Κανόνες Δ΄ Οικουμενικής Συνόδου

Από Βικιθήκη



Κανόνες τῆς ἐν Χαλκηδόνι Ἁγίας καὶ Οἰκουμενικῆς Δ' Συνόδου

Συνεκλήθη ὑπὸ τοῦ Αὐτοκράτορος τῶν Ῥωμαίων
Μαρκιανοῦ ἐν Χαλκηδόνι


451 μ.Χ.


Κανόνες
Α' - Β' - Γ' - Δ' - Ε' - ΣΤ' - Ζ' - Η' - Θ' - Ι' - ΙΑ' - ΙΒ' - ΙΓ' - ΙΔ' - ΙΕ' - ΙΣΤ' - ΙΖ' - ΙΗ' - ΙΘ' - Κ' - ΚΑ' - ΚΒ' - ΚΓ' - ΚΔ' - ΚΕ' - ΚΣΤ' - ΚΖ' - ΚΗ' - ΚΘ' - Λ'


                                                    ΠΡΟΛΕΓΟΜΕΝΑ

Ἡ ἁγία καὶ Οἰκουμενικὴ Τετάρτη Σύνοδος συνεκροτήθη κατὰ τὸ 451 ἔτος ἀπὸ Χριστοῦ, ἐν Χαλκηδόνι, πόλει ἐπισήμῳ τῆς Βιθυνίας, ἐπὶ Μαρκιανοῦ Αὐτοκράτορος, καὶ Πουλχερίας(1). Πατέρες δὲ ᾖσαν ἐν αὐτῇ τὸν ἀριθμὸν ἑξακόσιοι τριάντα, ἀπὸ τοὺς ὁποίους οἱ λογάδες καὶ ὑπερέχοντες ᾖσαν, Ἀνατόλιος ὁ Κωνσταντινουπόλεως, Πασχασῖνος, καὶ Λουκίνσιος Ἐπίσκοπος, σὺν Βονιφατίω, καὶ Βασιλείῳ Πρεσβυτέροις, μὲ τοὺς ὁποίους ἦσαν καὶ Ἰουλιανὸς Ἐπίσκοπος, ἐπέχοντες τὸν τόπον τοῦ ἁγιωτάτου Λέοντος Ῥώμης, Μάξιμος ὁ Ἀντιοχείας, Ἰουβενάλιος ὁ Ἱεροσολύμων, οἵτινες κατεδίκασαν καὶ τῷ ἀναθέματι παρέπεμψαν τὸν δυστυχῆ Εὐτυχῇ Ἀρχιμανδρίτην, καὶ τὸν αὐτοῦ ὑπερασπιστὴν Διόσκορον τὸν μετὰ τὸν Κύριλλον γεγονότα Ἀλεξανδρείας Ἐπίσκοπον. Οὔτοι γὰρ εἰς τὴν ἐναντίαν πλάνην τοῦ Νεστορίου πεσόντες, εἰς τὴν ὁμοίαν ἐκείνου ἀπώλειαν συγκατέπεσον• διότι, ἐκεῖνος μὲν εἰς δύω πρόσωπα, καὶ δύο ὑποστάσεις τὸν ἕνα Χριστὸν ἐμέριζεν, οὔτοι δὲ τάς δύω τοῦ Χριστοῦ φύσεις θεότητα καὶ ἀνθρωπότητα, ἐξ ᾧν συντίθεται, καὶ ἐν αἷς γνωρίζεται καὶ προσκυνεῖται, εἰς μίαν φύσιν τολμηρῶς συνέχεον, μὴ νοοῦντες οἱ ἄφρονες, ὅτι ἐκ τοῦ δυσσεβοῦς τούτου φρονήματος συμπαιραίνεται νά μὴ ἦναι ὁ Χριστὸς τῆς αὐτῆς φύσεως τοῦ Πατρός, καὶ τῆς αὐτῆς φύσεως τῶν ἀνθρώπων, ἀλλὰ ἄλλης τίνος (2). Ὅθεν ἡ ἁγία αὐτὴ Σύνοδος ἀκολουθοῦσα εἰς τὸ Σύμβολον τῆς ἐν Νικαία α΄. καὶ τῆς ἐν Κωνσταντινουπόλει β΄. καὶ εἰς τὴν ἐπιστολὴν τοῦ Κυρίλλου Ἀλεξανδρείας, ταὐτὸν εἰπεῖν εἰς τὸν ὄρον τῆς ἐν Ἐφέσω Γ΄. ἀλλὰ δὴ καὶ εἰς τήν τοῦ ἁγιωτάτου Λέοντος Ῥώμης ἐπιστολὴν (3), τὸ μὲν κοινὸν Σύμβολον τῆς ἐν Νικαία α΄. Συνόδου, καὶ ἐν Κωνσταντινουπόλει β΄. ἀφῆκεν ἀνεπηρέαστον, ἀναθεματίσασα ἐκείνους ὅπου τολμήσουν νά προσθέσουν, ἤ να ἀφαιρέσουν ἀπὸ αὐτό, ἴδιον δὲ ὄρον τῆς ὀρθοδόξου πίστεως ἐποίησεν, ἔχοντα ἐπὶ λέξεως ταῦτα• (πράξ. ε΄.) «ἑπόμενοι τοίνυν τοῖς θείοις Πατράσιν, ἕνα καὶ τὸν αὐτὸν ὁμολογεῖν Υἱὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, συμφώνως ἅπαντες ἐκδιδάσκομεν, τέλειον τὸν αὐτὸν ἐν Θεότητι, καὶ τέλειον τὸν αὐτὸν ἐν ἀνθρωπότητι. Θεὸν ἀληθῶς, καὶ Ἄνθρωπον ἀληθῶς τὸν αὐτὸν ἐκ ψυχῆς καὶ σώματος, Ὁμοούσιον τῷ Πατρὶ κατὰ τὴν