Ιστορική Βιβλιοθήκη/ΙΒ'
Από Βικιθήκη
[12,0] Τάδε ἔνεστιν ἐν τῇ δωδεκάτῃ τῶν Διοδώρου βίβλων. Περὶ τῆς Ἀθηναίων στρατείας ἐπὶ Κύπρον. Περὶ τῆς ἀποστάσεως τῶν Μεγαρέων ἀπὸ Ἀθηναίων. Περὶ τῆς γενομένης μάχης περὶ Κορώνειαν Ἀθηναίοις καὶ Βοιωτοῖς. Περὶ τῆς Ἀθηναίων στρατείας ἐπὶ τὴν Εὔβοιαν. Πόλεμος κατὰ τὴν Σικελίαν Συρακοσίοις πρὸς Ἀκραγαντίνους. Κτίσις κατὰ τὴν Ἰταλίαν Θουρίων καὶ στάσις πρὸς ἀλλήλους. Ὡς Χαρώνδας ὁ Θουρῖνος νομοθέτης αἱρεθεὶς πολλῶν ἀγαθῶν αἴτιος ἐγένετο τῇ πατρίδι. Ὡς Ζάλευκος νομοθετήσας ἐν Λοκροῖς μεγάλην δόξαν περιεποιήσατο. Ὡς Ἀθηναῖοι τοὺς Ἑστιαιεῖς ἐκβαλόντες ἰδίους οἰκήτορας ἐξέπεμψαν. Περὶ τοῦ γενομένου πολέμου Θουρίοις πρὸς Ταραντίνους. Περὶ τῆς γενομένης στάσεως ἐν τῇ Ῥώμῃ. Περὶ τοῦ γενομένου πολέμου Σαμίοις πρὸς Μιλησίους. Ὡς Συρακόσιοι στρατεύσαντες ἐπὶ Πικηνοὺς τὴν πόλιν κατέσκαψαν. Ὡς κατὰ τὴν Ἑλλάδα συνέστη πόλεμος ὁ κληθεὶς Κορινθιακός. Ὡς κατὰ τὴν Ἰταλίαν τὸ τῶν Καμπανῶν ἔθνος συνέστη. Ναυμαχία Κορινθίων πρὸς Κερκυραίους. Ἀπόστασις Ποτιδαίας καὶ Χαλκιδέων ἀπὸ Ἀθηναίων. Περὶ τῆς γενομένης στρατείας Ἀθηναίων ἐπὶ τοὺς Ποτιδαιάτας. Περὶ τῆς γενομένης στάσεως ἐν τοῖς Θουρίοις. Ὡς Μέτων ὁ Ἀθηναῖος πρῶτος ἐξέθηκε τὴν ἐννεακαιδεκαετηρίδα. Ὡς τὴν ἐν Ἰταλίᾳ Ἡράκλειαν Ταραντῖνοι ἔκτισαν. Ὡς ἐπὶ τῆς Ῥώμης Σπόριος Μαίλιος ἐπιθέμενος τυραννίδι ἀνῃρέθη. Περὶ τοῦ Πελοποννησιακοῦ κληθέντος πολέμου. Περὶ τῆς γενομένης μάχης Βοιωτοῖς πρὸς Πλαταιεῖς. Ὡς τῆς Μεθώνης πολιορκουμένης ὑπὸ Ἀθηναίων Βρασίδας ὁ Σπαρτιάτης ἀριστεύσας ἐδοξάσθη. Ὡς Ἀθηναῖοι στρατεύσαντες ἐπὶ Λοκροὺς πόλιν Θρόνιον ἐξεπόρθησαν. Ὡς Αἰγινῆται ὑπὸ Ἀθηναίων ἀνασταθέντες τὰς καλουμένας Θυρέας κατῴκησαν. Ὡς Λακεδαιμόνιοι στρατεύσαντες εἰς τὴν Ἀττικὴν τὰς κτήσεις κατέφθειραν. Στρατεία Ἀθηναίων δευτέρα ἐπὶ τοὺς Ποτιδαιάτας. Στρατεία Λακεδαιμονίων εἰς Ἀκαρνανίαν καὶ ναυμαχία πρὸς Ἀθηναίους. Στρατεία Σιτάλκου μὲν εἰς Μακεδονίαν, Λακεδαιμονίων δὲ εἰς τὴν Ἀττικήν. Περὶ τῆς Λεοντίνων πρεσβείας εἰς τὰς Ἀθήνας καὶ τῆς Γοργίου τοῦ πρεσβεύσαντος δεινότητος ἐν τοῖς λόγοις. Περὶ τοῦ γενομένου πολέμου Λεοντίνοις πρὸς Συρακουσίους. Ἀπόστασις Λεσβίων ἀπὸ Ἀθηναίων καὶ Πλαταιῶν ἅλωσις καὶ κατασκαφὴ ὑπὸ Λακεδαιμονίων. Στάσις Κερκυραίων πρὸς ἀλλήλους. Ὡς Ἀθηναῖοι λοιμικῇ νόσῳ περιπεσόντες πολλοὺς ἀπέβαλον τῶν πολιτῶν. Ὡς Λακεδαιμόνιοι Ἡράκλειαν ἐν τῇ Τραχῖνι πόλιν ἔκτισαν. Ὡς Ἀθηναῖοι πολλοὺς τῶν Ἀμβρακιωτῶν ἀνελόντες ἠρήμωσαν τὴν πόλιν. Περὶ τῶν Λακεδαιμονίων τῶν ἐν τῇ Σφακτηρίᾳ νήσῳ αἰχμαλώτων γενομένων. Περὶ τῆς Ποστουμίου εἰς τὸν υἱὸν γενομένης ἐπιτιμήσεως ἕνεκα τῆς λειποταξίας. Περὶ τοῦ γενομένου πολέμου Λακεδαιμονίοις καὶ Ἀθηναίοις ὑπὲρ τῶν Μεγαρέων. Πόλεμος Λακεδαιμονίοις καὶ Ἀθηναίοις ὑπὲρ Χαλκιδέων. Μάχη κατὰ τὴν Βοιωτίαν Ἀθηναίοις πρὸς Βοιωτούς. Στρατεία Ἀθηναίων πρὸς τοὺς ἐν τῇ Λέσβῳ φυγάδας. Ἔκπτωσις Δηλίων ὑπὸ Ἀθηναίων. Ἅλωσις Τορώνης καὶ κατασκαφὴ ὑπὸ Ἀθηναίων. Ὡς Ἀθηναίων καὶ Λακεδαιμονίων ἰδίᾳ συνθεμένων συμμαχίαν ἀπηλλοτριώθησαν αἱ λοιπαὶ πόλεις ἀπ´ αὐτῶν. Ὡς Δήλιοι κατήχθησαν ὑπὸ Ἀθηναίων εἰς τὴν πατρίδα. Ὡς Λακεδαιμόνιοι πρὸς Μαντινεῖς καὶ Ἀργείους ἐπολέμησαν. Βυζαντίων καὶ Καλχηδονίων στρατεία εἰς τὴν Βιθυνίαν. Περὶ τῶν αἰτιῶν δι´ ἃς ἐπὶ Συρακούσας ἐστράτευσαν Ἀθηναῖοι.
[12,1] ΒΙΒΛΟΣ ΔΩΔΕΚΑΤΗ. Δικαίως ἄν τις ἀπορήσειε τὸν νοῦν ἐπιστήσας τῇ κατὰ τὸν ἀνθρώπινον βίον ἀνωμαλίᾳ· οὔτε γὰρ τῶν νομιζομένων ἀγαθῶν οὐδὲν ὁλόκληρον εὑρίσκεται δεδομένον τοῖς ἀνθρώποις οὔτε τῶν κακῶν αὐτοτελὲς ἄνευ τινὸς εὐχρηστίας. τούτου δὲ τὰς ἀποδείξεις ἐξέσται λαμβάνειν ἐπιστήσαντας τὴν διάνοιαν ταῖς προγεγενημέναις πράξεσι, καὶ μάλιστα ταῖς μεγίσταις. ἡ γὰρ Ξέρξου τοῦ Περσῶν βασιλέως ἐπὶ τὴν Ἑλλάδα στρατεία διὰ τὸ μέγεθος τῶν δυνάμεων τὸν μέγιστον ἐπέστησε φόβον τοῖς Ἕλλησιν, ὡς ἂν ὑπὲρ ἀνδραποδισμοῦ μελλόντων πολεμεῖν, καὶ προκαταδεδουλωμένων τῶν κατὰ τὴν Ἀσίαν Ἑλληνίδων πόλεων πάντες ὑπέλαβον καὶ τὰς κατὰ τὴν Ἑλλάδα τῆς ὁμοίας τύχης πειράσεσθαι. τοῦ δὲ πολέμου παρὰ τὴν προσδοκίαν τὸ τέλος λαβόντος παράδοξον, οὐ μόνον τῶν κινδύνων ἀπελύθησαν οἱ τὴν Ἑλλάδα κατοικοῦντες, ἀλλὰ καὶ δόξαν μεγάλην κατεκτήσαντο, καὶ τοσαύτης εὐπορίας ἐπληρώθη πᾶσα πόλις Ἑλληνίς, ὥστε πάντας θαυμάσαι τὴν εἰς τοὐναντίον μεταβολήν. ἀπὸ τούτων γὰρ τῶν χρόνων ἐπὶ ἔτη πεντήκοντα πολλὴν ἐπίδοσιν ἔλαβεν ἡ Ἑλλὰς πρὸς τὴν εὐδαιμονίαν. ἐν τούτοις γὰρ τοῖς χρόνοις αἵ τε τέχναι διὰ τὴν εὐπορίαν ηὐξήθησαν, καὶ τότε μέγιστοι μνημονεύονται τεχνῖται γεγονέναι, ὧν ἐστι Φειδίας ὁ ἀγαλματοποιός· ὁμοίως δὲ καὶ τὰ κατὰ τὴν παιδείαν ἐπὶ πολὺ προέβη, καὶ φιλοσοφία προετιμήθη καὶ ῥητορικὴ παρὰ πᾶσι μὲν Ἕλλησι, μάλιστα δὲ Ἀθηναίοις. φιλόσοφοι μὲν γὰρ οἱ περὶ τὸν Σωκράτη καὶ Πλάτωνα καὶ Ἀριστοτέλην, ῥήτορες δὲ Περικλῆς καὶ Ἰσοκράτης καὶ οἱ τούτου μαθηταί· ὁμοίως δὲ καὶ ἄνδρες ἐπὶ στρατηγίᾳ διαβεβοημένοι, Μιλτιάδης, Θεμιστοκλῆς, Ἀριστείδης, Κίμων, Μυρωνίδης καὶ ἕτεροι πλείονες, περὶ ὧν μακρὸν ἂν εἴη γράφειν.
[12,2] μάλιστα δὲ Ἀθηναῖοι τῇ τε δόξῃ καὶ ἀνδρείᾳ προκόψαντες διωνομάσθησαν καθ´ ὅλην σχεδὸν τὴν οἰκουμένην· ἐπὶ τοσοῦτο γὰρ τὴν ἡγεμονίαν ηὔξησαν, ὥστε ἄνευ Λακεδαιμονίων καὶ Πελοποννησίων ἰδίᾳ μεγάλας δυνάμεις Περσικὰς καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν κατηγωνίσαντο, καὶ τὴν περιβόητον Περσῶν ἡγεμονίαν ἐπὶ τοσοῦτον ἐταπείνωσαν, ὥστε ἀναγκάσαι πάσας τὰς κατὰ τὴν Ἀσίαν πόλεις ἐλευθερῶσαι κατὰ συνθήκας. ἀλλὰ περὶ μὲν τούτων ἀκριβέστερον τὰ κατὰ μέρος ἀνεγράψαμεν ἐν δυσὶ βίβλοις, ταύτῃ τε καὶ τῇ πρὸ ταύτης· νυνὶ δὲ ἐπὶ τὰς προκειμένας πράξεις τρεψόμεθα, προδιορίσαντες τοὺς οἰκείους τῇ γραφῇ χρόνους. ἐν μὲν οὖν τῇ πρὸ ταύτης βίβλῳ τὴν ἀρχὴν ἀπὸ τῆς Ξέρξου στρατείας ποιησάμενοι διήλθομεν τὰς κοινὰς πράξεις ἐπὶ τὸν προηγούμενον ἐνιαυτὸν τῆς Ἀθηναίων στρατείας ἐπὶ Κύπρον Κίμωνος ἡγουμένου· ἐν ταύτῃ δὲ ἀπὸ τῆς Ἀθηναίων στρατείας ἐπὶ Κύπρον ποιησάμενοι διέξιμεν ἕως ἐπὶ τὸν ψηφισθέντα πόλεμον ὑπὸ Ἀθηναίων πρὸς Συρακοσίους.
[12,3] Ἐπ´ ἄρχοντος γὰρ Ἀθήνησιν Εὐθυδήμου Ῥωμαῖοι μὲν ὑπάτους κατέστησαν Λεύκιον Κοΐντιον Κικιννᾶτον καὶ Μάρκον Φάβιον Οὐιβουλανόν. ἐπὶ δὲ τούτων Ἀθηναῖοι διαπεπολεμηκότες ὑπὲρ Αἰγυπτίων πρὸς Πέρσας, καὶ τὰς ναῦς ἁπάσας ἀπολωλεκότες ἐν τῇ λεγομένῃ Προσωπίτιδι νήσῳ, βραχὺν χρόνον διαλιπόντες ἔγνωσαν πάλιν πολεμεῖν τοῖς Πέρσαις ὑπὲρ τῶν κατὰ τὴν Ἀσίαν Ἑλλήνων. καταρτίσαντες δὲ στόλον τριήρων διακοσίων, καὶ στρατηγὸν ἑλόμενοι Κίμωνα τὸν Μιλτιάδου, προσέταξαν πλεῖν ἐπὶ Κύπρον καὶ διαπολεμεῖν τοῖς Πέρσαις. ὁ δὲ Κίμων ἀναλαβὼν τὸν στόλον κεκοσμημένον ἀνδρῶν τε ἀρεταῖς καὶ χορηγίαις δαψιλέσιν ἔπλευσεν εἰς τὴν Κύπρον. κατ´ ἐκείνους δὲ τοὺς καιροὺς τῶν Περσικῶν δυνάμεων ἐστρατήγουν Ἀρτάβαζος καὶ Μεγάβυζο. Ἀρτάβαζο μὲν τὴν ἡγεμονίαν ἔχων ἐν τῇ Κύπρῳ διέτριβεν, ἔχων τριήρεις τριακοσίας, Μεγάβυζος δὲ περὶ τὴν Κιλικίαν ἐστρατοπέδευε, πεζὰς ἔχων δυνάμεις, ὧν ὁ ἀριθμὸς ἦν τριάκοντα μυριάδων. ὁ δὲ Κίμων καταπλεύσας εἰς τὴν Κύπρον καὶ θαλαττοκρατῶν Κίτιον μὲν καὶ Μάριον ἐξεπολιόρκησε, καὶ τοῖς κρατηθεῖσι φιλανθρώπως προσηνέχθη. μετὰ δὲ ταῦτα ἐκ Κιλικίας καὶ Φοινίκης προσφερομένων τριήρων τῇ νήσῳ, Κίμων ἐπαναχθεὶς καὶ πόλεμον συγκρούσας πολλὰς μὲν τῶν νεῶν κατέδυσεν, ἑκατὸν δὲ σὺν αὐτοῖς τοῖς ἀνδράσιν εἷλε, τὰς δὲ λοιπὰς μέχρι τῆς Φοινίκης κατεδίωξεν. οἱ μὲν οὖν Πέρσαι ταῖς ὑπολειφθείσαις ναυσὶ κατέφυγον εἰς τὴν γῆν, καθ´ ὃν τόπον ἦν Μεγάβυζος ἐστρατοπεδευκὼς μετὰ τῆς πεζῆς δυνάμεως· οἱ δὲ Ἀθηναῖοι προσπλεύσαντες καὶ τοὺς στρατιώτας ἐκβιβάσαντες συνῆψαν μάχην, καθ´ ἣν Ἀναξικράτης μὲν ὁ ἕτερος τῶν στρατηγῶν λαμπρῶς ἀγωνισάμενος ἡρωικῶς κατέστρεψε τὸν βίον, οἱ δὲ ἄλλοι κρατήσαντες τῇ μάχῃ καὶ πολλοὺς ἀνελόντες ἐπανῆλθον εἰς τὰς ναῦς. μετὰ δὲ ταῦτα Ἀθηναῖοι πάλιν ἀπέπλευσαν εἰς τὴν Κύπρον. ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τὸ πρῶτον ἔτος τοῦ πολέμου.
