι̂ς φιάλαις ἐκ του̂ κρατη̂ρος ἀρυτόμενοι, κατὰ του̂ πυρὸς σπένδοντες ἐπώμνυσαν δικάσειν τε κατὰ τοὺς ἐν τῃ̂ στήλῃ νόμους καὶ κολάσειν εἴ τίς τι πρότερον παραβεβηκὼς εἴη, τό τε αὐ̂ μετὰ του̂το μηδὲν τω̂ν γραμμάτων ἑκόντες παραβήσεσθαι, μηδὲ ἄρξειν μηδὲ ἄρχοντι

[120b] πείσεσθαι πλὴν κατὰ τοὺς του̂ πατρὸς ἐπιτάττοντι νόμους. ταυ̂τα ἐπευξάμενος ἕκαστος αὐτω̂ν αὑτῳ̂ καὶ τῳ̂ ἀφ' αὑτου̂ γένει+, πιὼν καὶ ἀναθεὶς τὴν φιάλην εἰς τὸ ἱερὸν του̂ θεου̂, περὶ τὸ δει̂πνον καὶ τἀναγκαι̂α διατρίψας, ἐπειδὴ γίγνοιτο σκότος καὶ τὸ πυ̂ρ ἐψυγμένον τὸ περὶ τὰ θύματα εἴη, πάντες οὕτως ἐνδύντες ὅτι καλλίστην κυανη̂ν στολήν, ἐπὶ τὰ τω̂ν ὁρκωμοσίων καύματα χαμαὶ καθίζοντες, νύκτωρ,

[120c] πα̂ν τὸ περὶ τὸ ἱερὸν ἀποσβεννύντες πυ̂ρ, ἐδικάζοντό τε καὶ ἐδίκαζον εἴ τίς τι παραβαίνειν αὐτω̂ν αἰτιῳ̂τό τινα+: δικάσαντες δέ, τὰ δικασθέντα, ἐπειδὴ φω̂ς γένοιτο, ἐν χρυσῳ̂ πίνακι γράψαντες μετὰ τω̂ν στολω̂ν μνημει̂α ἀνετίθεσαν. νόμοι δὲ πολλοὶ μὲν ἄλλοι περὶ τὰ γέρα τω̂ν βασιλέων ἑκάστων ἠ̂σαν ἴδιοι, τὰ δὲ μέγιστα, μήτε ποτὲ ὅπλα ἐπ' ἀλλήλους οἴσειν βοηθήσειν τε πάντας, ἄν πού τις αὐτω̂ν ἔν τινι πόλει τὸ βασιλικὸν καταλύειν ἐπιχειρῃ̂ γένος, κοινῃ̂

[120d] δέ, καθάπερ οἱ πρόσθεν, βουλευόμενοι τὰ δόξαντα περὶ πολέμου καὶ τω̂ν ἄλλων πράξεων, ἡγεμονίαν ἀποδιδόντες τῳ̂ ̓Ατλαντικῳ̂ γένει. θανάτου δὲ τὸν βασιλέα τω̂ν συγγενω̂ν μηδενὸς εἰ̂ναι κύριον, ὃν ἂν μὴ τω̂ν δέκα τοι̂ς ὑπὲρ ἥμισυ δοκῃ̂. ταύτην δὴ τοσαύτην καὶ τοιαύτην δύναμιν ἐν ἐκείνοις τότε οὐ̂σαν τοι̂ς τόποις ὁ θεὸς ἐπὶ τούσδε αὐ̂ τοὺς τόπους συντάξας ἐκόμισεν ἔκ τινος τοια̂σδε, ὡς λόγος, προφάσεως.

[120e] ἐπὶ πολλὰς μὲν γενεάς, μέχριπερ ἡ του̂ θεου̂ φύσις αὐτοι̂ς ἐξήρκει, κατήκοοί τε ἠ̂σαν τω̂ν νόμων καὶ πρὸς τὸ συγγενὲς θει̂ον φιλοφρόνως εἰ̂χον: τὰ γὰρ φρονήματα ἀληθινὰ καὶ πάντῃ μεγάλα ἐκέκτηντο, πρᾳότητι μετὰ φρονήσεως πρός τε τὰς ἀεὶ συμβαινούσας τύχας καὶ πρὸς ἀλλήλους χρώμενοι, διὸ πλὴν ἀρετη̂ς πάντα ὑπερορω̂ντες μικρὰ ἡγου̂ντο

[121a] τὰ παρόντα καὶ ῥᾳδίως ἔφερον οἱ̂ον ἄχθος τὸν του̂ χρυσου̂ τε καὶ τω̂ν ἄλλων κτημάτων ὄγκον, ἀλλ' οὐ μεθύοντες ὑπὸ τρυφη̂ς διὰ πλου̂τον ἀκράτορες αὑτω̂ν ὄντες ἐσφάλλοντο, νήφοντες δὲ ὀξὺ καθεώρων ὅτι καὶ ταυ̂τα πάντα ἐκ φιλίας τη̂ς κοινη̂ς μετ' ἀρετη̂ς αὐξάνεται, τῃ̂ δὲ τούτων σπουδῃ̂ καὶ τιμῃ̂ φθίνει ταυ̂τά τε αὐτὰ κἀκείνη συναπόλλυται τούτοις. ἐκ δὴ λογισμου̂ τε τοιούτου καὶ φύσεως θείας παραμενούσης πάντ' αὐτοι̂ς ηὐξήθη ἃ πρὶν διήλθομεν. ἐπεὶ δ' ἡ του̂ θεου̂ μὲν μοι̂ρα ἐξίτηλος ἐγίγνετο ἐν αὐτοι̂ς πολλῳ̂ τῳ̂ θνητῳ̂ καὶ

[121b] πολλάκις ἀνακεραννυμένη, τὸ δὲ ἀνθρώπινον ἠ̂θος ἐπεκράτει, τότε ἤδη τὰ παρόντα φέρειν ἀδυνατου̂ντες ἠσχημόνουν, καὶ τῳ̂ δυναμένῳ μὲν ὁρα̂ν αἰσχροὶ κατεφαίνοντο, τὰ κάλλιστα ἀπὸ τω̂ν τιμιωτάτων ἀπολλύντες, τοι̂ς δὲ ἀδυνατου̂σιν ἀληθινὸν πρὸς εὐδαιμονίαν βίον ὁρα̂ν τότε δὴ μάλιστα πάγκαλοι μακάριοί τε ἐδοξάζοντο εἰ̂ναι, πλεονεξίας ἀδίκου καὶ δυνάμεως ἐμπιμπλάμενοι. θεὸς δὲ ὁ θεω̂ν Ζεὺς ἐν νόμοις βασιλεύων, ἅτε δυνάμενος καθορα̂ν τὰ τοιαυ̂τα, ἐννοήσας γένος ἐπιεικὲς ἀθλίως διατιθέμενον, δίκην αὐτοι̂ς

[121c] ἐπιθει̂ναι βουληθείς, ἵνα γένοιντο ἐμμελέστεροι σωφρονισθέντες, συνήγειρεν θεοὺς πάντας εἰς τὴν τιμιωτάτην αὐτω̂ν οἴκησιν, ἣ δὴ κατὰ μέσον παντὸς του̂ κόσμου βεβηκυι̂α καθορᾳ̂ πάντα ὅσα γενέσεως μετείληφεν, καὶ συναγείρας εἰ̂πεν--...

σε άλλες γλώσσες