Θεότητα, καὶ ὁμοούσιον τὸν αὐτὸν ἡμῖν κατὰ τὴν ἀνθρωπότητα, κατὰ πάντα ὅμοιον ἡμῖν, χωρὶς ἁμαρτίας. Πρὸ αἰώνων μὲν ἐκ τοῦ Πατρὸς γεννηθέντα κατὰ τὴν Θεότητα, ἐπ’ ἐσχάτων δὲ τῶν ἡμέρων, τὸν αὐτὸν δι’ ἡμᾶς, καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν, ἐκ Μαρίας τῆς Παρθένου τῆς Θεοτόκου, κατὰ τὴν ἀνθρωπότητα. Ἕνα καὶ τὸν αὐτὸν Χριστόν, Υἱόν, Κύριον, Μονογενῆ, εν δύο φύσεσι ἀσυγχύτως, ἀτρέπτως, ἀδιαιρέτως, ἀχωρίστως γνωριζόμενον,(1) οὐδαμοῦ τῆς τῶν φύσεων διαφοράς ἀνῃρημένης διὰ τὴν ἕνωσιν, σῳζομένης δὲ μᾶλλον τῆς ἰδιότητος ἑκατέρας φύσεως, καὶ εἰς ἐν πρόσωπον, καὶ μίαν ὑπόστασιν συντρεχούσης. Οὐκ εἰς δύω πρόσωπα μεριζόμενον, ἤ διαιρούμενον, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν Υἱόν, καὶ μονογενῆ Θεὸν Λόγον, Κύριον Ἰησοῦν Χριστόν, καθάπερ ἄνωθεν οἱ Προφῆται περὶ αὐτοῦ, καὶ αὐτὸς ἡμᾶς ὁ Κύριος Ἰησοῦς Χριστὸς ἐξεπαίδευσε, καὶ τὸ τῶν Πατέρων ἡμῖν παραδέδωκε Σύμβολον.» Ἀκύρωσε δὲ ἡ Σύνοδος αὐτὴ καὶ τὸ πρὸ τοῦ, ἐν Ἐφέσω συστὰν λῃστρικὸν συνέδριον ἐν ἔτει 448, ἐν ᾧ ὁ μὲν Διόσκορος προΐστατο, τὸν Εὐτυχῆ ὑπερασπιζόμενος, οἱ δὲ τοῦ Ῥώμης τοποτηρηταὶ οὐκ εἱσηκούοντο, ὁ δὲ ἅγιος Φλαυϊανὸς Κωνσταντινουπόλεως, λακτισθείς, καὶ μὲ πολλὰς μάστιγας πληγωθείς, ἐτελεύτησεν. Ἐν τῇ Συνόδῳ ταύτῃ (πράξ. η΄.) ὁ μακάριος Θεοδώρητος εἰπών• «Ἀνάθεμα Νεστορίω, καὶ τῷ μὴ λέγοντι Θεοτόκον τὴν Ἁγίαν Μαρίαν, καὶ τῷ μερίζοντι τὸν ἕνα Υἱὸν τὸν μονογενῆ.» Ἀλλὰ καὶ τὸν Εὐτυχῆ ἀναθεματίσας, καὶ πᾶσαν αἵρεσιν, καὶ ὑπογράψας εἰς τὰ παρὰ τῆς Συνόδου ψηφισθέντα, ἐδικαιώθη, καὶ ἐκάθισεν εἰς τὸν τόπον αὐτοῦ ἐν τῇ Συνόδῳ, καὶ τὴν ἐπαρχίαν αὐτοῦ ἀνέλαβε. Κοντὰ δὲ εἰς ταὐτὰ πάντα, καὶ τοὺς παρόντας τριάκοντα Κανόνας ἐξέδωκεν, εὐρισκομένους ἐν τῇ ιε΄. πράξει αὐτῆς, ἐπικυρουμένους μὲν καὶ βεβαιουμένους ὀνομαστὶ καὶ ὠρισμένως ἀπὸ τὸν β΄. τῆς στ΄. ἀορίστως δὲ ἀπὸ τὸν α΄. τῆς ζ΄., οἵτινες εἶναι ἀναγκαῖοι πρὸς τὴν τῆς Ἐκκλησίας εὐκοσμίαν καὶ κατάστασιν. Τὰ δὲ πρακτικὰ τῆς παρούσης Συνόδου εἰς τρεῖς τόμους διαιροῦνται, καὶ ὁ μὲν πρῶτος τόμος περιέχει διαφόρους ἐπιστολάς, καὶ τὰ ἐν Κωνσταντινουπόλει ἐπὶ Φλαυϊανου, καὶ ἐν Ἐφέσω, ὑπὸ τῆς λῃστρικῆς Συνόδου πεπραγμένα, ὁ δὲ β΄. τόμος περιέχει τάς δεκαὲξ πράξεις αὐτῆς ταύτης τῆς ἐν Χαλκιδόνι Συνόδου, ὁ δὲ γ΄. τόμος περιέχει διαφόρους ἐπιστολὰς τῆς Συνόδου καὶ τῶν Βασιλέων, καὶ ἀλλὰ μερικά, ὅσα μετ’ αὐτὴν ἒγιναν, ἀποβλέποντα πρὸς αὐτὴν(1). (Ὅρᾳ τὸν Δοσίθ. ἀπὸ σελ. 331. ἕως 397. καὶ τὸν β΄. τόμον τῶν Συνοδικῶν).

Κανὼν Α'[Επεξεργασία]

Τοὺς παρὰ τῶν ἁγίων Πατέρων καθ' ἑκάστην σύνοδον ἄχρι τοῦ νῦν ἐκτεθέντας κανόνας κρατεῖν ἐδικαιώσαμεν.