[12,4] Ἐπ´ ἄρχοντος δ´ Ἀθήνησι Πεδιέως Ῥωμαῖοι μὲν κατέστησαν ὑπάτους Μάρκον Οὐαλέριον Λακτοῦκαν καὶ Σπόριον Οὐεργίνιον Τρίκοστον. ἐπὶ δὲ τούτων Κίμων ὁ τῶν Ἀθηναίων στρατηγὸς θαλαττοκρατῶν ἐχειροῦτο τὰς κατὰ τὴν Κύπρον πόλεις. ἐν δὲ τῇ Σαλαμῖνι Περσικῆς φρουρᾶς οὔσης ἀξιολόγου, καὶ βελῶν καὶ ὅπλων παντοδαπῶν, ἔτι δὲ σίτου καὶ τῆς ἄλλης παρασκευῆς γεμούσης τῆς πόλεως, ἔκρινε συμφέρειν ταύτην ἐκπολιορκῆσαι. οὕτω γὰρ ὑπελάμβανε μάλιστα τῆς τε Κύπρου πάσης ῥᾳδίως κυριεύσειν καὶ τοὺς Πέρσας καταπλήξεσθαι, βοηθεῖν μὲν τοῖς Σαλαμινίοις μὴ δυναμένους διὰ τὸ θαλαττοκρατεῖν τοὺς Ἀθηναίους, ἐγκαταλιπόντας δὲ τοὺς συμμάχους καταφρονηθήσεσθαι, καθόλου δὲ τὸν ὅλον πόλεμον κριθήσεσθαι τῆς Κύπρου πάσης βίᾳ χειρωθείσης· ὅπερ καὶ συνέβη γενέσθαι. οἱ μὲν γὰρ Ἀθηναῖοι συστησάμενοι πολιορκίαν πρὸς τῇ Σαλαμῖνι καθ´ ἡμέραν προσβολὰς ἐποιοῦντο, οἱ δ´ ἐν τῇ πόλει στρατιῶται, ἔχοντες βέλη καὶ παρασκευήν, ῥᾳδίως ἀπὸ τῶν τειχῶν ἠμύνοντο τοὺς πολιορκοῦντας. Ἀρταξέρξης δὲ ὁ βασιλεὺς πυθόμενος τὰ περὶ τὴν Κύπρον ἐλαττώματα, καὶ βουλευσάμενος μετὰ τῶν φίλων περὶ τοῦ πολέμου, ἔκρινε συμφέρειν εἰρήνην συνθέσθαι πρὸς τοὺς Ἕλληνας. ἔγραψε τοίνυν τοῖς περὶ Κύπρον ἡγεμόσι καὶ σατράπαις, ἐφ´ οἷς ἂν δύνωνται συλλύσασθαι πρὸς τοὺς Ἕλληνας. διόπερ οἱ περὶ τὸν Ἀρτάβαζον καὶ Μεγάβυζον ἔπεμψαν εἰς τὰς Ἀθήνας πρεσβευτὰς τοὺς διαλεξομένους περὶ συλλύσεως. ὑπακουσάντων δὲ τῶν Ἀθηναίων καὶ πεμψάντων πρέσβεις αὐτοκράτορας, ὧν ἡγεῖτο Καλλίας ὁ Ἱππονίκου, ἐγένοντο συνθῆκαι περὶ τῆς εἰρήνης τοῖς Ἀθηναίοις καὶ τοῖς συμμάχοις πρὸς τοὺς Πέρσας, ὧν ἐστι τὰ κεφάλαια ταῦτα· αὐτονόμους εἶναι τὰς κατὰ τὴν Ἀσίαν Ἑλληνίδας πόλεις ἁπάσας, τοὺς δὲ τῶν Περσῶν σατράπας μὴ καταβαίνειν ἐπὶ θάλατταν κατωτέρω τριῶν ἡμερῶν ὁδόν, μηδὲ ναῦν μακρὰν πλεῖν ἐντὸς Φασήλιδος καὶ Κυανέων· ταῦτα δὲ τοῦ βασιλέως καὶ τῶν στρατηγῶν ἐπιτελούντων, μὴ στρατεύειν Ἀθηναίους εἰς τὴν χώραν, ἧς βασιλεὺς {Ἀρταξέρξης} ἄρχει. συντελεσθεισῶν δὲ τῶν σπονδῶν Ἀθηναῖοι τὰς δυνάμεις ἀπήγαγον ἐκ τῆς Κύπρου, λαμπρὰν μὲν νίκην νενικηκότες, ἐπιφανεστάτας δὲ συνθήκας πεποιημένοι. συνέβη δὲ καὶ τὸν Κίμωνα περὶ τὴν Κύπρον διατρίβοντα νόσῳ τελευτῆσαι.
[12,5] Ἐπ´ ἄρχοντος δὲ Ἀθήνησι Φιλίσκου Ῥωμαῖοι κατέστησαν ὑπάτους Τίτον Ῥωμίλιον Οὐατικανὸν καὶ Γάιον Οὐετούριον Κιχώριον, Ἠλεῖοι δὲ ἤγαγον ὀλυμπιάδα τρίτην πρὸς ταῖς ὀγδοήκοντα, καθ´ ἣν ἐνίκα στάδιον Κρίσων Ἱμεραῖος. ἐπὶ δὲ τούτων Μεγαρεῖς μὲν ἀπέστησαν ἀπὸ Ἀθηναίων, καὶ πρὸς Λακεδαιμονίους διαπρεσβευσάμενοι συμμαχίαν ἐποίησαν· οἱ δὲ Ἀθηναῖοι παροξυνθέντες ἐξέπεμψαν στρατιώτας εἰς τὴν τῶν Μεγαρέων χώραν, καὶ τὰς κτήσεις διαρπάσαντες πολλῆς ὠφελείας κύριοι κατέστησαν. τῶν δ´ ἐκ τῆς πόλεως βοηθούντων τῇ χώρᾳ συνέστη μάχη, καθ´ ἣν οἱ Ἀθηναῖοι νικήσαντες συνεδίωξαν τοὺς Μεγαρεῖς ἐντὸς τῶν τειχῶν.
[12,6] Ἐπ´ ἄρχοντος δ´ Ἀθήνησι Τιμαρχίδου Ῥωμαῖοι μὲν ὑπάτους κατέστησαν Σπόριον Ταρπήιον καὶ Αὖλον Ἀστέριον Φοντίνιον. ἐπὶ δὲ τούτων Λακεδαιμόνιοι μὲν εἰς τὴν Ἀττικὴν ἐμβαλόντες ἐπόρθησαν πολλὴν χώραν, καὶ τῶν φρουρίων τινὰ πολιορκήσαντες ἐπανῆλθον εἰς τὴν Πελοπόννησον, Τολμίδης δὲ ὁ τῶν Ἀθηναίων στρατηγὸς εἷλε Χαιρώνειαν. τῶν δὲ Βοιωτῶν συστραφέντων καὶ τοῖς περὶ τὸν Τολμίδην ἐνεδρευσάντων, ἐγένετο μάχη καρτερὰ περὶ τὴν Κορώνειαν, καθ´ ἣν Τολμίδης μὲν μαχόμενος ἀνῃρέθη, τῶν δὲ ἄλλων Ἀθηναίων οἱ μὲν κατεκόπησαν, οἱ δὲ ζῶντες ἐλήφθησαν. τηλικαύτης δὲ συμφορᾶς γενομένης τοῖς Ἀθηναίοις, ἠναγκάσθησαν ἀφεῖναι τὰς πόλεις ἁπάσας τὰς κατὰ τὴν Βοιωτίαν αὐτονόμους, ἵνα τοὺς αἰχμαλώτους ἀπολάβωσιν.
[12,7] Ἐπ´ ἄρχοντος δ´ Ἀθήνησι Καλλιμάχου Ῥωμαῖοι μὲν κατέστησαν ὑπάτους Σέξτον Κοΐντιον - - - Τριγέμινον. ἐπὶ δὲ τούτων κατὰ τὴν Ἑλλάδα τεταπεινωμένων τῶν Ἀθηναίων διὰ τὴν ἐν Βοιωτίᾳ περὶ Κορώνειαν ἧτταν, ἀφίσταντο πολλαὶ τῶν πόλεων ἀπὸ τῶν Ἀθηναίων. μάλιστα δὲ τῶν κατοικούντων τὴν Εὔβοιαν νεωτεριζόντων, Περικλῆς {δὲ} αἱρεθεὶς στρατηγὸς ἐστράτευσεν ἐπὶ τὴν Εὔβοιαν μετὰ δυνάμεως ἀξιολόγου, καὶ τὴν μὲν πόλιν τῶν Ἑστιαιῶν ἑλὼν κατὰ κράτος ἐξῴκισε τοὺς Ἑστιαιεῖς ἐκ τῆς πατρίδος, τὰς δ´ ἄλλας καταπληξάμενος ἠνάγκασε πάλιν πειθαρχεῖν Ἀθηναίοις. σπονδὰς δ´ ἐποίησαν τριακονταετεῖς, Καλλίου καὶ Χάρητος συνθεμένων καὶ τὴν εἰρήνην βεβαιωσάντων.
[12,8] Κατὰ δὲ τὴν Σικελίαν Συρακοσίοις πρὸς Ἀκραγαντίνους συνέστη πόλεμος διὰ τοιαύτας αἰτίας. Συρακόσιοι καταπολεμήσαντες Δουκέτιον δυνάστην τῶν Σικελῶν, καὶ γενόμενον ἱκέτην ἀπολύσαντες τῶν ἐγκλημάτων, ἀπέδειξαν αὐτῷ τὴν τῶν Κορινθίων πόλιν οἰκητήριον. οὗτος δὲ ὀλίγον χρόνον μείνας ἐν τῇ Κορίνθῳ τὰς ὁμολογίας ἔλυσε, καὶ προσποιησάμενος χρησμὸν ὑπὸ θεῶν αὐτῷ δεδόσθαι κτίσαι τὴν Καλὴν Ἀκτὴν ἐν τῇ Σικελίᾳ, κατέπλευσεν εἰς τὴν νῆσον μετά τινων οἰκητόρων· συνεπελάβοντο δὲ καὶ τῶν Σικελῶν τινες, ἐν οἷς ἦν καὶ Ἀρχωνίδης ὁ τῶν Ἑρβιταίων δυναστεύων. οὗτος μὲν οὖν περὶ τὸν οἰκισμὸν τῆς Καλῆς Ἀκτῆς ἐγίνετο. Ἀκραγαντῖνοι δὲ ἅμα μὲν φθονοῦντες τοῖς Συρακοσίοις, ἅμα δ´ ἐγκαλοῦντες αὐτοῖς ὅτι Δουκέτιον ὄντα κοινὸν πολέμιον διέσωσαν ἄνευ τῆς Ἀκραγαντίνων γνώμης, πόλεμον ἐξήνεγκαν τοῖς Συρακοσίοις. σχιζομένων δὲ τῶν Σικελικῶν πόλεων, καὶ τῶν μὲν τοῖς Ἀκραγαντίνοις, τῶν δὲ τοῖς Συρακοσίοις συστρατευόντων, ἠθροίσθησαν παρ´ ἀμφοτέροις δυνάμεις ἀξιόλογοι. φιλοτιμίας δὲ μεγάλης γενομένης ταῖς πόλεσιν, ἀντεστρατοπέδευσαν ἀλλήλοις περὶ τὸν Ἱμέραν ποταμόν, καὶ γενομένης παρατάξεως ἐνίκησαν οἱ Συρακόσιοι, καὶ τῶν Ἀκραγαντίνων ἀνεῖλον ὑπὲρ τοὺς χιλίους. μετὰ δὲ τὴν μάχην διαπρεσβευσαμένων περὶ συνθέσεως τῶν Ἀκραγαντίνων, οἱ Συρακόσιοι συνέθεντο τὴν εἰρήνην.
[12,9] Καὶ τὰ μὲν κατὰ τὴν Σικελίαν ἐν τούτοις ἦν. κατὰ δὲ τὴν Ἰταλίαν συνέβη κτισθῆναι τὴν τῶν Θουρίων πόλιν δι´ αἰτίας τοιαύτας. ἐν τοῖς ἔμπροσθεν χρόνοις Ἑλλήνων κτισάντων κατὰ τὴν Ἰταλίαν πόλιν Σύβαριν, συνέβη ταύτην λαβεῖν ταχεῖαν αὔξησιν διὰ τὴν ἀρετὴν τῆς χώρας. κειμένης γὰρ ἀνὰ μέσον δυεῖν ποταμῶν, τοῦ τε Κράθιος καὶ τοῦ Συβάριος, ἀφ´ οὗ ταύτης ἔτυχε τῆς προσηγορίας, οἱ κατοικισθέντες νεμόμενοι πολλὴν καὶ καρποφόρον χώραν μεγάλους ἐκτήσαντο πλούτους. πολλοῖς δὲ μεταδιδόντες τῆς πολιτείας ἐπὶ τοσοῦτο προέβησαν, ὥστε δόξαι πολὺ προέχειν τῶν κατὰ τὴν Ἰταλίαν οἰκούντων, πολυανθρωπίᾳ τε τοσοῦτο διήνεγκαν, ὥστε τὴν πόλιν ἔχειν πολιτῶν τριάκοντα μυριάδας. γενόμενος δὲ παρ´ αὐτοῖς δημαγωγὸς Τῆλυς, καὶ κατηγορῶν τῶν μεγίστων ἀνδρῶν, ἔπεισε τοὺς Συβαρίτας φυγαδεῦσαι τοὺς εὐπορωτάτους τῶν πολιτῶν πεντακοσίους καὶ τὰς οὐσίας αὐτῶν δημεῦσαι. τῶν δὲ φυγάδων παρελθόντων εἰς Κρότωνα καὶ καταφυγόντων ἐπὶ τοὺς εἰς τὴν ἀγορὰν βωμούς, ὁ μὲν Τῆλυς ἐξέπεμψε προσβευτὰς πρὸς τοὺς Κροτωνιάτας, οἷς ἦν προστεταγμένον ἢ τοὺς φυγάδας ἐκδοῦναι ἢ πόλεμον προσδέχεσθαι. συναχθείσης δὲ ἐκκλησίας καὶ προτεθείσης βουλῆς, πότερον χρὴ τοὺς ἱκέτας ἐκδοῦναι τοῖς Συβαρίταις ἢ πόλεμον ὑπομεῖναι πρὸς δυνατωτέρους, ἀπορουμένης τε τῆς συγκλήτου καὶ τοῦ δήμου, τὸ μὲν πρῶτον ἔῤῥεπε ταῖς γνώμαις τὸ πλῆθος πρὸς τὴν ἀπόδοσιν τῶν ἱκετῶν διὰ τὸν πόλεμον· μετὰ δὲ ταῦτα Πυθαγόρου τοῦ φιλοσόφου συμβουλεύσαντος σώζειν τοὺς ἱκέτας, μετέπεσον ταῖς γνώμαις καὶ τὸν πόλεμον ὑπὲρ τῆς τῶν ἱκετῶν σωτηρίας ἀνείλοντο. στρατευσάντων δ´ ἐπ´ αὐτοὺς τῶν Συβαριτῶν τριάκοντα μυριάσιν ἀντετάχθησαν οἱ Κροτωνιᾶται δέκα μυριάσι, Μίλωνος τοῦ ἀθλητοῦ ἡγουμένου καὶ διὰ τὴν ὑπερβολὴν τῆς τοῦ σώματος ῥώμης πρώτου τρεψαμένου τοὺς καθ´ αὑτὸν τεταγμένους. ὁ γὰρ ἀνὴρ οὗτος, ἑξάκις Ὀλύμπια νενικηκὼς καὶ τὴν ἀλκὴν ἀκόλουθον ἔχων τῇ κατὰ τὸ σῶμα φύσει, λέγεται πρὸς τὴν μάχην ἀπαντῆσαι κατεστεφανωμένος μὲν τοῖς Ὀλυμπικοῖς στεφάνοις, διεσκευασμένος δὲ εἰς Ἡρακλέους σκευὴν λεοντῇ καὶ ῥοπάλῳ· αἴτιον δὲ γενόμενον τῆς νίκης θαυμασθῆναι παρὰ τοῖς πολίταις.
