Αισώπου Μύθοι/Κάμηλος το πρώτον οφθείς
Από Βικιθήκη
< Αισώπου Μύθοι(Ανακατεύθυνση από Κάμηλος το πρώτον οφθείς)
Ὅτε πρῶτον κάμηλος ὤφθη, οἱ ἄνθρωποι φοβηθέντες καὶ τὸ μέγεθος καταπλαγέντες ἔφευγον. Ὡς δέ, χρόνου προιόντος, συνεῖδον αὐτῆς τὸ πρᾷον, ἐθάῤῥησαν μέχρι τοῦ προσελθεῖν. Αἰσθόμενοι δὲ κατὰ μικρὸν ὡς χολὴν τὸ ζῷον οὐκ ἔχει, εἰς τοῦτο καταφρονήσεως ἦλθον ὥστε καὶ χαλινὸν αὐτῇ περιθέντες παισὶν ἐλαύνειν αὐτὴν ἔδωκαν. Ὁ λόγος δηλοῖ ὅτι τὰ φοβερὰ τῶν πραγμάτων ἡ συνήθεια καταπραΰνει.