Κανὼν Β'[Επεξεργασία]

Εἴ τις ἐπίσκοπος, ἐπὶ χρήμασι χειροτονίαν ποιήσαιτο, καὶ εἰς πρᾶσιν καταγάγοι τὴν ἄπρατον χάριν, καὶ χειροτονήσοι ἐπὶ χρήμασιν ἐπίσκοπον, ἢ χωρεπίσκοπον, ἢ πρεσβυτέρους, ἢ διακόνους, ἢ ἕτερόν τινα τῶν ἐν τῷ κλήρῳ κατηριθμημένων, ἢ προβάλλοιτο ἐπὶ χρήμασιν οἰκονόμον, ἢ ἔκδικον, ἢ παραμονάριον, ἢ ὅλως τινὰ τοῦ κανόνος, δι’ αἰσχροκέρδειαν οἰκείαν, ὁ τοῦτο ἐπιχειρήσας, ἐλεγχθείς, κινδυνευέτω περὶ τὸν οἰκεῖον βαθμόν· καὶ ὁ χειροτονούμενος, μηδὲν ἐκ τῆς κατ' ἐμπορίαν ὠφελείσθω χειροτονίας, ἢ προβολῆς· ἀλλ’ ἔστω ἀλλότριος τῆς ἀξίας, ἢ τοῦ φροντίσματος, οὗπερ ἐπὶ χρήμασιν ἔτυχεν. Εἰ δέ τις καὶ μεσιτεύων φανείη τοῖς οὕτως αἰσχροῖς καὶ ἀθεμίτοις λήμμασι, καὶ οὗτος, εἰ μὲν κληρικὸς εἴη, τοῦ οἰκείου ἐκπιπτέτω βαθμοῦ· εἰ δὲ λαϊκός, ἢ μονάζων, ἀναθεματιζέσθω.


Κανὼν Γ'[Επεξεργασία]

Ἦλθεν εἰς τὴν ἁγίαν σύνοδον, ὅτι τῶν ἐν τῷ κλήρῳ κατειλεγμένων τινές, δι’ αἰσχροκέρδειαν, ἀλλοτρίων κτημάτων γίνονται μισθωτοί, καὶ πράγματα κοσμικά ἐργολαβοῦσι, τῆς μὲν τοῦ Θεοῦ λειτουργίας καταα θυμοῦντες, τοὺς δὲ τῶν κοσμικῶν ὑποτρέχοντες οἴκους, καὶ οὐσιῶν χειρισμοὺς ἀναδεχόμενοι διὰ φιλαργυρίαν. Ὥρισε τοίνυν ἡ ἁγία καὶ μεγάλη σύνοδος, μηδένα τοῦ λοιποῦ, μὴ ἐπίσκοπον, μὴ κληρικόν, μὴ μονάζοντα, ἢ μισθοῦσθαι κτήματα, ἢ πραγμάτων ἐπεισάγειν ἑαυτὸν κοσμικαῖς διοικήσεσι· πλὴν εἰ μήπου ἐκ νόμων καλοῖτο εἰς ἀφηλίκων ἀπαραίτητον ἐπιτροπήν· ἢ ὁ τῆς πόλεως ἐπίσκοπος ἐκκλησιαστικῶν ἐπιτρέψοι φροντίζειν πραγμάτων, ἢ ὀρφανῶν, ἢ χηρῶν ἀπρονοήτων, καὶ τῶν προσώπων τῶν μάλιστα τῆς ἐκκλησιαστικῆς δεομένων βοηθείας, διὰ τὸν φόβον τοῦ Θεοῦ. Εἰ δέ τις παραβαίνων τὰ ὡρισμένα τοῦ λοιποῦ ἐπιχειρήσοι, ὁ τοιοῦτος ἐκκλησιαστικοῖς ὑποκείσθω ἐπιτιμίοις.


Κανὼν Δ'[Επεξεργασία]

Οἱ ἀληθῶς καὶ εἰλικρινῶς τὸν μονήρη μετιόντες βίον, τῆς προσηκούσης ἀξιούσθωσαν τιμῆς. Ἐπειδὴ δέ τινες τῷ μοναχικῷ κεχρημένοι προσχήματι, τάς τε ἐκκλησίας, καὶ τὰ πολιτικὰ διαταράσσουσι πράγματα, περιϊόντες ἀδιαφόρως ἐν ταῖς πόλεσιν, οὐ μὴν ἀλλὰ καὶ μοναστήρια ἑαυτοῖς συνιστᾷν ἐπιτηδεύοντες, ἔδοξε, μηδένα μὲν μηδαμοῦ οἰκοδομεῖν, μηδὲ συνιστᾷν μοναστήριον, ἢ εὐκτήριον οἶκον, παρὰ γνώμην τοῦ τῆς πόλεως ἐπισκόπου· τοὺς δὲ καθ’ ἑκάστην πόλιν καὶ χώραν, μονάζοντας, ὑποτετάχθαι τῷ ἐπισκόπῳ, καὶ τὴν ἡσυχίαν ἀσπάζεσθαι, καὶ προσέχειν μόνη τῇ νηστείᾳ, καὶ τῇ προσευχῇ, ἐν οἷς τόποις ἀπετάξαντο, προσκαρτεροῦντες· μήτε δὲ ἐκκλησιαστικοῖς, μήτε βιωτικοῖς παρενοχλεῖν πράγμασιν, ἢ ἐπικοινωνεῖν, καταλιμπάνοντας τὰ ἴδια μοναστήρια, εἰ μήποτε ἄρα ἐπιτραπεῖεν διὰ χρείαν ἀναγκαίαν ὑπὸ τοῦ τῆς πόλεως ἐπισκόπου· μηδένα δὲ προσδέχεσθαι ἐν τοῖς μοναστηρίοις δοῦλον ἐπὶ τῷ μονάσαι, παρὰ γνώμην τοῦ ἰδίου δεσπότου· τὸν δὲ παραβαίνοντα τοῦτον ἡμῶν τὸν ὅρον, ὡρίσαμεν ἀκοινώνητον εἶναι, ἵνα μὴ τὸ ὄνομα τοῦ Θεοῦ βλασφημῆται. Τὸν μέν τοι ἐπίσκοπον τῆς πόλεως, χρὴ τὴν δέουσαν πρόνοιαν ποιεῖσθαι τῶν μοναστηρίων.