[12,10] τῶν δὲ Κροτωνιατῶν διὰ τὴν ὀργὴν ζωγρεῖν μὲν μηδένα βουληθέντων, πάντας δὲ κατὰ τὴν φυγὴν τοὺς ὑποπεσόντας ἀποκτεινόντων, οἱ πλείους κατεκόπησαν· τὴν δὲ πόλιν διήρπασαν καὶ παντελῶς ἔρημον ἐποίησαν. ὕστερον δὲ ἔτεσιν ὀκτὼ πρὸς τοῖς πεντήκοντα Θετταλοὶ συνῴκισαν, καὶ μετ´ ὀλίγον ὑπὸ Κροτωνιατῶν ἐξέπεσον {πέντε ἔτεσιν ὕστερον τοῦ δευτέρου συνοικισμοῦ} κατὰ τοὺς ὑποκειμένους καιρούς {ἐπ´ ἄρχοντος δ´ Ἀθήνησι Καλλιμάχου συνῳκίσθη}. καὶ μετὰ βραχὺ μετασταθεῖσα εἰς ἕτερον τόπον προσηγορίας ἑτέρας ἔτυχε, κτιστῶν γενομένων Λάμπωνος καὶ Ξενοκρίτου τοῦτον τὸν τρόπον. οἱ γὰρ τὸ δεύτερον ἐκπεσόντες ἐκ τῆς πατρίδος Συβαρῖται πρέσβεις ἔπεμψαν εἰς τὴν Ἑλλάδα πρὸς Λακεδαιμονίους καὶ Ἀθηναίους, ἀξιοῦντες συνεπιλαβέσθαι τῆς καθόδου καὶ κοινωνῆσαι τῆς ἀποικίας. Λακεδαιμόνιοι μὲν οὖν οὐ προσέσχον αὐτοῖς, Ἀθηναῖοι δὲ συμπράξειν ἐπαγγειλάμενοι, δέκα ναῦς πληρώσαντες ἀπέστειλαν τοῖς Συβαρίταις, ὧν ἡγεῖτο Λάμπων τε καὶ Ξενόκριτος· ἐκήρυξαν δὲ κατὰ τὰς ἐν Πελοποννήσῳ πόλεις κοινοποιούμενοι τὴν ἀποικίαν τῷ βουλομένῳ μετέχειν τῆς ἀποικίας. ὑπακουσάντων δὲ πολλῶν καὶ λαβόντων χρησμὸν παρὰ τοῦ Ἀπόλλωνος, ὅτι δεῖ κτίσαι πόλιν αὐτοὺς ἐν τούτῳ τῷ τόπῳ, ὅπου μέλλουσιν οἰκεῖν μέτριον ὕδωρ πίνοντες, ἀμετρὶ δὲ μᾶζαν ἔδοντες, κατέπλευσαν εἰς τὴν Ἰταλίαν, καὶ καταντήσαντες εἰς τὴν Σύβαριν ἐζήτουν τὸν τόπον, ὃν ὁ θεὸς ἦν προστεταχὼς κατοικεῖν. εὑρόντες δὲ οὐκ ἄπωθεν τῆς Συβάρεως κρήνην ὀνομαζομένην Θουρίαν, ἔχουσαν αὐλὸν χάλκεον, ὃν ἐκάλουν οἱ ἐγχώριοι μέδιμνον, νομίσαντες εἶναι τοῦτον τὸν τόπον τὸν δηλούμενον ὑπὸ τοῦ θεοῦ περιέβαλον τεῖχος, καὶ κτίσαντες πόλιν ὠνόμασαν ἀπὸ τῆς κρήνης Θούριον. τὴν δὲ πόλιν διελόμενοι κατὰ μὲν μῆκος εἰς τέτταρας πλατείας, ὧν καλοῦσι τὴν μὲν μίαν Ἡράκλειαν, τὴν δὲ Ἀφροδισίαν, τὴν δὲ Ὀλυμπιάδα, τὴν δὲ Διονυσιάδα, κατὰ δὲ τὸ πλάτος διεῖλον εἰς τρεῖς πλατείας, ὧν ἡ μὲν ὠνομάσθη Ἡρῴα, ἡ δὲ Θουρία, ἡ δὲ Θουρῖνα. τούτων δὲ τῶν στενωπῶν πεπληρωμένων ταῖς οἰκίαις ἡ πόλις ἐφαίνετο καλῶς κατεσκευάσθαι.
[12,11] ὀλίγον δὲ χρόνον ὁμονοήσαντες οἱ Θούριοι στάσει μεγάλῃ περιέπεσον οὐκ ἀλόγως. οἱ γὰρ προϋπάρχοντες Συβαρῖται τὰς μὲν ἀξιολογωτάτας ἀρχὰς ἑαυτοῖς προσένεμον, τὰς δ´εὐτελεῖς τοῖς ὕστερον προσγεγραμμένοις πολίταις· καὶ τὰς γυναῖκας ἐπιθύειν τοῖς θεοῖς ᾤοντο δεῖν πρώτας μὲν τὰς πολίτιδας, ὑστέρας δὲ τὰς μεταγενεστέρας· πρὸς δὲ τούτοις τὴν μὲν σύνεγγυς τῇ πόλει χώραν κατεκληρούχουν ἑαυτοῖς, τὴν δὲ πόῤῥῳ κειμένην τοῖς ἐπήλυσι. γενομένης δὲ διαφορᾶς διὰ τὰς εἰρημένας αἰτίας, οἱ προσγραφέντες ὕστερον πολῖται πλείους καὶ κρείττονες ὄντες ἀπέκτειναν σχεδὸν ἅπαντας τοὺς προϋπάρχοντας Συβαρίτας, καὶ τὴν πόλιν αὐτοὶ κατῴκησαν. πολλῆς δὲ οὔσης καὶ καλῆς χώρας, οἰκήτορας ἐκ τῆς Ἑλλάδος μεταπεμψάμενοι συχνούς, διενείμαντο τὴν πόλιν καὶ τὴν χώραν ἐπ´ ἴσης ἔνεμον. οἱ δὲ διαμένοντες ταχὺ πλούτους μεγάλους ἐκτήσαντο, καὶ πρὸς τοὺς Κροτωνιάτας φιλίαν συνθέμενοι καλῶς ἐπολιτεύοντο. συστησάμενοι δὲ πολίτευμα δημοκρατικὸν διεῖλον τοὺς πολίτας εἰς δέκα φυλάς, καὶ τὰς προσηγορίας ἁπάσαις περιέθηκαν ἐκ τῶν ἐθνῶν, τρεῖς μὲν ἀπὸ τῶν ἐκ Πελοποννήσου συναχθέντων ὀνομάσαντες Ἀρκάδα καὶ Ἀχαΐδα καὶ Ἠλείαν, τὰς ἴσας δὲ ἀπὸ τῶν ἔξωθεν ὁμοεθνῶν, Βοιωτίαν, Ἀμφικτυονίδα, Δωρίδα, τὰς δὲ λοιπὰς τέτταρας ἀπὸ τῶν ἄλλων γενῶν, Ἰάδα, Ἀθηναΐδα, Εὐβοΐδα, Νησιῶτιν. εἵλοντο δὲ καὶ νομοθέτην τὸν ἄριστον τῶν ἐν παιδείᾳ θαυμαζομένων πολιτῶν Χαρώνδαν. οὗτος δὲ ἐπισκεψάμενος τὰς ἁπάντων νομοθεσίας ἐξελέξατο τὰ κράτιστα καὶ κατέταξεν εἰς τοὺς νόμους· πολλὰ δὲ καὶ ἴδια ἐπινοησάμενος ἐξεῦρε, περὶ ὧν οὐκ ἀνοίκειόν ἐστιν ἐπιμνησθῆναι πρὸς διόρθωσιν τῶν ἀναγινωσκόντων.
[12,12] Πρῶτον μὲν γὰρ τοῖς μητρυιὰν ἐπαγομένοις κατὰ τῶν ἰδίων τέκνων ἔθηκε πρόστιμον τὸ μὴ γίνεσθαι συμβούλους τούτους τῇ πατρίδι, νομίζων τοὺς κακῶς περὶ τῶν ἰδίων τέκνων βουλευσαμένους καὶ συμβούλους κακοὺς ἔσεσθαι τῇ πατρίδι. ἔφη γὰρ τοὺς μὲν πρῶτον γήμαντας καὶ ἐπιτυχόντας δεῖν εὐημεροῦντας καταπαύειν, τοὺς δὲ ἀποτυχόντας τῷ γάμῳ καὶ πάλιν ἐν τοῖς αὐτοῖς ἁμαρτάνοντας ἄφρονας δεῖν ὑπολαμβάνεσθαι. τοὺς δ´ ἐπὶ συκοφαντίᾳ καταγνωσθέντας προσέταξε περιπατεῖν ἐστεφανωμένους μυρίκῃ, ὅπως ἐν πᾶσι τοῖς πολίταις φαίνωνται τὸ πρωτεῖον τῆς πονηρίας περιπεποιημένοι. διὸ καί τινας ἐπὶ τούτῳ τῷ ἐγκλήματι καταδικασθέντας τὸ μέγεθος τῆς ὕβρεως οὐκ ἐνεγκόντας ἑκουσίως ἑαυτοὺς ἐκ τοῦ ζῆν μεταστῆσαι. οὗ συντελεσθέντος ἐφυγαδεύθη πᾶς ἐκ τῆς πόλεως ὁ συκοφαντεῖν εἰωθώς, καὶ τὸ πολίτευμα μακάριον εἶχε βίον τῆς τοιαύτης κακίας ἀπηλλαγμένον. ἔγραψε δὲ ὁ Χαρώνδας καὶ περὶ τῆς κακομιλίας νόμον ἐξηλλαγμένον καὶ τοῖς ἄλλοις νομοθέταις παρεωραμένον. ὑπολαβὼν γὰρ τοὺς ἀγαθοὺς ἄνδρας ἐνίοτε διὰ τὴν πρὸς τοὺς πονηροὺς φιλίαν καὶ συνήθειαν διαστρέφεσθαι τὰ ἤθη πρὸς κακίαν, καὶ τὴν φαυλότητα καθάπερ λοιμικὴν νόσον ἐπινέμεσθαι τὸν βίον τῶν ἀνθρώπων καὶ νοσοποιεῖν τὰς ψυχὰς τῶν ἀρίστων· κατάντης γὰρ ἡ πρὸς τὸ χεῖρον ὁδός, ῥᾳδίαν ἔχουσα τὴν ὁδοιπορίαν· διὸ καὶ τῶν μετρίων πολλοὶ τοῖς ἤθεσιν, ὑπούλοις ἡδοναῖς δελεασθέντες, εἰς ἐπιτηδεύσεις χειρίστας περιώκειλαν· ταύτην οὖν τὴν διαφθορὰν ἀναστεῖλαι βουλόμενος ὁ νομοθέτης ἀπηγόρευσε τῇ τῶν πονηρῶν φιλίᾳ τε καὶ συνηθείᾳ χρήσασθαι, καὶ δίκας ἐποίησε κακομιλίας, καὶ προστίμοις μεγάλοις ἀπέτρεψε τοὺς ἁμαρτάνειν μέλλοντας. ἔγραψε δὲ καὶ ἕτερον νόμον ἀπὸ τούτου κρείττονα καὶ τοῖς παλαιοτέροις αὐτοῦ νομοθέταις ἠμελημένον· ἐνομοθέτησε γὰρ τῶν πολιτῶν τοὺς {υἱεῖς} ἅπαντας μανθάνειν γράμματα, χορηγούσης τῆς πόλεως τοὺς μισθοὺς τοῖς διδασκάλοις. ὑπέλαβε γὰρ τοὺς ἀπόρους τοῖς βίοις, ἰδίᾳ μὴ δυναμένους διδόναι μισθούς, ἀποστερήσεσθαι τῶν καλλίστων ἐπιτηδευμάτων.
[12,13] τὴν γὰρ γραμματικὴν παρὰ τὰς ἄλλας μαθήσεις προέκρινεν ὁ νομοθέτης, καὶ μάλα προσηκόντως· διὰ γὰρ ταύτης τὰ πλεῖστα καὶ χρησιμώτατα τῶν πρὸς τὸν βίον ἐπιτελεῖσθαι, ψήφους, ἐπιστολάς, διαθήκας, νόμους, τἄλλα τὰ τὸν βίον μάλιστα ἐπανορθοῦντα. τίς γὰρ ἂν ἄξιον ἐγκώμιον διάθοιτο τῆς τῶν γραμμάτων μαθήσεως; διὰ γὰρ τούτων μόνων οἱ μὲν τετελευτηκότες τοῖς ζῶσι διαμνημονεύονται, οἱ δὲ μακρὰν τοῖς τόποις διεστῶτες τοῖς πλεῖστον ἀπέχουσιν ὡς πλησίον παρεστῶσι διὰ τῶν γεγραμμένων ὁμιλοῦσι· ταῖς τε κατὰ πόλεμον συνθήκαις ἐν ἔθνεσιν ἢ βασιλεῦσι πρὸς διαμονὴν τῶν ὁμολογιῶν ἡ διὰ τῶν γραμμάτων ἀσφάλεια βεβαιοτάτην ἔχει πίστιν· καθόλου δὲ τὰς χαριεστάτας τῶν φρονίμων ἀνδρῶν ἀποφάσεις καὶ θεῶν χρησμούς, ἔτι δὲ φιλοσοφίαν καὶ πᾶσαν παιδείαν μόνη τηρεῖ καὶ τοῖς ἐπιγινομένοις ἀεὶ παραδίδωσιν εἰς ἅπαντα τὸν αἰῶνα. διὸ καὶ τοῦ μὲν ζῆν τὴν φύσιν αἰτίαν ὑποληπτέον, τοῦ δὲ καλῶς ζῆν τὴν ἐκ τῶν γραμμάτων συγκειμένην παιδείαν. ὅθεν ὡς μεγάλων τινῶν ἀγαθῶν ἀποστερουμένους τοὺς ἀγραμμάτους διωρθώσατο τῇ νομοθεσίᾳ ταύτῃ καὶ δημοσίας ἐπιμελείας τε καὶ δαπάνης ἠξίωσε, καὶ τοσοῦτον ὑπερεβάλετο τοὺς πρότερον νομοθετήσαντας δημοσίῳ μισθῷ τοὺς νοσοῦντας τῶν ἰδιωτῶν ὑπὸ ἰατρῶν θεραπεύεσθαι, ὥσθ´ οἱ μὲν τὰ σώματα θεραπείας ἠξίωσαν, ὁ δὲ τὰς ψυχὰς τὰς ὑπ´ ἀπαιδευσίας ἐνοχλουμένας ἐθεράπευσε, κἀκείνων μὲν τῶν ἰατρῶν εὐχόμεθα μηδέποτε χρείαν ἔχειν, τοῖς δὲ τῆς παιδείας διδασκάλοις ἐπιθυμοῦμεν ἅπαντα τὸν χρόνον συνδιατρίβειν.