Κανὼν Ε'[Επεξεργασία]

Περὶ τῶν μεταβαινόντων ἀπὸ πόλεως εἰς πόλιν ἐπισκόπων, ἢ κληρικῶν, ἔδοξε τοὺς περὶ τούτων τεθέντας κανόνας παρὰ τῶν ἁγίων Πατέρων ἔχειν τὴν ἰσχύν.


Κανὼν ΣΤ'[Επεξεργασία]

Μηδένα ἀπολελυμένως χειροτονεῖσθαι, μήτε πρεσβύτερον, μήτε διάκονον, μήτε ὅλως τινὰ τῶν ἐν τῷ ἐκκλησιαστικῷ τάγματι· εἰ μὴ εἰδικῶς ἐν ἐκκλησίᾳ πόλεως, ἢ κώμης, ἢ μαρτυρίῳ, ἢ μοναστηρίῳ, ὁ χειροτονούμενος ἐπικηρύττοιτο. Τοὺς δὲ ἀπολύτως χειροτονουμένους, ὥρισεν ἡ ἁγία σύνοδος, ἄκυρον ἔχειν τὴν τοιαύτην χειροθεσίαν, καὶ μηδαμοῦ δύνασθαι ἐνεργεῖν, ἐφ' ὕβρει τοῦ χειροτονήσαντος.


Κανὼν Ζ'[Επεξεργασία]

Τοὺς ἅπαξ ἐν κλήρῳ τεταγμένους, ἢ καὶ μοναστάς, ὡρίσαμεν μήτε ἐπὶ στρατείαν, μήτε ἐπὶ ἀξίαν κοσμικὴν ἔρχεσθαι· ἤ, τοῦτο τολμῶντας, καὶ μὴ μεταμελομένους, ὥστε ἐπιστρέψαι ἐπὶ τοῦτο, ὅ διὰ Θεὸν πρότερον εἵλοντο, ἀναθεματίζεσθαι.


Κανὼν Η'[Επεξεργασία]

Οἱ κληρικοὶ τῶν πτωχείων, καὶ μοναστηρίων, καὶ μαρτυρίων, ὑπὸ τὴν ἐξουσίαν τῶν ἐν ἑκάστῃ πόλει ἐπισκόπων, κατὰ τὴν τῶν ἁγίων Πατέρων παράδοσιν, διαμενέτωσαν· καὶ μὴ κατὰ αὐθάδειαν ἀφηνιάτωοαν τοῦ ἰδίου ἐπισκόπου. Οἱ δὲ τολμῶντες ἀνατρέπειν τὴν τοιαύτην διατύπωσιν, καθ’ οἱονδήποτε τρόπον, καὶ μὴ ὑποταττόμενοι τῷ ἰδίῳ ἐπισκόπῳ, εἰ μὲν εἶεν κληρικοί, τοῖς τῶν κανόνων ὑποκείσθωσαν ἐπιτιμίοις· εἰ δὲ μονάζοντες, ἢ λαϊκοί, ἔστωσαν ἀκοινώνητοι.


Κανὼν Θ'[Επεξεργασία]

Εἴ τις κληρικὸς πρὸς κληρικὸν πρᾶγμα ἔχει, μὴ ἐγκαταλιμπανέτω τὸν οἰκεῖον ἐπίσκοπον, καὶ ἐπὶ κοσμικὰ δικαστήρια μὴ κατατρεχέτω, ἀλλὰ πρότερον τὴν ὑπόθεσιν γυμναζέτω παρὰ τῷ ἰδίῳ ἐπισκόπῳ, ἢ γοῦν, γνώμῃ αὐτοῦ τοῦ ἐπισκόπου, παρ' οἷς ἂν ἀμφότερα τὰ μέρη βούλωνται, τὰ τῆς δίκης συγκροτείσθω· εἰ δέ τις παρὰ ταῦτα ποιήσοι, κανονικοῖς ἐπιτιμίοις ὑποκείσθω. Εἰ δὲ κληρικὸς πρᾶγμα ἔχει πρὸς τὸν ἴδιον, ἢ καὶ πρὸς ἕτερον ἐπίσκοπον, παρὰ τῇ συνόδῳ τῆς ἐπαρχίας δικαζέσθω. Εἰ δὲ πρὸς τὸν τῆς αὐτῆς ἐπαρχίας μητροπολίτην, ἐπίσκοπος, ἢ κληρικὸς ἀμφισβητοίη, καταλαμβανέτω τὸν ἔξαρχον τῆς διοικήσεως, ἢ τὸν τῆς βασιλευούσης Κωνσταντινουπόλεως θρόνον, καὶ ἐπ' αὐτῷ δικαζέσθω.


Κανὼν Ι'[Επεξεργασία]

Μὴ ἐξεῖναι κληρικὸν ἐν δύο πόλεων κατὰ ταὐτὸν καταλέγεσθαι ἐκκλησίαις, ἐν ᾗ τε τὴν ἀρχὴν ἐχειροτονήθη, καὶ ἐν ᾗ προσέφυγεν, ὡς μείζονι δῆθεν, διὰ δόξης κενῆς ἐπιθυμίαν. Τοὺς δέ γε τοῦτο ποιοῦντας ἀποκαθίστασθαι τῇ ἰδίᾳ ἐκκλησίᾳ, ἐν ᾗ ἐξ ἀρχῆς ἐχειροτονήθησαν, καὶ ἐκεῖ μόνον λειτουργεῖν. Εἰ μέν τοι ἤδη τις μετετέθη ἐξ ἄλλης εἰς ἄλλην ἐκκλησίαν, μηδὲν τοῖς τῆς προτέρας ἐκκλησίας, ἤτοι τῶν ὑπ' αὐτὴν μαρτυρίων, ἢ πτώχειων, ἢ ξενοδοχείων ἐπικοινωνεῖν πράγμασι. Τοὺς δέ γε τολμῶντας, μετὰ τὸν ὀρὸν τῆς μεγάλης καὶ οἰκουμενικῆς ταύτης συνόδου, πράττειν τι τῶν νῦν ἀπηγορευμένων, ὥρισεν ἡ ἁγία σύνοδος ἐκπίπτειν τοῦ ἰδίου βαθμοῦ.


Κανὼν ΙΑ'[Επεξεργασία]

Πάντας τοὺς πένητας καὶ δεομένους ἐπικουρίας, μετὰ δοκιμασίας ἐπιστολίοις, εἴτουν εἰρηνικοῖς ἐκκλησιαστικοῖς μόνοις, ὁδεύειν ὡρίσαμεν, καὶ μὴ συστατικοῖς· διὰ τὸ τὰς συστατικὰς ἐπιστολὰς προσήκειν τοῖς οὖσιν ἐν ὑπολήψει μόνοις παρέχεσθαι προσώποις.


Κανὼν ΙΒ'[Επεξεργασία]

Ἦλθεν εἰς ἡμᾶς, ὥς τινες παρὰ τοὺς ἐκκλησιαστικοὺς θεσμοὺς προσδραμόντες δυναστείαις, διὰ πραγματικῶν τὴν μίαν ἐπαρχίαν εἰς δύο κατένεμον, ὡς ἐκ τούτου δύο μητροπολίτας εἶναι ἐν τῇ αὐτῇ ἐπαρχίᾳ. Ὥρισεν τοίνυν ἡ ἁγία σύνοδος, τοῦ λοιποῦ μηδὲν τοιοῦτον τολμᾶσθαι παρὰ ἐπισκόπου· ἐπεί, τὸν τοιοῦτο ἐπιχειροῦντα ἐκπίπτειν τοῦ ἰδίου βαθμοῦ. Ὅσαι δὲ ἤδη πόλεις διὰ γραμμάτων βασιλικῶν τῷ τῆς μητροπόλεως ἐτιμήθησαν ὀνόματι, μόνης ἀπολαυέτωσαν τῆς τιμῆς, καὶ ὁ τὴν ἐκκλησίαν ταύτην διοικῶν ἐπίσκοπος, δηλονότι σῳζομένων τῇ κατ’ ἀλήθειαν μητροπόλει τῶν οἰκείων δικαίων.


Κανὼν ΙΓ'[Επεξεργασία]

Ξένους κληρικοὺς καὶ ἀγνώστους, ἐν ἑτέρᾳ πόλει, δίχα συστατικῶν γραμμάτων τοῦ ἰδίου ἐπισκόπου, μηδόλως μηδαμοῦ λειτουργεῖν.


Κανὼν ΙΔ'[Επεξεργασία]

Ἐπειδὴ ἔν τισιν ἐπαρχίαις συγκεχώρηται τοῖς ἀναγνώσταις, καὶ ψάλταις, γαμεῖν, ὥρισεν ἡ ἁγία σύνοδος, μὴ ἐξεῖναί τινι αὐτῶν ἑτερόδοξον γυναῖκα λαμβάνειν. Τοὺς δὲ ἤδη ἐκ τοιούτου γάμου παιδοποιήσαντας, εἰ μὲν ἔφθασαν βαπτίσαι τὰ ἐξ αὐτῶν τεχθέντα παρὰ τοῖς αἱρετικοῖς, προσάγειν αὐτὰ τῇ κοινωνίᾳ τῆς καθολικῆς ἐκκλησίας· μὴ βαπτίσαντας δέ, μὴ δύνασθαι ἔτι βαπτίζειν αὐτὰ παρὰ τοῖς αἱρετικοῖς, μήτε μὴν συνάπτειν πρὸς γάμον αἱρετικῷ, ἢ Ἰουδαίῳ, ἢ Ἕλληνι, εἰ μὴ ἄρα ἐπαγγέλλοιτο μετατίθεσθαι εἰς τὴν ὀρθόδοξον πίστιν τὸ συναπτόμενον πρόσωπον τῷ ὀρθοδόξῳ. Εἰ δέ τις τοῦτον τὸν ὅρον παραβαίη τῆς ἁγίας συνόδου, κανονικῷ ὑποκείσθω ἐπιτιμίῳ.


Κανὼν ΙΕ'[Επεξεργασία]

Διάκονον μὴ χειροτονεῖσθαι γυναῖκα πρὸ ἐτῶν τεσσαράκοντα, καὶ ταύτην μετ’ ἀκριβοῦς δοκιμασίας. Εἰ δέ γε δεξαμένη τὴν χειροθεσίαν, καὶ χρόνον τινὰ παραμείνασα τῇ λειτουργίᾳ, ἑαυτὴν ἐπιδῷ γάμῳ, ὑβρίσασα τὴν τοῦ Θεοῦ χάριν, ἡ τοιαύτη ἀναθεματιζέσθω μετὰ τοῦ αὐτῇ συναφθέντος.