[12,14] ἀμφότερα δὲ τὰ προειρημένα πολλοὶ τῶν ποιητῶν δι´ ἐμμέτρου ποιήματος μεμαρτυρήκασι· τὴν μὲν καχομιλίαν ἐν τοῖσδε, ὅστις δ´ ὁμιλῶν ἥδεται κακοῖς ἀνήρ, οὐπώποτ´ ἠρώτησα, γινώσκων ὅτι τοιοῦτός ἐστιν οἷσπερ ἥδεται ξυνών· τὸν δὲ περὶ τῆς μητρυιᾶς τεθέντα ἐν τούτοις, τὸν νομοθέτην φασὶν Χαρώνδαν ἔν τινι νομοθεσίᾳ τά τ´ ἄλλα καὶ ταυτὶ λέγειν· ὁ παισὶν αὑτοῦ μητρυιὰν ἐπεισάγων μήτ´ εὐδοκιμείτω μήτε μετεχέτω λόγου παρὰ τοῖς πολίταις, ὡς ἐπείσακτον κακὸν κατὰ τῶν ἑαυτοῦ πραγμάτων πεπορισμένος. εἴτ´ ἐπέτυχες γάρ, φησί, γήμας τὸ πρότερον, εὐημερῶν κατάπαυσον, εἴτ´ οὐκ ἐπέτυχες, μανικὸν τὸ πεῖραν δευτέρας λαβεῖν πάλιν. ταῖς γὰρ ἀληθείαις ὁ δὶς ἐν τοῖς αὐτοῖς πράγμασιν ἁμαρτάνων ἄφρων ἂν δικαίως νομισθείη. καὶ Φιλήμονος τοῦ κωμῳδιογράφου γράφοντος τοὺς πολλάκις ναυτιλλομένους καὶ εἰπόντος νόμῳ τεθαύμακ´ οὐκ ἐπεὶ πέπλευκέ τις, ἀλλ´ εἰ πέπλευκε δίς, τὸ παραπλήσιον ἄν τις ἀποφαίνοιτο μὴ θαυμάζειν εἴ τις γεγάμηκεν, ἀλλ´ εἰ δὶς γεγάμηκε· κρεῖττον γὰρ εἶναι δὶς ἑαυτὸν θαλάττῃ παραβαλεῖν ἢ γυναικί. μέγισται γὰρ καὶ χαλεπώταται στάσεις ἐν ταῖς οἰκίαις γίνονται διὰ μητρυιὰς τέκνοις πρὸς πατέρας, καὶ διὰ ταῦτα πολλαὶ καὶ παράνομοι πράξεις ἐν τοῖς θεάτροις τραγῳδοῦνται.
[12,15] Ὁ δ´ οὖν Χαρώνδας καὶ ἕτερόν τινα νόμον ἀποδοχῆς ἀξιούμενον ἔγραψε, τὸν περὶ τῆς τῶν ὀρφανῶν φυλακῆς. οὗτος δ´ ἐξ ἐπιπολῆς μὲν θεωρούμενος οὐδὲν φαίνεται περιττὸν ἔχειν οὐδὲ ἀποδοχῆς ἄξιον, ἀναθεωρούμενος δὲ καὶ μετ´ ἀκριβείας ἐξεταζόμενος μεγάλην ἔχει σπουδήν τε καὶ δόξαν. ἔγραψε γὰρ τῶν μὲν ὀρφανικῶν χρημάτων ἐπιτροπεύειν τοὺς ἀγχιστεῖς τοὺς ἀπὸ πατρός, τρέφεσθαι δὲ τοὺς ὀρφανοὺς παρὰ τοῖς συγγενέσι τοῖς ἀπὸ μητρός. αὐτόθεν μὲν οὖν ὁ νόμος οὗτος οὐδὲν ὁρᾶται περιέχων σοφὸν ἢ περιττόν, ἐξεταζόμενος δὲ κατὰ βάθους εὑρίσκεται δικαίως ὢν ἄξιος ἐπαίνων. ζητουμένης γὰρ τῆς αἰτίας δι´ ἣν ἄλλοις μὲν τὴν οὐσίαν, ἑτέροις δὲ τὴν τῶν ὀρφανῶν τροφὴν ἐπίστευσεν, ἐκφαίνεταί τις ἐπίνοια τοῦ νομοθέτου περιττή· οἱ μὲν γὰρ ἀπὸ μητρὸς συγγενεῖς οὐ προσήκοντες τῇ κληρονομίᾳ τῶν ὀρφανῶν οὐκ ἐπιβουλεύσουσιν, οἱ δ´ ἀπὸ τοῦ πατρὸς οἰκεῖοι ἐπιβουλεῦσαι μὲν οὐ δύνανται διὰ τὸ μὴ πιστεύεσθαι τοῦ σώματος, τῆς δ´ οὐσίας εἰς ἐκείνους καθηκούσης, ἐὰν οἱ ὀρφανοὶ τελευτήσωσιν ἢ διὰ νόσον ἤ τινα ἄλλην περίστασιν, ἀκριβέστερον οἰκονομήσουσι τὰ χρήματα, ὡς ἰδίας τὰς ἐκ τῆς τύχης ἐλπίδας ἔχοντες.
[12,16] ἕτερον δὲ ἔθηκε νόμον κατὰ τῶν λιπόντων τὴν ἐν πολέμῳ τάξιν ἢ τὸ σύνολον μὴ ἀναλαβόντων τὰ ὅπλα ὑπὲρ τῆς πατρίδος. τῶν γὰρ ἄλλων νομοθετῶν κατὰ τῶν τοιούτων τεθεικότων θάνατον τὸ πρόστιμον, οὗτος προσέταξε τοὺς τοιούτους ἐν τῇ ἀγορᾷ ἐφ´ ἡμέρας τρεῖς καθῆσθαι ἐν ἐσθῆσι γυναικείαις. ὁ δὲ νόμος οὗτος ἅμα μὲν φιλανθρωπότερός ἐστι τῶν παρὰ τοῖς ἄλλοις, ἅμα δὲ λεληθότως τῷ μεγέθει τῆς ἀτιμίας ἀποτρέπει τοὺς ὁμοίους τούτοις τῆς ἀνανδρίας· κρεῖττον γάρ ἐστιν ἀποθανεῖν ἢ τοιαύτης ὕβρεως ἐν τῇ πατρίδι πειραθῆναι· ἅμα δὲ καὶ τοὺς ἁμαρτάνοντας οὐκ ἠφάνισεν, ἀλλὰ τῇ πόλει πρὸς τὰς πολεμικὰς χρείας ἐτήρησε, διορθωσομένους τῇ διὰ τῆς ὕβρεως κολάσει καὶ σπεύδοντας ἑτέροις ἀνδραγαθήμασιν ἐξαλεῖψαι τὴν προγεγενημένην αἰσχύνην. Διὰ δὲ τῆς ἀποτομίας τῶν νόμων διέσωσε τοὺς νόμους ὁ νομοθέτης. προσέταξε γὰρ ἐκ παντὸς τρόπου πείθεσθαι τῷ νόμῳ, κἂν ᾖ παντελῶς κακῶς γεγραμμένος· διορθοῦν δὲ συνεχώρησε τὸν χρείαν ἔχοντα διορθώσεως. τὸ μὲν γὰρ ἡττᾶσθαι ὑπὸ νομοθέτου καλὸν εἶναι ὑπελάμβανε, τὸ δὲ ὑπὸ ἰδιώτου παντελῶς ἄτοπον, καὶ εἰ ἐπὶ τῷ συμφέροντι γίνεται. καὶ μάλιστα διὰ τοῦ τοιούτου τρόπου τοὺς ἐν τοῖς δικαστηρίοις τῶν παρανενομηκότων προφάσεις καὶ διανοίας ἀντὶ τῶν ῥητῶν εἰσάγοντας ἐκώλυσε ταῖς ἰδίαις εὑρησιλογίαις καταλύειν τὴν τῶν νόμων ὑπεροχήν· διὸ καί τινας τῶν τοιαύτας κατηγορίας πεποιημένων πρὸς τοὺς δικαστὰς τοὺς δικάζοντας περὶ τῆς τῶν παρανενομηκότων τιμωρίας εἰπεῖν ὅτι σώζειν ἀναγκαῖον ἢ τὸν νόμον ἢ τὸν ἄνδρα.
[12,17] τὸν δ´ οὖν Χαρώνδαν φασὶ παραδοξότατον νενομοθετηκέναι περὶ τῆς διορθώσεως τῶν νόμων. ὁρῶντα γὰρ αὐτὸν ἐν ταῖς πλείσταις πόλεσι διὰ τὸ πλῆθος τῶν ἐπιχειρούντων ἐπανορθοῦν τοὺς νόμους λυμαινομένους μὲν τὰς προϋπαρχούσας νομοθεσίας, εἰς στάσεις δὲ τὰ πλήθη προαγομένους, ἴδιόν τι καὶ παντελῶς ἐξηλλαγμένον νομοθετῆσαι. προσέταξε γὰρ τὸν βουλόμενον διορθῶσαί τινα νόμον, ὅταν ποιῆται τὴν περὶ τῆς διορθώσεως συμβουλίαν, τὸν ἑαυτοῦ τράχηλον εἰς βρόχον ἐντιθέναι, καὶ μένειν ἄχρι ἂν ὅτου τὴν κρίσιν ὁ δῆμος περὶ τοῦ διορθουμένου νόμου ποιήσηται, κἂν μὲν ἡ ἐκκλησία προσδέξηται τὸν ὕστερον γραφόμενον, ἀπολύεσθαι τὸν εἰσηγησάμενον, ἐὰν δὲ ἄκυρον ποιήσηται τὴν διόρθωσιν, παραχρῆμα θνήσκειν ὑπὸ τοῦ βρόχου σφιγγόμενον. τοιαύτης δὲ κατὰ τὴν διόρθωσιν τῆς νομοθεσίας οὔσης, καὶ τοῦ φόβου τοὺς νεωτέρους νομοθέτας κολάζοντος, οὐδεὶς ἐτόλμα περὶ νόμων διορθώσεως φωνὴν προΐεσθαι· ἐν παντὶ δὲ τῷ μετὰ ταῦτα χρόνῳ παρὰ τοῖς Θουρίοις τρεῖς οἱ πάντες ἱστοροῦνται διορθωθῆναι διά τινας ἀναγκαίας περιστάσεις {ἐπὶ τὴν ὑπὲρ τῆς διορθώσεως συμβουλίαν παραγενέσθαι}. νόμου γὰρ ὄντος, ἐάν τίς τινος ὀφθαλμὸν ἐκκόψῃ, ἀντεκκόπτεσθαι τὸν ἐκείνου, ἑτερόφθαλμός τις ἐκκοπεὶς τὸν ὀφθαλμὸν καὶ στερηθεὶς ὅλης τῆς ὁράσεως τῷ τὸν ἕνα ἀντεκκεκόφθαι τὸν δράσαντα ἔλαττον ὑπέλαβε πρόστιμον ἐκτῖσαι· τυφλώσαντα γὰρ ἕνα τῶν πολιτῶν, εἰ τὸ κατὰ νόμον πρόστιμον ὁ πράξας ὑπομένοι, μὴ τετευχέναι τῆς ἴσης συμφορᾶς· δίκαιον οὖν εἶναι τὸν ἑτερόφθαλμον τὴν ὅρασιν ἀφελόμενον ἀμφοτέρους ἐκκόπτεσθαι τοὺς ὀφθαλμούς, εἰ μέλλει τὴν ἴσην ἀναδέχεσθαι τιμωρίαν. διὸ καὶ περιαλγῆ γενόμενον τὸν ἑτερόφθαλμον ἀποτολμῆσαι λόγον ἐν ἐκκλησίᾳ διαθέσθαι περὶ τῆς ἰδίας συμφορᾶς, ἅμα μὲν τοῖς πολίταις ἀποδυρόμενον τὴν ἰδίαν ἀτυχίαν, ἅμα δὲ συμβουλεύοντα τοῖς πλήθεσι διορθώσασθαι τὸν νόμον· τέλος δὲ δόντα τὸν τράχηλον εἰς βρόχον καὶ ἐπιτυχόντα τῇ συμβουλίᾳ, ἀκυρῶσαι μὲν τὸν ὑπάρχοντα νόμον, βεβαιῶσαι δὲ τὸν διορθωθέντα, καὶ διαφυγεῖν τὸν τοῦ βρόχου θάνατον.
[12,18] δεύτερος δὲ διωρθώθη νόμος ὁ διδοὺς ἐξουσίαν τῇ γυναικὶ ἀπολύειν τὸν ἄνδρα καὶ συνοικεῖν ᾧ ἂν βούληται. τῶν γὰρ προβεβηκότων τῇ ἡλικίᾳ τις, ἔχων γυναῖκα νεωτέραν καὶ καταλειφθείς, συνεβούλευε τοῖς Θουρίοις διορθῶσαι τὸν νόμον καὶ προσγράψαι τὴν καταλιποῦσαν ἄνδρα συνοικεῖν ᾧ ἂν βούληται μὴ νεωτέρῳ τοῦ προτέρου· ὁμοίως δὲ κἂν ἀνὴρ ἐκβάλῃ γυναῖκα, μὴ γαμεῖν ἄλλην νεωτέραν ταύτης τῆς ἐκβληθείσης. εὐστοχήσας δ´ ἐν τῇ συμβουλίᾳ καὶ ἀκυρώσας τὸν πρότερον νόμον διέφυγε {μὲν} τὸν ἐκ τοῦ βρόχου κίνδυνον· τῆς δὲ γυναικὸς κωλυθείσης νεωτέρῳ συνοικῆσαι, πάλιν ἔγημε τὸν ἀπολυθέντα. τρίτος δὲ νόμος διωρθώθη ὁ περὶ τῶν ἐπικλήρων, ὁ καὶ παρὰ Σόλωνι κείμενος. ἐκέλευε γὰρ τῇ ἐπικλήρῳ ἐπιδικάζεσθαι τὸν ἔγγιστα γένους, ὡσαύτως δὲ καὶ τὴν ἐπίκληρον ἐπιδικάζεσθαι τῷ ἀγχιστεῖ, ᾧ ἦν ἀνάγκη συνοικεῖν ἢ πεντακοσίας ἐκτῖσαι δραχμὰς εἰς προικὸς λόγον τῇ πενιχρᾷ ἐπικλήρῳ. ὀρφανὴ γάρ τις εὐγενὴς ἐπίκληρος, ἀπορουμένη παντελῶς τῶν κατὰ τὸν βίον καὶ διὰ τὴν πενίαν οὐ δυναμένη συνοικῆσαι, κατέφυγεν ἐπὶ τὸν δῆμον, καὶ μετὰ δακρύων ἐκθεμένη τὴν ἑαυτῆς ἐρημίαν τε καὶ καταφρόνησιν, πρὸς δὲ τούτοις ὑπογραψαμένη τὴν διόρθωσιν τοῦ νόμου, ὥστε ἀντὶ τῆς ἐκτίσεως τῶν πεντακοσίων δραχμῶν γράψαι συνοικεῖν κατ´ ἀνάγκην τὸν ἄγχιστα γένους τῇ ἐπιδικασθείσῃ ἐπικλήρῳ· τοῦ δὲ δήμου διὰ τὸν ἔλεον ψηφισαμένου διορθῶσαι τὸν νόμον, ἡ μὲν ὀρφανὴ τὸν ἐκ τοῦ βρόχου κίνδυνον ἐξέφυγεν, ὁ δ´ ἀγχιστεὺς πλούσιος ὢν ἠναγκάσθη γῆναι γυναῖκα πενιχρὰν ἐπίκληρον ἄνευ προικός.
[12,19] Λείπεται δ´ ἡμῖν εἰπεῖν ὑπὲρ τῆς τοῦ Χαρώνδου τελευτῆς, καθ´ ἣν ἴδιόν τι καὶ παράδοξον αὐτῷ συνέβη. ἐπὶ γὰρ τὴν χώραν ἐξιὼν μετὰ ξιφιδίου διὰ τοὺς λῃστάς, καὶ κατὰ τὴν ἐπάνοδον ἐκκλησίας συνεστώσης καὶ ταραχῆς ἐν τοῖς πλήθεσι, προσέστη πολυπραγμονῶν τὰ κατὰ τὴν στάσιν. νενομοθετηκὼς δ´ ἦν μηδένα μεθ´ ὅπλου ἐκκλησιάζειν, καὶ ἐπιλαθόμενος ὅτι τὸ ξίφος παρέζωσται, παρέδωκεν ἐχθροῖς τισιν ἀφορμὴν κατηγορίας. ὧν ἑνὸς εἰπόντος Καταλέλυκας τὸν ἴδιον νόμον, Μὰ Δι´, εἶπεν, ἀλλὰ κύριον ποιήσω· καὶ σπασάμενος τὸ ξιφίδιον ἑαυτὸν ἀπέσφαξεν. ἔνιοι δὲ τῶν συγγραφέων τὴν πρᾶξιν ταύτην περιτιθέασι Διοκλεῖ τῷ Συρακοσίων νομοθέτῃ. Ἡμεῖς δὲ ἀρκούντως τὰ περὶ Χαρώνδαν τὸν νομοθέτην διεληλυθότες βραχέα βουλόμεθα καὶ περὶ Ζαλεύκου τοῦ νομοθέτου διελθεῖν διά τε τὴν ὁμοίαν προαίρεσιν τοῦ βίου καὶ τὸ γεγονέναι τοὺς ἄνδρας ἐν πόλεσιν ἀστυγείτοσιν.