Κανὼν ΙΣΤ'[Επεξεργασία]

Παρθένον ἀναθεῖσαν ἑαυτὴν τῷ δεσπότῃ Θεῷ, ὡσαύτως δὲ καὶ μονάζοντας, μὴ ἐξεῖναι γάμῳ προσομιλεῖν. Εἰ δέ γε εὑρεθεῖεν τοῦτο ποιοῦντες, ἔστωσαν ἀκοινώνητοι. Ὡρίσαμεν δὲ ἔχειν τὴν αὐθεντίαν τῆς ἐπ' αὐτοῖς φιλανθρωπίας τὸν κατὰ τόπον ἐπίσκοπον.


Κανὼν ΙΖ'[Επεξεργασία]

Τὰς καθ’ ἑκάστην ἐπαρχίαν ἀγροικικὰς παροικίας, ἢ ἐγχωρίους, μένειν ἀπαρασαλεύτους παρὰ τοῖς κατέχουσιν αὐτὰς ἐπισκόποις, καὶ μάλιστα εἰ τριακονταετῆ χρόνον ταύτας ἀβιάστως διακατέχοντες ᾠκονόμησαν. Εἰ δὲ ἐντὸς τῶν τριάκοντα ἐτῶν γεγένηταί τις, ἢ γένοιτο περὶ αὐτῶν ἀμφισβήτησις, ἐξεῖναι τοῖς λέγουσιν ἠδικεῖσθαι, περὶ τούτων κινεῖν παρὰ τῇ συνόδῳ τῆς ἐπαρχίας. Εἰ δέ τις ἀδικοῖτο παρὰ τοῦ ἰδίου μητροπολίτου, παρὰ τῷ ἐξάρχῳ τῆς διοικήσεως, ἢ τῷ Κωνσταντινουπόλεως θρόνῳ δικαζέσθω, καθά προείρηται. Εἰ δὲ καί τις ἐκ βασιλικῆς ἐξουσίας ἐκαινίσθη πόλις, ἢ αὖθις καινισθείη, τοῖς πολιτικοῖς καὶ δημοσίοις τύποις, καὶ τῶν ἐκκλησιαστικῶν παροικιῶν ἡ τάξις ἀκολουθείτω.


Κανὼν ΙΗ'[Επεξεργασία]

Τὸ τῆς συνωμοσίας, ἢ φατρίας, ἔγκλημα καὶ παρὰ τῶν ἔξω νόμων πάντῃ κεκώλυται, πολλῷ δὴ μᾶλλον ἐν τῇ τοῦ Θεοῦ ἐκκλησίᾳ τοῦτο γίνεσθαι ἀπαγορεύειν προσήκει. Εἴ τινες τοίνυν κληρικοί, ἢ μονάζοντες, εὑρεθεῖεν συνομνύμενοι, ἢ φατριάζοντες, ἢ κατασκευὰς τυρεύοντες ἐπισκόποις, ἢ συγκληρικοῖς, ἐκπιπτέτωσαν πάντῃ τοῦ οἰκείου βαθμοῦ.


Κανὼν ΙΘ'[Επεξεργασία]

Ἦλθεν εἰς τὰς ἡμετέρας ἀκοάς, ὡς ἐν ταῖς ἐπαρχίαις αἱ κεκανονισμέναι σύνοδοι τῶν ἐπισκόπων οὐ γίνονται, καὶ ἐκ τούτου πολλὰ παραμελεῖται τῶν διορθώσεως δεομένων ἐκκλησιαστικῶν πραγμάτων. Ὥρισε τοίνυν ἡ ἁγία σύνοδος, κατὰ τοὺς τῶν ἁγίων Πατέρων κανόνας, δὶς τοῦ ἐνιαυτοῦ ἐπὶ τὸ αὐτὸ συντρέχιν καθ’ ἑκάστην ἐπαρχίαν τοὺς ἐπισκόπους, ἔνθα ἂν ὁ τῆς μητροπόλεως ἐπίσκοπος δοκιμάσῃ, καὶ διορθοῦν ἕκαστα τὰ ἀνακύπτοντα. Τοὺς δὲ μὴ συνιόντας ἐπισκόπους, ἐνδημοῦντας ταῖς ἑαυτῶν πόλεσι, καὶ ταῦτα ἐν ὑγείᾳ διάγοντας, καὶ πάσης ἀπαραιτήτου καὶ ἀναγκαίας ἀσχολίας ὄντας ἐλευθέρους, ἀδελφικῶς ἐπιπλήττεσθαι.

Κανὼν Κ'[Επεξεργασία]

Κληρικοὺς εἰς ἐκκλησίαν τελοῦντας, καθὼς ἤδη ὡρίσαμεν, μὴ ἐξεῖναι εἰς ἄλλης πόλεως τάττεσθαι ἐκκλησίαν· ἀλλὰ στέργειν ἐκείνην, ἐν ᾗ λειτουργεῖν ἐξ ἀρχῆς ἠξιώθησαν, ἐκτὸς ἐκείνων, οἵτινες ἀπολέσαντες τὰς οἰκείας πατρίδας ἀπὸ ἀνάγκης, εἰς ἄλλην ἐκκλησίαν μετῆλθον. Εἰ δέ τις ἐπίσκοπος μετὰ τὸν ὅρον τοῦτον, ἄλλῳ ἐπισκόπῳ προσήκοντα δέξοιτο κληρικόν, ἔδοξεν ἀκοινώνητον εἶναι καὶ τὸν δεχθέντα, καὶ τὸν δεξάμενον, ἕως ἂν ὁ μεταστὰς κληρικὸς εἰς τὴν ἰδίαν ἐπανέλθῃ ἐκκλησίαν.

Κανὼν ΚΑ'[Επεξεργασία]

Κληρικούς, ἢ λαϊκούς, κατηγοροῦντας ἐπισκόπων, ἢ κληρικῶν, ἁπλῶς καὶ ἀδοκιμάστως μὴ προσδέχεσθαι εἰς κατηγορίαν, εἰ μὴ πρότερον ἐξετασθείη αὐτῶν ἡ ὑπόληψις.