[12,20] Ζάλευκος τοίνυν ἦν τὸ γένος ἐκ τῆς Ἰταλίας Λοκρός, ἀνὴρ εὐγενὴς καὶ κατὰ παιδείαν τεθαυμασμένος, μαθητὴς δὲ Πυθαγόρου τοῦ φιλοσόφου. οὗτος πολλῆς ἀποδοχῆς τυγχάνων ἐν τῇ πατρίδι νομοθέτης ᾑρέθη, καὶ καταβαλόμενος ἐξ ἀρχῆς καινὴν νομοθεσίαν ἤρξατο πρῶτον περὶ τῶν ἐπουρανίων θεῶν. εὐθὺς γὰρ ἐν τῷ προοιμίῳ τῆς ὅλης νομοθεσίας ἔφη δεῖν τοὺς κατοικοῦντας ἐν τῇ πόλει πάντων πρῶτον ὑπολαβεῖν καὶ πεπεῖσθαι θεοὺς εἶναι, καὶ ταῖς διανοίαις ἐπισκοποῦντας τὸν οὐρανὸν καὶ τὴν διακόσμησιν καὶ τάξιν κρίνειν οὐ τύχης οὐδ´ ἀνθρώπων εἶναι ταῦτα κατασκευάσματα, σέβεσθαί τε τοὺς θεούς, ὡς πάντων τῶν ἐν τῷ βίῳ καλῶν καὶ ἀγαθῶν αἰτίους ὄντας τοῖς ἀνθρώποις, ἔχειν δὲ καὶ τὴν ψυχὴν καθαρὰν πάσης κακίας, ὡς τῶν θεῶν οὐ χαιρόντων ταῖς τῶν πονηρῶν θυσίαις τε καὶ δαπάναις, ἀλλὰ ταῖς τῶν ἀγαθῶν ἀνδρῶν δικαίαις τε καὶ καλαῖς ἐπιτηδεύσεσι. διὰ δὲ τοῦ προοιμίου προκαλεσάμενος τοὺς πολίτας εἰς εὐσέβειαν καὶ δικαιοσύνην, ἐπέζευξε προστάττων μηδένα τῶν πολιτῶν ἐχθρὸν ἀκατάλλακτον ἔχειν, ἀλλ´ οὕτω τὴν ἔχθραν ἀναλαμβάνειν ὡς ἥξοντα πάλιν εἰς σύλλυσιν καὶ φιλίαν· τὸν δὲ παρὰ ταῦτα ποιοῦντα διαλαμβάνεσθαι παρὰ τοῖς πολίταις ἀνήμερον καὶ ἄγριον τὴν ψυχήν. τοὺς δὲ ἄρχοντας παρεκελεύετο μὴ εἶναι αὐθάδεις μηδὲ ὑπερηφάνους, μηδὲ κρίνειν πρὸς ἔχθραν ἢ φιλίαν. ἐν δὲ τοῖς κατὰ μέρος νομοθετήμασι πολλὰ παρ´ ἑαυτοῦ προσεξεῦρε μάλα σοφῶς καὶ περιττῶς.
[12,21] τῶν γὰρ ἄλλων ἁπάντων ἁμαρτανουσῶν γυναικῶν ἀργυρικὰς ζημίας τεταχότων οὗτος φιλοτέχνῳ προστίμῳ τὰς ἀκολασίας αὐτῶν διωρθώσατο. ἔγραψε γὰρ οὕτω· γυναικὶ ἐλευθέρᾳ μὴ πλείω ἀκολουθεῖν μιᾶς θεραπαινίδος, ἐὰν μὴ μεθύῃ, μηδὲ ἐξιέναι νυκτὸς ἐκ τῆς πόλεως εἰ μὴ μοιχευομένην, μηδὲ περιτίθεσθαι χρυσία μηδὲ ἐσθῆτα παρυφασμένην, ἐὰν μὴ ἑταίρα ᾖ, μηδὲ τὸν ἄνδρα φορεῖν δακτύλιον ὑπόχρυσον μηδὲ ἱμάτιον ἰσομιλήσιον, ἐὰν μὴ ἑταιρεύηται ἢ μοιχεύηται. διὸ καὶ ῥᾳδίως ταῖς τῶν προστίμων αἰσχραῖς ὑπεξαιρέσεσιν ἀπέτρεψε τῆς βλαβερᾶς τρυφῆς καὶ ἀκολασίας τῶν ἐπιτηδευμάτων· οὐδεὶς γὰρ ἐβούλετο τὴν αἰσχρὰν ἀκολασίαν ὁμολογήσας καταγέλαστος ἐν τοῖς πολίταις εἶναι. πολλὰ δὲ καὶ ἄλλα τῶν συμβολαίων καὶ τῶν ἄλλων τῶν κατὰ τὸν βίον ἀμφισβητουμένων καλῶς ἐνομοθέτησε, περὶ ὧν ἡμῖν μακρὸν ἂν εἴη γράφειν καὶ τῆς ὑποκειμένης ἱστορίας ἀνοίκειον· διόπερ ἐπὶ τὰ συνεχῆ τοῖς προειρημένοις ἀναβιβάσομεν τὸν λόγον.
[12,22] Ἐπ´ ἄρχοντος γὰρ Ἀθήνησι Λυσιμαχίδου Ῥωμαῖοι μὲν ὑπάτους κατέστησαν Τίτον Μενήνιον καὶ Πόπλιον Σήστιον Καπετωλῖνον. ἐπὶ δὲ τούτων διαφεύγοντες τὸν ἐν τῇ στάσει κίνδυνον Συβαρῖται περὶ τὸν Τράεντα ποταμὸν κατῴκησαν. καὶ χρόνον μέν τινα διέμειναν, ἔπειθ´ ὑπὸ Βρεττίων ἐκβληθέντες ἀνῃρέθησαν. κατὰ δὲ τὴν Ἑλλάδα Ἀθηναῖοι τὴν Εὔβοιαν ἀνακτησάμενοι καὶ τοὺς Ἑστιαιεῖς ἐκ τῆς πόλεως ἐκβαλόντες ἰδίαν ἀποικίαν εἰς αὐτὴν ἐξέπεμψαν Περικλέους στρατηγοῦντος, χιλίους δὲ οἰκήτορας ἐκπέμψαντες τήν τε πόλιν καὶ τὴν χώραν κατεκληρούχησαν.
[12,23] Ἐπ´ ἄρχοντος δ´ Ἀθήνησι Πραξιτέλους ὀλυμπιὰς μὲν ἤχθη τετάρτη πρὸς ταῖς ὀγδοήκοντα, καθ´ ἣν ἐνίκα στάδιον Κρίσων Ἱμεραῖος, ἐν δὲ τῇ Ῥώμῃ δέκα ἄνδρες κατεστάθησαν νομογράφοι, Πόπλιος Κλώδιος Ῥηγιλλανός, Τίτος Μινύκιος, Σπόριος Οὐετούριος, Γάιος Ἰούλιος, {Γάιος} Σουλπίκιος, Πόπλιος Σήστιος, Ῥωμύλος, Σπόριος Ποστούμιος Καλβίνιος. οὗτοι τοὺς νόμους συνετέλεσαν. ἐπὶ δὲ τούτων Θούριοι μὲν διαπολεμοῦντες πρὸς Ταραντίνους τὰς ἀλλήλων χώρας ἐπόρθουν καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, καὶ πολλὰς μὲν μικρὰς μάχας καὶ ἀκροβολισμοὺς ἐποιήσαντο, ἀξιόλογον δὲ πρᾶξιν οὐδεμίαν συνετέλεσαν.
[12,24] Ἐπ´ ἄρχοντος δ´ Ἀθήνησι Λυσανίου Ῥωμαῖοι πάλιν δέκα ἄνδρας νομοθέτας εἵλοντο, Ἄππιον Κλώδιον, Μάρκον Κορνήλιον, Λεύκιον Μινύκιον, Γάιον Σέργιον, Κόιντον Πόπλιον, Μάνιον Ῥαβολήιον, Σπόριον Οὐετούριον. οὗτοι δὲ τοὺς νόμους οὐκ ἠδυνήθησαν συντελέσαι. εἷς δ´ ἐξ αὐτῶν ἐρασθεὶς εὐγενοῦς παρθένου πενιχρᾶς, τὸ μὲν πρῶτον χρήμασι διαφθεῖραι τὴν κόρην ἐπεβάλετο, ὡς δ´ οὐ προσεῖχεν αὐτῷ, ἐπαπέστειλε συκοφάντην ἐπ´ αὐτήν, προστάξας ἄγειν εἰς δουλείαν. τοῦ δὲ συκοφάντου φήσαντος ἰδίαν αὑτοῦ εἶναι δούλην καὶ πρὸς τὸν ἄρχοντα καταστήσαντος {δουλαγωγεῖν}, προσαγαγὼν κατηγόρησεν ὡς δούλης. τοῦ δὲ διακούσαντος τῆς κατηγορίας καὶ τὴν κόρην ἐγχειρίσαντος, ἐπιλαβόμενος ὁ συκοφάντης ἀπῆγεν ὡς ἰδίαν δούλην. ὁ δὲ πατὴρ τῆς παρθένου παρὼν καὶ δεινοπαθῶν, ὡς οὐδεὶς αὐτῷ προσεῖχε, παραπορευόμενος κατὰ τύχην παρὰ κρεοπώλιον, ἁρπάσας τὴν παρακειμένην ἐπὶ τῆς σανίδος κοπίδα, ταύτῃ πατάξας τὴν θυγατέρα ἀπέκτεινεν, ἵνα μὴ τῆς ὕβρεως λάβῃ πεῖραν, αὐτὸς δ´ ἐκ τῆς πόλεως ἐκπηδήσας ἀπῆλθε πρὸς τὸ στρατόπεδον τὸ ἐν τῷ Ἀλγίδῳ καλουμένῳ τότε ὑπάρχον. καταφυγὼν δὲ ἐπὶ τὸ πλῆθος καὶ μετὰ δακρύων τὴν κατ´ αὐτὸν συμφορὰν ἀπαγγείλας, ἅπαντας ἤγαγεν εἰς ἔλεον καὶ πολλὴν συμπάθειαν. πάντων δ´ ἐπιβοηθεῖν τοῖς ἠτυχηκόσιν ὁρμησάντων, μετὰ τῶν ὅπλων νυκτὸς εἰς τὴν Ῥώμην εἰσέπεσον. οὗτοι μὲν οὖν κατελάβοντο λόφον τὸν ὀνομαζόμενον Ἀουεντῖνον.
[12,25] ἅμα δ´ ἡμέρᾳ γνωσθείσης τῆς τῶν στρατιωτῶν μισοπονηρίας οἱ μὲν δέκα νομογράφοι βοηθοῦντες τῷ συνάρχοντι συνῆγον πολλοὺς τῶν νέων, ὡς διὰ τῶν ὅπλων κριθησόμενοι· μεγάλης δ´ ἐμπεσούσης φιλοτιμίας οἱ χαριέστατοι τῶν πολιτῶν, προορώμενοι τὸ μέγεθος τοῦ κινδύνου, διεπρεσβεύσαντο πρὸς ἀμφοτέρους περὶ συλλύσεως, καὶ μετὰ πολλῆς σπουδῆς ἐδέοντο λῆξαι τῆς στάσεως καὶ μὴ περιβαλεῖν τὴν πατρίδα μεγάλαις συμφοραῖς. τέλος δὲ πεισθέντων ἁπάντων ὁμολογίας ἔθεντο πρὸς ἀλλήλους, ὥστε δέκα αἱρεῖσθαι δημάρχους μεγίστας ἔχοντας ἐξουσίας τῶν κατὰ τὴν πόλιν ἀρχόντων, καὶ τούτους ὑπάρχειν οἱονεὶ φύλακας τῆς τῶν πολιτῶν ἐλευθερίας· τῶν δὲ κατ´ ἐνιαυτὸν γινομένων ὑπάτων τὸν μὲν ἕνα ἐκ τῶν πατρικίων αἱρεῖσθαι, καὶ τὸν ἕνα πάντως ἀπὸ τοῦ πλήθους καθίστασθαι, ἐξουσίας οὔσης τῷ δήμῳ καὶ ἀμφοτέρους τοὺς ὑπάτους ἐκ τοῦ πλήθους αἱρεῖσθαι. τοῦτο δ´ ἔπραξαν ταπεινῶσαι σπεύδοντες τὴν τῶν πατρικίων ὑπεροχήν· οἱ γὰρ ἄνδρες οὗτοι διά τε τὴν εὐγένειαν καὶ τὸ μέγεθος τῆς ἐκ τῶν προγόνων αὐτοῖς παρακολουθούσης δόξης ὡσεί τινες κύριοι τῆς πόλεως ὑπῆρχον. ἐν δὲ ταῖς ὁμολογίαις προσέκειτο τοῖς ἄρξασι δημάρχοις τὸν ἐνιαυτόν, ἀντικαθιστάναι πάλιν δημάρχους τοὺς ἴσους ἢ τοῦτο μὴ πράξαντας ζῶντας κατακαυθῆναι· ἐὰν δὲ οἱ δήμαρχοι μὴ συμφωνῶσι πρὸς ἀλλήλους, κύριοι εἶναι τὸν ἀνὰ μέσον κείμενον μὴ κωλύεσθαι. τὴν μὲν οὖν ἐν Ῥώμῃ στάσιν τοιαύτης συλλύσεως τυχεῖν συνέβη.
[12,26] Ἐπ´ ἄρχοντος δ´ Ἀθήνησι Διφίλου Ῥωμαῖοι κατέστησαν ὑπάτους Κάγκον Ὁράτιον καὶ Λεύκιον Οὐαλέριον Τούρπινον. ἐπὶ δὲ τούτων, ἐν τῇ Ῥώμῃ τῆς νομοθεσίας διὰ τὴν στάσιν ἀσυντελέστου γενομένης, οἱ ὕπατοι συνετέλεσαν αὐτήν· τῶν γὰρ καλουμένων δώδεκα πινάκων οἱ μὲν δέκα συνετελέσθησαν, τοὺς δ´ ὑπολειπομένους δύο ἀνέγραψαν οἱ ὕπατοι. καὶ τελεσθείσης τῆς ὑποκειμένης νομοθεσίας, ταύτην εἰς δώδεκα χαλκοῦς πίνακας χαράξαντες οἱ ὕπατοι προσήλωσαν τοῖς πρὸ τοῦ βουλευτηρίου τότε κειμένοις ἐμβόλοις. ἡ δὲ γραφεῖσα νομοθεσία, βραχέως καὶ ἀπερίττως συγκειμένη, διέμεινε θαυμαζομένη μέχρι τῶν καθ´ ἡμᾶς καιρῶν. - Τούτων δὲ πραττομένων τὰ πλεῖστα τῶν κατὰ τὴν οἰκουμένην ἐθνῶν ἐν ἡσυχίᾳ ὑπῆρχε, πάντων σχεδὸν εἰρήνην ἀγόντων. οἱ μὲν γὰρ Πέρσαι διττὰς συνθήκας εἶχον πρὸς τοὺς Ἕλληνας, τὰς μὲν πρὸς Ἀθηναίους καὶ τοὺς συμμάχους αὐτῶν, ἐν αἷς ἦσαν αἱ κατὰ τὴν Ἀσίαν Ἑλληνίδες πόλεις αὐτόνομοι, πρὸς δὲ τοὺς Λακεδαιμονίους ὕστερον ἐγράφησαν, ἐν αἷς τοὐναντίον ἦν γεγραμμένον ὑπηκόους εἶναι τοῖς Πέρσαις τὰς κατὰ τὴν Ἀσίαν Ἑλληνίδας πόλεις. ὁμοίως δὲ καὶ τοῖς Ἕλλησι πρὸς ἀλλήλους ὑπῆρχεν εἰρήνη, συντεθειμένων τῶν Ἀθηναίων καὶ τῶν Λακεδαιμονίων σπονδὰς τριακονταετεῖς. ὁμοίως δὲ καὶ τὰ κατὰ τὴν Σικελίαν εἰρηνικὴν εἶχε κατάστασιν, Καρχηδονίων μὲν πεποιημένων συνθήκας πρὸς Γέλωνα, αὐτῶν δὲ τῶν κατὰ τὴν Σικελίαν πόλεων Ἑλληνίδων τὴν ἡγεμονίαν Συρακοσίοις συγκεχωρηκυιῶν, καὶ τῶν Ἀκραγαντίνων μετὰ τὴν ἧτταν τὴν γενομένην περὶ τὸν Ἱμέραν ποταμὸν συλλελυμένων πρὸς τοὺς Συρακοσίους. ἡσύχαζε δὲ καὶ τὰ κατὰ τὴν Ἰταλίαν ἔθνη καὶ Κελτικήν, ἔτι δ´ Ἰβηρίαν καὶ τὴν ἄλλην σχεδὸν ἅπασαν οἰκουμένην. διόπερ πολεμικὴ μὲν καὶ ἀξία μνήμης πρᾶξις οὐδεμία συνετελέσθη κατὰ τούτους τοὺς χρόνους, εἰρήνη δὲ μία συνετελέσθη, καὶ πανηγύρεις καὶ ἀγῶνες καὶ θεῶν θυσίαι καὶ τἄλλα τὰ πρὸς εὐδαιμονίαν ἀνήκοντα παρὰ πᾶσιν ἐπεπόλαζεν.