Κανὼν ΚΒ'[Επεξεργασία]

Μὴ ἐξεῖναι κληρικοῖς μετὰ θάνατον τοῦ ἰδίου ἐπισκόπου, διαρπάζειν τὰ διαφέροντα αὐτῷ πράγματα, καθὼς καὶ τοῖς παραλαμβάνουσιν ἀπηγόρευται· ἢ τοὺς τοῦτο ποιοῦντας, κινδυνεύειν περὶ τοὺς ἰδίους βαθμούς.


Κανὼν ΚΓ'[Επεξεργασία]

Ἦλθεν εἰς τὰς ἀκοὰς τῆς ἁγίας συνόδου, ὡς κληρικοί τινες καὶ μονάζοντες, μηδὲν ἐγκεχειρισμένοι ὑπὸ τοῦ ἰδίου ἐπισκόπου, ἔστι δ' ὅτε καὶ ἀκοινώνητοι γενόμενοι παρ' αὐτοῦ, καταλαμβάνοντες τὴν βασιλεύουσαν Κωνσταντινούπολιν, ἐπὶ πολὺ ἐν αὐτῇ διατρίβουσι, ταραχὰς ἐμποιοῦντες, καὶ θορυβοῦντες τὴν ἐκκλησιαστικὴν κατάστασιν, ἀνατρέπουσί τε οἴκους τινῶν. Ὥρισε τοίνυν ἡ ἁγία σύνοδος, τοὺς τοιούτους ὑπομιμνήσκεσθαι μὲν πρότερον διὰ τοῦ ἐκδίκου τῆς κατὰ Κωνσταντινούπολιν ἁγιωτάτης ἐκκλησίας ἐπὶ τῷ ἐξελθεῖν τῆς βασιλευούσης πόλεως· εἰ δὲ τοῖς αὐτοῖς πράγμασιν ἐπιμένοιεν ἀναισχυντοῦντες, καὶ ἄκοντας αὐτοὺς διὰ τοῦ αὐτοῦ ἐκδίκου ἐκβάλλεσθαι, καὶ τοὺς ἰδίους καταλαμβάνειν τόπους.


Κανὼν ΚΔ'[Επεξεργασία]

Τὰ ἅπαξ καθιερωθέντα μοναστήρια, κατὰ γνώμην ἐπισκόπου, μένειν εἰς τὸ διηνεκὲς μοναστήρια, καὶ τὰ ἀνήκοντα αὐτοῖς πράγματα φυλάττεσθαι, καὶ μηκέτι γίνεσθαι ταῦτα κοσμικὰ καταγώγια· τοὺς δὲ συγχωροῦντας τοῦτο γίνεσθαι, ὑποκεῖσθαι τοῖς ἐκ τῶν κανόνων ἐπιτιμίοις.


Κανὼν ΚΕ'[Επεξεργασία]

Ἐπειδή περ τινὲς τῶν μητροπολιτῶν, ὡς περιηχήθημεν, ἀμελοῦσι τῶν ἐγκεχειρισμένων αὐτοῖς ποιμνίων, καὶ ἀναβάλλονται τὰς χειτοτονίας τῶν ἐπισκόπων· ἔδοξε τῇ ἁγίᾳ συνόδῳ, ἐντὸς τριῶν μηνῶν γίνεσθαι τὰς χειροτονίας τῶν ἐπισκόπων, εἰ μήποτε ἄρα ἀπαραίτητος ἀνάγκη παρασκευάσοι ἐπιταθῆναι τὸν τῆς ἀναβολῆς χρόνον. Εἰ δὲ μὴ τοῦτο ποιήσοι, ὑποκεῖσθαι αὐτὸν ἐκκλησιαστικοῖς ἐπιτιμίοις. Τὴν μέν τοι πρόσοδον τῆς χηρευούσης ἐκκλησίας, σώαν παρὰ τῷ οἰκονόμῳ τῆς αὐτῆς ἐκκλησίας φυλάττεσθαι.


Κανὼν ΚΣΤ'[Επεξεργασία]

Ἐπειδὴ ἔν τισιν ἐκκλησίαις, ὡς περιηχήθημεν, δίχα οἰκονόμων οἱ ἐπίσκοποι καὶ τὰ ἐκκλησιαστικὰ χειρίζουσι πράγματα, ἔδοξε πᾶσαν ἐκκλησίαν ἐπίσκοπον ἔχουσαν, καὶ οἰκονόμον ἔχειν ἐκ τοῦ ἰδίου κλήρου, οἰκονομοῦντα τὰ ἐκκλησιαστικὰ κατὰ γνώμην τοῦ ἰδίου ἐπισκόπου· ὥστε μὴ ἀμάρτυρον εἶναι τὴν οἰκονομίαν τῆς ἐκκλησίας, καὶ ἐκ τούτου σκορπίζεσθαι τὰ αὐτῆς πράγματα, καὶ λοιδορίαν τῇ ἱερωσύνῃ προστρίβεσθαι· εἰ δὲ μὴ τοῦτο ποιήσοι, ὑποκεῖσθαι αὐτὸν τοῖς θείοις κανόσιν.


Κανὼν ΚΖ'[Επεξεργασία]

Τοὺς ἁρπάζοντας γυναῖκας ἐπ’ ὀνόματι συνοικεσίου, ἢ συμπράττοντας, ἢ συναιρομένους τοῖς ἁρπάζουσιν, ὥρισεν ἡ ἁγία σύνοδος, εἰ μὲν κληρικοὶ εἶεν, ἐκπίπττειν τοῦ ἰδίου βαθμοῦ· εἰ δὲ λαϊκοί, ἀναθεματίζεσθαι.