[12,27] Ἐπ´ ἄρχοντος δ´ Ἀθήνησι Τιμοκλέους Ῥωμαῖοι μὲν κατέστησαν ὑπάτους Λαρῖνον Ἑρμίνιον καὶ Τίτον Στερτίνιον Στρούκτορα. ἐπὶ δὲ τούτων Σάμιοι μὲν πρὸς Μιλησίους περὶ Πριήνης ἀμφισβητήσαντες εἰς πόλεμον κατέστησαν, ὁρῶντες δὲ τοὺς Ἀθηναίους ταῖς εὐνοίαις διαφέροντας πρὸς Μιλησίους, ἀπέστησαν ἀπ´ αὐτῶν. οἱ δὲ Περικλέα προχειρισάμενοι στρατηγὸν ἐξέπεμψαν ἐπὶ τοὺς Σαμίους ἔχοντα τριήρεις τετταράκοντα. οὗτος δὲ πλεύσας ἐπί τε τὴν Σάμον - - - παρεισελθὼν δὲ καὶ τῆς πόλεως ἐγκρατὴς γενόμενος κατέστησε δημοκρατίαν ἐν αὐτῇ. πραξάμενος δὲ παρὰ τῶν Σαμίων ὀγδοήκοντα τάλαντα, καὶ τοὺς ἴσους ὁμήρους παῖδας λαβών, τούτους μὲν παρέδωκε τοῖς Λημνίοις, αὐτὸς δ´ ἐν ὀλίγαις ἡμέραις ἅπαντα συντετελεκὼς ἐπανῆλθεν εἰς τὰς Ἀθήνας. ἐν δὲ τῇ Σάμῳ στάσεως γενομένης, καὶ τῶν μὲν αἱρουμένων τὴν δημοκρατίαν, τῶν δὲ βουλομένων τὴν ἀριστοκρατίαν εἶναι, ταραχὴ πολλὴ τὴν πόλιν ἐπεῖχε. τῶν δ´ ἐναντιουμένων τῇ δημοκρατίᾳ διαβάντων εἰς τὴν Ἀσίαν καὶ πορευθέντων εἰς Σάρδεις πρὸς Πισσούθνην τὸν τῶν Περσῶν σατράπην περὶ βοηθείας, ὁ μὲν Πισσούθνης ἔδωκεν αὐτοῖς στρατιώτας ἑπτακοσίους, ἐλπίζων τῆς Σάμου διὰ τούτου κυριεύσειν, οἱ δὲ Σάμιοι μετὰ τῶν δοθέντων αὐτοῖς στρατιωτῶν νυκτὸς πλεύσαντες εἰς τὴν Σάμον ἔλαθόν τε {τὴν πόλιν} παρεισελθόντες, τῶν πολιτῶν συνεργούντων, ῥᾳδίως τ´ ἐκράτησαν τῆς Σάμου, καὶ τοὺς ἀντιπράττοντας αὐτοῖς ἐξέβαλον ἐκ τῆς πόλεως· τοὺς δ´ ὁμήρους ἐκκλέψαντες ἐκ τῆς Λήμνου καὶ τὰ κατὰ τὴν Σάμον ἀσφαλισάμενοι, φανερῶς ἑαυτοὺς ἀπέδειξαν πολεμίους τοῖς Ἀθηναίοις. οἱ δὲ πάλιν Περικλέα προχειρισάμενοι στρατηγὸν ἐξέπεμψαν ἐπὶ τοὺς Σαμίους μετὰ νεῶν ἑξήκοντα. μετὰ δὲ ταῦθ´ ὁ μὲν Περικλῆς ναυμαχήσας πρὸς ἑβδομήκοντα τριήρεις ἐνίκησε τοὺς Σαμίους, μεταπεμψάμενος δὲ παρὰ Χίων καὶ Μυτιληναίων ναῦς εἴκοσι πέντε μετὰ τούτων ἐπολιόρκησε τὴν Σάμον. μετὰ δέ τινας ἡμέρας Περικλῆς μὲν καταλιπὼν μέρος τῆς δυνάμεως ἐπὶ τῆς πολιορκίας ἀνέζευξεν, ἀπαντήσων ταῖς Φοινίσσαις ναυσίν, ἃς οἱ Πέρσαι τοῖς Σαμίοις ἦσαν ἀπεσταλκότες.
[12,28] οἱ δὲ Σάμιοι διὰ τὴν ἀνάζευξιν τοῦ Περικλέους νομίζοντες ἔχειν καιρὸν ἐπιτήδειον εἰς ἐπίθεσιν ταῖς ἀπολελειμμέναις ναυσίν, ἐπέπλευσαν ἐπ´ αὐτάς, καὶ νικήσαντες τῇ ναυμαχίᾳ φρονήματος ἐπληροῦντο. ὁ δὲ Περικλῆς ἀκούσας τὴν τῶν ἰδίων ἧτταν, εὐθὺς ὑπέστρεψε καὶ στόλον ἀξιόλογον ἤθροισε, βουλόμενος εἰς τέλος συντρῖψαι τὸν τῶν ἐναντίων στόλον. ταχὺ δ´ ἀποστειλάντων Ἀθηναίων μὲν ἑξήκοντα τριήρεις, Χίων δὲ καὶ Μυτιληναίων τριάκοντα, μεγάλην ἔχων δύναμιν συνεστήσατο τὴν πολιορκίαν καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, συνεχεῖς ποιούμενος προσβολάς. κατεσκεύασε δὲ καὶ μηχανὰς πρῶτος τῶν πρὸ αὐτοῦ τούς τε ὀνομαζομένους κριοὺς καὶ χελώνας, Ἀρτέμωνος τοῦ Κλαζομενίου κατασκευάσαντος. ἐνεργῶς δὲ πολιορκήσας τὴν πόλιν καὶ ταῖς μηχαναῖς καταβαλὼν τὰ τείχη κύριος ἐγένετο τῆς Σάμου. κολάσας δὲ τοὺς αἰτίους ἐπράξατο τοὺς Σαμίους τὰς εἰς τὴν πολιορκίαν γεγενημένας δαπάνας, τιμησάμενος αὐτὰς ταλάντων διακοσίων. παρείλετο δὲ καὶ τὰς ναῦς αὐτῶν καὶ τὰ τείχη κατέσκαψε, καὶ τὴν δημοχρατίαν καταστήσας ἐπανῆλθεν εἰς τὴν πατρίδα. Ἀθηναίοις δὲ καὶ Λακεδαιμονίοις μέχρι τούτων τῶν χρόνων αἱ τριακονταετεῖς σπονδαὶ διέμειναν ἀσάλευτοι. καὶ ταῦτα μὲν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.
[12,29] Ἐπ´ ἄρχοντος δ´ Ἀθήνησι Μυριχίδου Ῥωμαῖοι μὲν κατέστησαν ὑπάτους Λεύκιον Ἰούλιον καὶ Μάρκον Γεγάνιον, Ἠλεῖοι δ´ ἤγαγον ὀλυμπιάδα πέμπτην πρὸς ταῖς ὀγδοήκοντα, καθ´ ἣν ἐνίκα Κρίσων Ἱμεραῖος τὸ δεύτερον. ἐπὶ δὲ τούτων κατὰ τὴν Σικελίαν Δουκέτιος μὲν ὁ γεγονὼς τῶν Σικελικῶν πόλεων ἡγεμὼν τὴν τῶν Καλακτίνων πατρίδα κατέστησε, καὶ πολλοὺς εἰς αὐτὴν οἰκίζων οἰκήτορας ἀντεποιήσατο μὲν τῆς τῶν Σικελῶν ἡγεμονίας, μεσολαβηθεὶς δὲ νόσῳ τὸν βίον κατέστρεψε. Συρακόσιοι δὲ πάσας τὰς τῶν Σικελῶν πόλεις ὑπηκόους ποιησάμενοι πλὴν τῆς ὀνομαζομένης Τρινακίης, ἔγνωσαν ἐπὶ ταύτην στρατεύειν· σφόδρα γὰρ ὑπώπτευον τοὺς Τρινακίους ἀντιλήψεσθαι τῆς τῶν ὁμοεθνῶν Σικελῶν ἡγεμονίας. ἡ δὲ πόλις αὕτη πολλοὺς καὶ μεγάλους ἄνδρας εἶχεν, ἀεὶ τὸ πρωτεῖον ἐσχηκυῖα τῶν Σικελικῶν πόλεων· ἦν γὰρ ἡγεμόνων ἡ πόλις αὕτη πλήρης μέγα φρονούντων ἐπ´ ἀνδρείᾳ. διὸ καὶ πάσας τὰς δυνάμεις ἀθροίσαντες ἐκ τῶν Συρακουσῶν καὶ τῶν συμμάχων πόλεων ἐστράτευσαν ἐπ´ αὐτήν. οἱ δὲ Τρινάκιοι συμμάχων μὲν ἦσαν ἔρημοι διὰ τὸ τὰς ἄλλας πόλεις ὑπακούειν Συρακοσίοις, μέγαν δ´ ἀγῶνα συνεστήσαντο. ἐκθύμως γὰρ ἐγκαρτεροῦντες τοῖς δεινοῖς καὶ πολλοὺς ἀνελόντες, ἡρωικῶς μαχόμενοι πάντες κατέστρεψαν τὸν βίον. ὁμοίως δὲ καὶ τῶν πρεσβυτέρων οἱ πλείους ἑαυτοὺς ἐκ τοῦ ζῆν μετέστησαν, οὐχ ὑπομείναντες τὰς ἐκ τῆς ἁλώσεως ὕβρεις. οἱ δὲ Συρακόσιοι τοὺς πρότερον ἀηττήτους γεγονότας νικήσαντες ἐπιφανῶς, τὴν μὲν πόλιν ἐξανδραποδισάμενοι κατέσκαψαν, τῶν δὲ λαφύρων τὰ κράτιστα ἀπέστειλαν εἰς Δελφοὺς χαριστήρια τῷ θεῷ.
[12,30] Ἐπ´ ἄρχοντος δ´ Ἀθήνησι Γλαυκίδου Ῥωμαῖοι κατέστησαν ὑπάτους Τίτον Κοΐντιον καὶ Ἀγρίππαν Φούριον. ἐπὶ δὲ τούτων Συρακόσιοι διὰ τὰς προειρημένας εὐημερίας ἑκατὸν μὲν τριήρεις ἐναυπηγήσαντο, τὸν δὲ τῶν ἱππέων ἀριθμὸν ἐποίησαν διπλάσιον· ἐπεμελήθησαν δὲ καὶ τῆς πεζῆς δυνάμεως, καὶ χρημάτων παρασκευὰς ἐποιοῦντο, φόρους ἁδροτέρους τοῖς ὑποτεταγμένοις Σικελοῖς ἐπιτιθέντες. ταῦτα δ´ ἔπραττον διανοούμενοι πᾶσαν Σικελίαν ἐκ τοῦ κατ´ ὀλίγον κατακτήσασθαι. ἅμα δὲ τούτοις πραττομένοις κατὰ τὴν Ἑλλάδα συνέβη τὸν Κορινθιακὸν κληθέντα πόλεμον ἀρχὴν λαβεῖν διὰ τοιαύτας τινὰς αἰτίας. Ἐπιδάμνιοι κατοικοῦντες περὶ τὸν Ἀδρίαν, ἄποικοι δ´ ὑπάρχοντες Κερκυραίων καὶ Κορινθίων, ἐστασίασαν πρὸς ἀλλήλους. τῆς δ´ ἐπικρατούσης μερίδος φυγαδευούσης πολλοὺς τῶν ἀντιπραττόντων, οἱ φυγάδες ἀθροισθέντες καὶ παραλαβόντες τοὺς Ἰλλυριοὺς ἔπλευσαν κοινῇ μετ´ αὐτῶν ἐπὶ τὴν Ἐπίδαμνον. στρατευσάντων δὲ τῶν βαρβάρων πολλῇ δυνάμει, καὶ τὴν μὲν χώραν κατασχόντων, τὴν δὲ πόλιν πολιορκούντων, οἱ μὲν Ἐπιδάμνιοι, καθ´ ἑαυτοὺς οὐκ ὄντες ἀξιόμαχοι, πρέσβεις ἔπεμψαν εἰς Κέρκυραν, ἀξιοῦντες τοὺς Κερκυραίους συγγενεῖς ὄντας βοηθῆσαι. οὐ προσεχόντων δ´ αὐτῶν, ἐπρεσβεύσαντο πρὸς Κορινθίους περὶ συμμαχίας, καὶ μόνην ἐκείνην ἐποιήσαντο μητρόπολιν· ἅμα δὲ καὶ συνοίκους ᾐτοῦντο. οἱ δὲ Κορίνθιοι τοὺς μὲν Ἐπιδαμνίους ἐλεοῦντες, τοὺς δὲ Κερκυραίους μισοῦντες διὰ τὸ μόνους τῶν ἀποίκων μὴ πέμπειν τὰ κατειθισμένα ἱερεῖα τῇ μητροπόλει, ἔκριναν βοηθεῖν τοῖς Ἐπιδαμνίοις. διόπερ ἀποίκους τε ἐξέπεμψαν εἰς τὴν Ἐπίδαμνον καὶ στρατιώτας ἱκανοὺς φρουρῆσαι τὴν πόλιν. ἐπὶ δὲ τούτοις οἱ Κερκυραῖοι παροξυνθέντες ἀπέστειλαν πεντήκοντα τριήρεις καὶ στρατηγὸν ἐπ´ αὐτῶν. οὗτος δὲ προσπλεύσας τῇ πόλει προσέταττε τοὺς μὲν φυγάδας καταδέχεσθαι· ἐπὶ δὲ τοὺς φρουροὺς Κορινθίους πρέσβεις ἀπέστειλαν ἀξιοῦντες δικαστηρίῳ κριθῆναι περὶ τῆς ἀποικίας, μὴ πολέμῳ. τῶν δὲ Κορινθίων οὐ προσεχόντων αὐτοῖς, συγκατέβησαν εἰς πόλεμον ἀμφότεροι, καὶ ναυτικὰς δυνάμεις ἀξιολόγους κατεσκεύαζον καὶ συμμάχους προσελαμβάνοντο. ὁ μὲν οὖν Κορινθιακὸς ὀνομασθεὶς πόλεμος συνέστη διὰ τὰς προειρημένας αἰτίας. Ῥωμαῖοι δὲ πρὸς Οὐολούσκους διαπολεμοῦντες τὸ μὲν πρῶτον ἀκροβολισμοὺς καὶ μικρὰς μάχας συνετέλουν, μετὰ δὲ ταῦτα παρατάξει μεγάλῃ νικήσαντες τοὺς πλείους τῶν πολεμίων κατέκοψαν.
[12,31] Ἐπ´ ἄρχοντος δ´ Ἀθήνησι Θεοδώρου Ῥωμαῖοι μὲν κατέστησαν ὑπάτους Μάρκον Γενύκιον καὶ Ἀγρίππαν Κούρτιον Χίλωνα. ἐπὶ δὲ τούτων κατὰ μὲν τὴν Ἰταλίαν τὸ ἔθνος τῶν Καμπανῶν συνέστη, καὶ ταύτης ἔτυχε τῆς προσηγορίας ἀπὸ τῆς ἀρετῆς τοῦ πλησίον κειμένου πεδίου. κατὰ δὲ τὴν Ἀσίαν οἱ τοῦ Κιμμερίου Βοσπόρου βασιλεύσαντες, ὀνομασθέντες δὲ Ἀρχαιανακτίδαι, ἦρξαν ἔτη δύο πρὸς τοῖς τετταράκοντα· διεδέξατο δὲ τὴν ἀρχὴν Σπάρτακος, καὶ ἦρξεν ἔτη ἑπτά. κατὰ δὲ τὴν Ἑλλάδα Κορίνθιοι πρὸς Κερκυραίους διαπολεμοῦντες καὶ παρασκευασάμενοι ναυτικὰς δυνάμεις, συνεστήσαντο ναυμαχίαν. οἱ μὲν οὖν Κορίνθιοι ἔχοντες ναῦς ἑβδομήκοντα καλῶς ἐξηρτυμένας, ἐπέπλευσαν τοῖς πολεμίοις· οἱ δὲ Κερκυραῖοι τριήρεσιν ὀγδοήκοντα ἀντιταχθέντες ἐνίκησαν τῇ ναυμαχίᾳ, καὶ τὴν Ἐπίδαμνον ἐκπολιορκήσαντες τοὺς μὲν ἄλλους αἰχμαλώτους ἀπέκτειναν, τοὺς δὲ Κορινθίους δήσαντες εἰς φυλακὴν παρέδοσαν. μετὰ δὲ τὴν ναυμαχίαν οἱ μὲν Κορίνθιοι καταπλαγέντες κατέπλευσαν εἰς Πελοπόννησον, οἱ δὲ Κερκυραῖοι θαλαττοκρατοῦντες τῆς κατ´ ἐκείνους τοὺς τόπους θαλάττης ἐπέπλεον τοῖς Κορινθίων συμμάχοις καὶ τὴν χώραν αὐτῶν ἐπόρθουν.
[12,32] Τοῦ δ´ ἐνιαυσίου χρόνου διελθόντος Ἀθήνησι μὲν ἦρχεν Εὐθυμένης, ἐν Ῥώμῃ δ´ ἀντὶ τῶν ὑπάτων χιλίαρχοι κατεστάθησαν τρεῖς, Αὖλος Σεμπρώνιος, Λεύκιος Ἀτίλιος, Τίτος Κόιντος. ἐπὶ δὲ τούτων Κορίνθιοι μὲν ἡττημένοι τῇ ναυμαχίᾳ ναυπηγήσασθαι στόλον ἀξιολογώτερον ἔκριναν. διόπερ ὕλην πολλὴν παρασκευασάμενοι καὶ ναυπηγοὺς ἐκ τῶν πόλεων μισθούμενοι μετὰ πολλῆς φιλοτιμίας κατεσκεύαζον τριήρεις καὶ ὅπλα καὶ βέλη παντοδαπά, καὶ καθόλου πάσας τὰς εἰς τὸν πόλεμον παρασκευὰς ἡτοίμαζον, καὶ τὰς μὲν ἐκ καταβολῆς τριήρεις ἐναυπηγοῦντο, τὰς δὲ πεπονηκυίας ἐθεράπευον, ἄλλας δὲ παρὰ τῶν συμμάχων μετεπέμποντο. τὸ δὲ παραπλήσιον καὶ τῶν Κερκυραίων ποιούντων, καὶ ταῖς φιλοτιμίαις οὐκ ἀπολιμπανομένων, φανερὸς ἦν ὁ πόλεμος αὔξησιν μεγάλην ληψόμενος. ἅμα δὲ τούτοις πραττομένοις Ἀθηναῖοι συνῴκισαν Ἀμφίπολιν, καὶ τῶν οἰκητόρων οὓς μὲν ἐκ τῶν πολιτῶν κατέλεξαν, οὓς δ´ ἐκ τῶν σύνεγγυς φρουρίων.
[12,33] Ἐπ´ ἄρχοντος δ´ Ἀθήνησι Λυσιμάχου Ῥωμαῖοι μὲν ὑπάτους κατέστησαν Τίτον Κοΐντιον καὶ Μάρκον Γεγάνιον Μακερῖνον, Ἠλεῖοι δ´ ἤγαγον ὀλυμπιάδα ἕκτην πρὸς ταῖς ὀγδοήκοντα, καθ´ ἣν ἐνίκα στάδιον Θεόπομπος Θετταλός. ἐπὶ δὲ τούτων Κερκυραῖοι μὲν πυνθανόμενοι τῶν παρασκευαζομένων ἐπ´ αὐτοὺς δυνάμεων τὸ πλῆθος, ἀπέστειλαν πρὸς Ἀθηναίους πρέσβεις ἀξιοῦντες αὐτοῖς βοηθῆσαι. τὸ δ´ αὐτὸ καὶ Κορινθίων ποιησάντων, καὶ συναχθείσης ἐκκλησίας, διήκουσε τῶν πρέσβεων ὁ δῆμος, καὶ ἐψηφίσατο συμμαχεῖν Κερκυραίοις. διὸ καὶ παραχρῆμα μὲν ἐξέπεμψαν τριήρεις κατηρτισμένας δέκα, μετὰ δὲ ταῦτα πλείους ἐπηγγείλαντο πέμψειν, ἐὰν ᾖ χρεία. οἱ δὲ Κορίνθιοι τῆς τῶν Ἀθηναίων συμμαχίας ἀποτυχόντες, ἐνενήκοντα μὲν αὐτοὶ τριήρεις ἐπλήρωσαν, παρὰ δὲ τῶν συμμάχων ἑξήκοντα προσελάβοντο. ἔχοντες οὖν ναῦς κατηρτισμένας ἑκατὸν πεντήκοντα, καὶ στρατηγοὺς ἑλόμενοι τοὺς χαριεστάτους, ἀνήχθησαν ἐπὶ τὴν Κέρκυραν, κεκρικότες διὰ τάχους ναυμαχῆσαι. οἱ δὲ Κερκυραῖοι πυνθανόμενοι τὸν τῶν πολεμίων στόλον μὴ μακρὰν ἀπέχειν, ἀντανήχθησαν τριήρεσιν ἑκατὸν εἴκοσι σὺν ταῖς τῶν Ἀθηναίων. γενομένης δὲ ναυμαχίας ἰσχυρᾶς, τὸ μὲν πρῶτον ἐπεκράτουν οἱ Κορίνθιοι, μετὰ δὲ ταῦτα τῶν Ἀθηναίων ἐπιφανέντων ἄλλαις εἴκοσι ναυσίν, ἃς ἀπεστάλκεσαν ἐν τῇ δευτέρᾳ συμμαχίᾳ, συνέβη νικῆσαι τοὺς Κερκυραίους. τῇ δ´ ὑστεραίᾳ πάντων τῶν Κερκυραίων ἐπιπλευσάντων οὐκ ἀνήχθησαν οἱ Κορίνθιοι.
[12,34] Ἐπ´ ἄρχοντος δ´ Ἀθήνησιν Ἀντιοχίδου Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκον Φάβιον καὶ Πόστουμον Αἰβούτιον Οὔλεκον. ἐπὶ δὲ τούτων, Ἀθηναίων μὲν συνηγωνισμένων τοῖς Κερκυραίοις καὶ τῆς κατὰ τὴν ναυμαχίαν νίκης αἰτίων γενομένων, χαλεπῶς εἶχον πρὸς αὐτοὺς οἱ Κορίνθιοι. διόπερ ἀμύνεσθαι σπεύδοντες τοὺς Ἀθηναίους, ἀπέστησαν ἀπ´ αὐτῶν πόλιν Ποτίδαιαν, οὖσαν ἑαυτῶν ἄποικον. ὁμοίως δὲ τούτοις καὶ Περδίκκας ὁ τῶν Μακεδόνων βασιλεύς, ἀλλοτρίως διακείμενος πρὸς Ἀθηναίους, ἔπεισε τοὺς Χαλκιδεῖς ἀποστάντας Ἀθηναίων τὰς μὲν ἐπὶ θαλάττῃ πόλεις ἐκλιπεῖν, εἰς μίαν δὲ συνοικισθῆναι τὴν ὀνομαζομένην Ὄλυνθον. οἱ δ´ Ἀθηναῖοι τὴν ἀπόστασιν τῶν Ποτιδαιατῶν ἀκούσαντες ἐξέπεμψαν τριάκοντα ναῦς καὶ προσέταξαν τήν τε χώραν τῶν ἀφεστηκότων λεηλατῆσαι καὶ τὴν πόλιν πορθῆσαι. οἱ δὲ πεμφθέντες καταπλεύσαντες εἰς τὴν Μακεδονίαν κατὰ τὰς ἐντολὰς τοῦ δήμου, συνεστήσαντο πολιορκίαν τῆς Ποτιδαίας. ἔνθα δὴ τῶν Κορινθίων βοηθησάντων τοῖς πολιορκουμένοις δισχιλίοις στρατιώταις, δισχιλίους καὶ ὁ δῆμος τῶν Ἀθηναίων ἐξέπεμψε. γενομένης δὲ μάχης περὶ τὸν ἰσθμὸν τὸν πλησίον τῆς Παλληνίων, καὶ τῶν Ἀθηναίων νικησάντων καὶ πλείους τῶν τριακοσίων ἀνελόντων, οἱ Ποτιδαιᾶται συνεκλείσθησαν εἰς πολιορκίαν. ἅμα δὲ τούτοις πραττομένοις ἔκτισαν οἱ Ἀθηναῖοι πόλιν ἐν τῇ Προποντίδι τὴν ὀνομαζομένην Λέτανον. κατὰ δὲ τὴν Ἰταλίαν Ῥωμαῖοι πέμψαντες ἀποίκους εἰς Ἄρδεα τὴν χώραν κατεκληρούχησαν.
[12,35] Ἐπ´ ἄρχοντος δ´ Ἀθήνησι Κράτητος Ῥωμαῖοι κατέστησαν ὑπάτους Κόιντον Φούριον Φόσον καὶ Μάνιον Παπίριον Κράσσον. ἐπὶ δὲ τούτων κατὰ τὴν Ἰταλίαν οἱ τοὺς Θουρίους οἰκοῦντες, ἐκ πολλῶν πόλεων συνεστηκότες, ἐστασίαζον πρὸς ἀλλήλους, ποίας πόλεως ἀποίκους δεῖ καλεῖσθαι τοὺς Θουρίους καὶ τίνα κτίστην δίκαιον ὀνομάζεσθαι. οἵ τε γὰρ Ἀθηναῖοι τῆς ἀποικίας ταύτης ἠμφισβήτουν, ἀποφαινόμενοι πλείστους οἰκήτορας ἐξ Ἀθηνῶν ἐληλυθέναι, οἵ τε Πελοποννήσιοι, πόλεις οὐκ ὀλίγας παρεσχηκέναι παρ´ αὑτῶν εἰς τὴν κτίσιν τῶν Θουρίων, τὴν ἐπιγραφὴν τῆς ἀποικίας ἑαυτοῖς ἔφησαν δεῖν προσάπτεσθαι. ὁμοίως δὲ καὶ πολλῶν ἀγαθῶν ἀνδρῶν κεκοινωνηκότων τῆς ἀποικίας καὶ πολλὰς χρείας παρεσχημένων, πολὺς ἦν ὁ λόγος, ἑκάστου τῆς τιμῆς ταύτης σπεύδοντος τυχεῖν. τέλος δὲ τῶν Θουρίων πεμψάντων εἰς Δελφοὺς τοὺς ἐπερωτήσοντας τίνα χρὴ τῆς πόλεως οἰκιστὴν ἀγορεύειν, ὁ θεὸς ἔχρησεν αὑτὸν δεῖν κτίστην νομίζεσθαι. τούτῳ τῷ τρόπῳ λυθείσης τῆς ἀμφισβητήσεως τὸν Ἀπόλλω κτίστην τῶν Θουρίων ἀπέδειξαν, καὶ τὸ πλῆθος τῆς στάσεως ἀπολυθὲν εἰς τὴν προϋπάρχουσαν ὁμόνοιαν ἀποκατέστη. κατὰ δὲ τὴν Ἑλλάδα Ἀρχίδαμος ὁ τῶν Λακεδαιμονίων βασιλεὺς ἐτελεύτησεν ἄρξας ἔτη τετταράκοντα δύο, τὴν δὲ ἀρχὴν διαδεξάμενος Ἆγις ἐβασίλευσεν ἔτη εἴκοσι ἑπτά.
[12,36] Ἐπ´ ἄρχοντος δ´ Ἀθήνησιν Ἀψεύδους Ῥωμαῖοι κατέστησαν ὑπάτους Τίτον Μενήνιον καὶ Πρόκλον Γεγάνιον Μακερῖνον. ἐπὶ δὲ τούτων Σπάρτακος μὲν ὁ Βοσπόρου βασιλεὺς ἐτελεύτησεν ἄρξας ἔτη ἑπτά, διεδέξατο δὲ τὴν ἀρχὴν Σέλευκος καὶ ἐβασίλευσεν ἔτη τετταράκοντα. ἐν δὲ ταῖς Ἀθήναις Μέτων ὁ Παυσανίου μὲν υἱός, δεδοξασμένος δὲ ἐν ἀστρολογίᾳ, ἐξέθηκε τὴν ὀνομαζομένην ἐννεακαιδεκαετηρίδα, τὴν ἀρχὴν ποιησάμενος ἀπὸ μηνὸς ἐν Ἀθήναις σκιροφοριῶνος τρισκαιδεκάτης. ἐν δὲ τοῖς εἰρημένοις ἔτεσι τὰ ἄστρα τὴν ἀποκατάστασιν ποιεῖται καὶ καθάπερ ἐνιαυτοῦ τινος μεγάλου τὸν ἀνακυκλισμὸν λαμβάνει· διὸ καί τινες αὐτὸν Μέτωνος ἐνιαυτὸν ὀνομάζουσι. δοκεῖ δὲ ὁ ἀνὴρ οὗτος ἐν τῇ προῤῥήσει καὶ προγραφῇ ταύτῃ θαυμαστῶς ἐπιτετευχέναι· τὰ γὰρ ἄστρα τήν τε κίνησιν καὶ τὰς ἐπισημασίας ποιεῖται συμφώνως τῇ γραφῇ· διὸ μέχρι τῶν καθ´ ἡμᾶς χρόνων οἱ πλεῖστοι τῶν Ἑλλήνων χρώμενοι τῇ ἐννεακαιδεκαετηρίδι οὐ διαψεύδονται τῆς ἀληθείας. κατὰ δὲ τὴν Ἰταλίαν Ταραντῖνοι τοὺς τὴν Σῖριν καλουμένην οἰκοῦντας μετοικίσαντες ἐκ τῆς πατρίδος καὶ ἰδίους προσθέντες οἰκήτορας, ἔκτισαν πόλιν τὴν ὀνομαζομένην Ἡράκλειαν.
[12,37] Ἐπ´ ἄρχοντος δ´ Ἀθήνησι Πυθοδώρου Ῥωμαῖοι μὲν ὑπάτους κατέστησεν Τίτον Κοΐντιον καὶ Νίττον Μενήνιον, Ἠλεῖοι δ´ ἤγαγον ὀλυμπιάδα ἑβδόμην πρὸς ταῖς ὀγδοήκοντα, καθ´ ἣν ἐνίκα στάδιον Σώφρων Ἀμπρακιώτης. ἐπὶ δὲ τούτων ἐν τῇ Ῥώμῃ Σπόριος Μαίλιος ἐπιθέμενος τυραννίδι ἀνῃρέθη. Ἀθηναῖοι δὲ περὶ Ποτίδαιαν νενικηκότες ἐπιφανεῖ μάχῃ, Καλλίου τοῦ στρατηγοῦ πεσόντος ἐν τῇ παρατάξει, στρατηγὸν ἕτερον ἐξέπεμψαν Φορμίωνα. οὗτος δὲ παραλαβὼν τὸ στρατόπεδον καὶ προσκαθήμενος τῇ πόλει τῶν Ποτιδαιατῶν συνεχεῖς προσβολὰς ἐποιεῖτο· ἀμυνομένων δὲ τῶν ἔνδον εὐρώστως ἐγένετο πολυχρόνιος πολιορκία. Θουκυδίδης δὲ ὁ Ἀθηναῖος τὴν ἱστορίαν ἐντεῦθεν ἀρξάμενος ἔγραψε τὸν γενόμενον πόλεμον Ἀθηναίοις πρὸς Λακεδαιμονίους τὸν ὀνομασθέντα Πελοποννησιακόν. οὗτος μὲν οὖν ὁ πόλεμος διέμεινεν ἐπὶ ἔτη εἴκοσι ἑπτά, ὁ δὲ Θουκυδίδης ἔτη δύο πρὸς τοῖς εἴκοσι γέγραφεν ἐν βίβλοις ὀκτώ, ὡς δέ τινες διαιροῦσιν, ἐννέα.