Κανὼν ΚΗ'[Επεξεργασία]

Πανταχοῦ τοῖς τῶν ἁγίων Πατέρων ὅροις ἑπόμενοι, καὶ τὸν ἀρτίως ἀναγνωσθέντα κανόνα τῶν ἑκατὸν πεντήκοντα θεοφιλέστατων ἐπισκόπων, τῶν συναχθέντων ἐπὶ τοῦ τῆς εὐσεβοῦς μνήμης Μεγάλου Θεοδοσίου, τοῦ γενομένου βασιλέως ἐν τῇ βασιλίδι Κωνσταντινουπόλεως Νέᾳ Ῥώμῃ, γνωρίζοντες, τὰ αὐτὰ καὶ ἡμεῖς ὁρίζομέν τε καὶ ψηφιζόμεθα περὶ τῶν πρεσβείων τῆς ἁγιωτάτης ἐκκλησίας τῆς αὐτῆς Κωνσταντινουπόλεως Νέας Ῥώμης· καὶ γὰρ τῷ θρόνῳ τῆς πρεσβυτέρας Ῥώμης, διὰ τὸ βασιλεύειν τὴν πόλιν ἐκείνην, οἱ Πατέρες εἰκότως ἀποδεδώκασι τὰ πρεσβεῖα. Καὶ τῷ αὐτῷ σκοπῶ κινούμενοι οἱ ἑκατὸν πεντήκοντα θεοφιλέστατοι ἐπίσκοποι, τὰ ἴσα πρεσβεῖα ἀπένειμαν τῷ τῆς Νέας Ῥώμης ἁγιωτάτω θρόνῳ, εὐλόγως κρίναντες, τὴν βασιλείᾳ καὶ συγκλήτῳ τιμηθεῖσαν πόλιν, καὶ τῶν ἴσων ἀπολαύουσαν πρεσβείων τῇ πρεσβυτέρᾳ βασιλίδι Ῥώμῃ, καὶ ἐν τοῖς ἐκκλησιαστικοῖς ὡς ἐκείνην μεγαλύνεσθαι πράγμασι, δευτέραν μετ’ ἐκείνην ὑπάρχουσαν. Καὶ ὥστε τοὺς τῆς Ποντικῆς, καὶ τῆς Ἀσιανῆς, καὶ τῆς Θρακικῆς διοικήσεως μητροπολίτας μόνους, ἔτι δὲ καὶ τοὺς ἐν τοῖς βαρβαρικοῖς ἐπισκόπους τῶν προειρημένων διοικήσεων χειροτονεῖσθαι ὑπὸ τοῦ προειρημένου ἁγιωτάτου θρόνου τῆς κατὰ Κωνσταντινούπολιν ἁγιωτάτης ἐκκλησίας· δηλαδή ἑκάστου μητροπολίτου τῶν προειρημένων διοικήσεων μετὰ τῶν τῆς ἐπαρχίας ἐπισκόπων χειροτονοῦντος τοὺς τῆς ἐπαρχίας ἐπισκόπους, καθὼς τοῖς θείοις κανόσι διηγόρευται· χειροτονεῖσθαι δέ, καθὼς εἴρηται, τοὺς μητροπολίτας τῶν προειρημένων διοικήσεων παρὰ τοῦ Κωνσταντινουπόλεως ἀρχιεπισκόπου, ψηφισμάτων συμφώνων κατὰ τὸ ἔθος γινομένων, καὶ ἐπ' αὐτὸν ἀναφερομένων.


Κανὼν ΚΘ'[Επεξεργασία]

Ἐπίσκοπον εἰς πρεσβυτέρου βαθμὸν φέρειν, ἱεροσυλία ἐστίν. Εἰ δὲ αἰτία τις δικαία ἐκείνους ἀπὸ τῆς πράξεως τῆς ἐπισκοπῆς ἀποκινεῖ, οὐδὲ πρεσβυτέρου τόπον κατέχειν ὀφείλουσιν. Εἰ δὲ ἐκτός τινος ἐγκλήματος ἀπεκινήθησαν τοῦ ἀξιώματος, πρὸς τὴν τῆς ἐπισκοπῆς ἀξίαν ἐπαναστρέψουσιν.

Κανὼν Λ'[Επεξεργασία]

Ἐπειδὴ οἱ εὐλαβέστατοι ἐπίσκοποι τῆς Αἰγύπτου, οὐχ ὡς μαχόμενοι τῇ καθολικῇ πίστει, ὑπογράψαι τῇ ἐπιστολῇ τοῦ ὁσιωτάτου ἀρχιεπισκόπου Λέοντος ἐπὶ τοῦ παρόντος ἀνεβάλοντο, ἀλλὰ φάσκοντες, ἔθος εἶναι ἐν τῇ Αἰγυπτιακῇ διοικήσει, παρὰ γνώμην καὶ διατύπωσιν τοῦ ἀρχιεπισκόπου μηδὲν τοιοῦτο ποιεῖν· καὶ ἀξιοῦσιν ἐνδοθῆναι αὐτοῖς ἄχρι τῆς χειροτονίας τοῦ ἐσομένου τῆς τῶν Ἀλεξανδρέων μεγαλουπόλεως ἐπισκόπου· εὔλογον ἡμῖν ἐφάνη καὶ φιλάνθρωπον, ὥστε αὐτοῖς μένουσιν ἐπὶ τοῦ οἰκείου σχήματος ἐν τῇ βασιλευούσῃ πόλει, ἔνδοσιν παρασχεθῆναι, ἄχρις ἂν χειροτονηθῇ ὁ ἀρχιεπίσκοπος τῆς Ἀλεξανδρέων μεγαλοπόλεως. Ἐγγύας οὖν δότωσαν ὅτι οὐκ ἐξέρχονται ταύτης τῆς πόλεως, ἕως οὗ ἡ Ἀλεξανδρέων πόλις Ἐπίσκοπον δέξηται.