[12,38] Ἐπ´ ἄρχοντος δ´ Ἀθήνησιν Εὐθυδήμου Ῥωμαῖοι μὲν ἀντὶ τῶν ὑπάτων τρεῖς χιλιάρχους κατέστησαν, Μάνιον Αἰμιλιανὸν {καὶ} Μάμερκον, Γάιον Ἰούλιον, Λεύκιον Κοΐντιον. ἐπὶ δὲ τούτων Ἀθηναίοις καὶ Λακεδαιμονίοις ἐνέστη πόλεμος ὁ κληθεὶς Πελοποννησιακός, μακρότατος τῶν ἱστορημένων πολέμων. ἀναγκαῖον δ´ ἐστὶ καὶ τῆς ὑποκειμένης ἱστορίας οἰκεῖον {τὸ} προεκθέσθαι τὰς αἰτίας αὐτοῦ. Ἀθηναῖοι τῆς κατὰ θάλατταν ἡγεμονίας ἀντεχόμενοι τὰ ἐν Δήλῳ κοινῇ συνηγμένα χρήματα, τάλαντα σχεδὸν ὀκτακισχίλια, μετήνεγκαν εἰς τὰς Ἀθήνας καὶ παρέδωκαν φυλάττειν Περικλεῖ. οὗτος δ´ ἦν εὐγενείᾳ καὶ δόξῃ καὶ λόγου δεινότητι πολὺ προέχων τῶν πολιτῶν. μετὰ δέ τινα χρόνον ἀνηλωκὼς ἀπ´ αὐτῶν ἰδίᾳ πλῆθος ἱκανὸν χρημάτων καὶ λόγον ἀπαιτούμενος εἰς ἀῤῥωστίαν ἐνέπεσεν, οὐ δυνάμενος τῶν πεπιστευμένων ἀποδοῦναι τὸν ἀπολογισμόν. ἀδημονοῦντος δ´ αὐτοῦ περὶ τούτων, Ἀλκιβιάδης ὁ ἀδελφιδοῦς, ὀρφανὸς ὤν, τρεφόμενος παρ´ αὐτῷ, παῖς ὢν τὴν ἡλικίαν, ἀφορμὴν αὐτῷ παρέσχετο τῆς περὶ τῶν χρημάτων ἀπολογίας. θεωρῶν γὰρ τὸν θεῖον λυπούμενον ἐπηρώτησε τὴν αἰτίαν τῆς λύπης. τοῦ δὲ Περικλέους εἰπόντος, ὅτι τὴν περὶ τῶν χρημάτων ἀπολογίαν αἰτούμενος ζητῶ πῶς ἂν δυναίμην ἀποδοῦναι τὸν περὶ τούτων λόγον τοῖς πολίταις, ὁ Ἀλκιβιάδης ἔφησε δεῖν αὐτὸν ζητεῖν μὴ πῶς ἀποδῷ τὸν λόγον, ἀλλὰ πῶς μὴ ἀποδῷ. διόπερ Περικλῆς ἀποδεξάμενος τὴν τοῦ παιδὸς ἀπόφασιν ἐζήτει, δι´ οὗ τρόπου τοὺς Ἀθηναίους δύναιτ´ ἂν ἐμβαλεῖν εἰς μέγαν πόλεμον· οὕτω γὰρ μάλιστα ὑπελάμβανε διὰ τὴν ταραχὴν καὶ τοὺς τῆς πόλεως περισπασμοὺς καὶ φόβους ἐκφεύξεσθαι τὸν ἀκριβῆ λόγον τῶν χρημάτων. πρὸς δὲ ταύτην τὴν ἀφορμὴν συνεβάλετ´ αὐτῷ καὶ ταὐτόματον διὰ τοιαύτας αἰτίας.
[12,39] τὸ τῆς Ἀθηνᾶς ἄγαλμα Φειδίας μὲν κατεσκεύαζε, Περικλῆς δὲ ὁ Ξανθίππου καθεσταμένος ἦν ἐπιμελητής. τῶν δὲ συνεργασαμένων τῷ Φειδίᾳ τινὲς διενεχθέντες ὑπὸ τῶν ἐχθρῶν τοῦ Περικλέους ἐκάθισαν ἐπὶ τῶν τῶν θεῶν βωμῶν· διὰ δὲ τὸ παράδοξον προσκαλούμενοι ἔφασαν πολλὰ τῶν ἱερῶν χρημάτων ἔχοντα Φειδίαν δείξειν, ἐπισταμένου καὶ συνεργοῦντος τοῦ ἐπιμελητοῦ Περικλέους. διόπερ ἐκκλησίας συνελθούσης περὶ τούτων, οἱ μὲν ἐχθροὶ τοῦ Περικλέους ἔπεισαν τὸν δῆμον συλλαβεῖν τὸν Φειδίαν, καὶ αὐτοῦ τοῦ Περικλέους κατηγόρουν ἱεροσυλίαν. πρὸς δὲ τούτοις Ἀναξαγόραν τὸν σοφιστήν, διδάσκαλον ὄντα Περικλέους, ὡς ἀσεβοῦντα εἰς τοὺς θεοὺς ἐσυκοφάντουν· συνέπλεκον δ´ ἐν ταῖς κατηγορίαις καὶ διαβολαῖς τὸν Περικλέα, διὰ τὸν φθόνον σπεύδοντες διαβαλεῖν τὴν τἀνδρὸς ὑπεροχήν τε καὶ δόξαν. ὁ δὲ Περικλῆς, εἰδὼς τὸν δῆμον ἐν μὲν τοῖς πολεμικοῖς ἔργοις θαυμάζοντα τοὺς ἀγαθοὺς ἄνδρας διὰ τὰς κατεπειγούσας χρείας, κατὰ δὲ τὴν εἰρήνην τοὺς αὐτοὺς συκοφαντοῦντα διὰ τὴν σχολὴν καὶ φθόνον, ἔκρινε συμφέρειν αὑτῷ τὴν πόλιν ἐμβαλεῖν εἰς μέγαν πόλεμον, ὅπως χρείαν ἔχουσα τῆς Περικλέους ἀρετῆς καὶ στρατηγίας μὴ προσδέχηται τὰς κατ´ αὐτοῦ διαβολάς, μηδ´ ἔχῃ σχολὴν καὶ χρόνον ἐξετάζειν ἀκριβῶς τὸν περὶ τῶν χρημάτων λόγον. ὄντος δὲ ψηφίσματος παρὰ τοῖς Ἀθηναίοις Μεγαρέας εἴργεσθαι τῆς τε ἀγορᾶς καὶ τῶν λιμένων, οἱ Μεγαρεῖς κατέφυγον ἐπὶ τοὺς Σπαρτιάτας. οἱ δὲ Λακεδαιμόνιοι πεισθέντες τοῖς Μεγαρεῦσιν ἀπέστειλαν πρέσβεις ἐκ τοῦ προφανεστάτου ἀπὸ τῆς τοῦ κοινοῦ συνεδρίου γνώμης προστάττοντες τοῖς Ἀθηναίοις ἀνελεῖν τὸ κατὰ τῶν Μεγαρέων ψήφισμα, μὴ πειθομένων δὲ αὐτῶν ἀπειλοῦντες πολεμήσειν αὐτοῖς μετὰ τῶν συμμάχων. συναχθείσης οὖν περὶ τούτων ἐκκλησίας, ὁ Περικλῆς, δεινότητι λόγου πολὺ διαφέρων ἁπάντων τῶν πολιτῶν, ἔπεισε τοὺς Ἀθηναίους μὴ ἀναιρεῖν τὸ ψήφισμα, λέγων ἀρχὴν δουλείας εἶναι τὸ πείθεσθαι παρὰ τὸ συμφέρον τοῖς Λακεδαιμονίων προστάγμασι. συνεβούλευεν οὖν τὰ ἀπὸ τῆς χώρας κατακομίζειν εἰς τὴν πόλιν καὶ θαλαττοκρατοῦντας διαπολεμεῖν τοῖς Σπαρτιάταις.
[12,40] περὶ δὲ τοῦ πολέμου πεφροντισμένως ἀπολογισάμενος ἐξηριθμήσατο μὲν τὸ πλῆθος τῶν συμμάχων τῇ πόλει καὶ τὴν ὑπεροχὴν τῆς ναυτικῆς δυνάμεως, πρὸς δὲ τούτοις τὸ πλῆθος τῶν μετακεκομισμένων ἐκ Δήλου χρημάτων εἰς τὰς Ἀθήνας, ἃ συνέβαινεν ἐκ τῶν φόρων ταῖς πόλεσι κοινῇ συνηθροῖσθαι· κοινῶν δ´ ὄντων τῶν μυρίων ταλάντων ἀπανήλωτο πρὸς τὴν κατασκευὴν τῶν προπυλαίων καὶ τὴν Ποτιδαίας πολιορκίαν τετρακισχίλια τάλαντα· καὶ καθ´ ἕκαστον ἐνιαυτὸν ἐκ τοῦ φόρου τῶν συμμάχων ἀνεφέρετο τάλαντα τετρακόσια ἑξήκοντα. χωρὶς δὲ τούτων τά τε πομπεῖα {σκεύη} καὶ τὰ Μηδικὰ σκῦλα πεντακοσίων ἄξια ταλάντων ἀπεφήνατο, ἔν τε τοῖς ἱεροῖς ἀπεδείκνυεν ἀναθημάτων τε πλῆθος καὶ τὸ τῆς Ἀθηνᾶς ἄγαλμα ἔχειν χρυσίου πεντήκοντα τάλαντα, ὡς περιαιρετῆς οὔσης τῆς περὶ τὸν κόσμον κατασκευῆς· καὶ ταῦτα, ἀναγκαία εἰ καταλάβοι χρεία, χρησαμένους παρὰ τῶν θεῶν πάλιν ἀποκαταστήσειν ἐν εἰρήνῃ· τούς τε τῶν πολιτῶν βίους διὰ τὴν πολυχρόνιον εἰρήνην πολλὴν ἐπίδοσιν εἰληφέναι πρὸς εὐδαιμονίαν. χωρὶς δὲ τῶν χρημάτων τούτων στρατιώτας ἀπεδείκνυεν ὑπάρχειν τῇ πόλει χωρὶς συμμάχων καὶ τῶν ἐν τοῖς φρουρίοις ὄντων ὁπλίτας μὲν μυρίους καὶ δισχιλίους, τοὺς δ´ ἐν τοῖς φρουρίοις ὄντας καὶ τοὺς μετοίκους ὑπάρχειν πλείους τῶν μυρίων ἑπτακισχιλίων, τριήρεις τε τὰς παρούσας τριακοσίας. τοὺς δὲ Λακεδαιμονίους χρημάτων τε σπανίζειν ἀπεδείκνυε καὶ ταῖς ναυτικαῖς δυνάμεσι πολὺ λείπεσθαι τῶν Ἀθηναίων. ταῦτα διελθὼν καὶ παρορμήσας τοὺς πολίτας εἰς τὸν πόλεμον, ἔπεισε τὸν δῆμον μὴ προσέχειν τοῖς Λακεδαιμονίοις. ταῦτα δὲ ῥᾳδίως συνετέλεσε διὰ τὴν δεινότητα τοῦ λόγου, δι´ ἣν αἰτίαν ὠνομάσθη Ὀλύμπιος. μέμνηται δὲ τούτων καὶ Ἀριστοφάνης ὁ τῆς ἀρχαίας κωμῳδίας ποιητής, γεγονὼς κατὰ τὴν τοῦ Περικλέους ἡλικίαν, ἐν τοῖσδε τοῖς τετραμέτροις, ὦ λιπερνῆτες γεωργοί, τἀμά τις ξυνιέτω ῥήματ´, εἰ βούλεσθ´ ἀκοῦσαι τήνδ´ ὅπως ἀπώλετο. πρῶτα μὲν γὰρ αὐτῆς ἦρχε Φειδίας πράξας κακῶς, εἶτα Περικλέης φοβηθεὶς μὴ μετάσχῃ τῆς τύχης, ἐμβαλὼν σπινθῆρα μικρὸν Μεγαρικοῦ ψηφίσματος ἐξεφύσησεν τοσοῦτον πόλεμον ὥστε τῷ καπνῷ πάντας Ἕλληνας δακρῦσαι, τούς τ´ ἐκεῖ τούς τ´ ἐνθάδε· καὶ πάλιν ἐν ἄλλοις {Εὔπολις ὁ ποιητής} Περικλέης οὑλύμπιος ἤστραπτεν, ἐβρόντα, συνεκύκα τὴν Ἑλλάδα. Εὔπολι δ´ ὁ ποιητή Πειθώ τις ἐπεκάθιζεν ἐπὶ τοῖς χείλεσιν· οὕτως ἐκήλει καὶ μόνος τῶν ῥητόρων τὸ κέντρον ἐγκατέλειπε τοῖς ἀκροωμένοις.
[12,41] Αἰτίαι μὲν οὖν τοῦ Πελοποννησιακοῦ πολέμου τοιαῦταί τινες ὑπῆρξαν, ὡς Ἔφορος ἀνέγραψε. τῶν δ´ ἡγουμένων πόλεων τοῦτον τὸν τρόπον εἰς πόλεμον ἐμπεσουσῶν, Λακεδαιμόνιοι μὲν μετὰ τῶν Πελοποννησίων συνεδρεύσαντες ἐψηφίσαντο πολεμεῖν τοῖς Ἀθηναίοις, καὶ πρὸς τὸν Περσῶν βασιλέα πρεσβεύσαντες παρεκάλουν συμμαχεῖν αὐτοῖς, καὶ τοὺς κατὰ τὴν Σικελίαν καὶ Ἰταλίαν συμμάχους διαπρεσβευσάμενοι διακοσίαις τριήρεσιν ἔπεισαν βοηθεῖν, αὐτοὶ δὲ μετὰ τῶν Πελοποννησίων τὰς πεζὰς δυνάμεις διατάξαντες καὶ τἄλλα τὰ πρὸς τὸν πόλεμον ἡτοιμασμένοι πρῶτοι τοῦ πολέμου κατήρξαντο. κατὰ γὰρ τὴν Βοιωτίαν ἡ τῶν Πλαταιέων πόλις αὐτόνομος ἦν καὶ συμμαχίαν εἶχε πρὸς Ἀθηναίους. ἐν ταύτῃ τῶν πολιτῶν τινες καταλῦσαι τὴν αὐτονομίαν βουλόμενοι διελέχθησαν τοῖς Βοιωτοῖς, ἐπαγγελλόμενοι τὴν πόλιν ὑπὸ τὴν τῶν Θηβαίων τάξειν συντέλειαν καὶ παραδώσειν αὐτοῖς τὰς Πλαταιάς, ἐὰν αὐτοὶ στρατιώτας πέμψωσι τοὺς βοηθοῦντας. διὸ καὶ τῶν Βοιωτῶν ἀποστειλάντων στρατιώτας ἐπιλέκτους τριακοσίους νυκτός, οἱ προδόται τούτους παρεισαγαγόντες ἐντὸς τῶν τειχῶν κυρίους τῆς πόλεως ἐποίησαν. οἱ δὲ Πλαταιεῖς βουλόμενοι τὴν πρὸς Ἀθηναίους συμμαχίαν διαφυλάττειν, τὸ μὲν πρῶτον ὑπολαβόντες πανδημεὶ τοὺς Θηβαίους παρεῖναι, διεπρεσβεύσαντο πρὸς τοὺς κατειληφότας τὴν πόλιν καὶ παρεκάλουν συνθέσθαι σπονδάς· ὡς δ´ ἡ νὺξ παρῆλθε, κατανοήσαντες ὀλίγους ὄντας, συνεστράφησαν καὶ περὶ τῆς ἐλευθερίας ἐκθύμως ἠγωνίζοντο. γενομένης δὲ τῆς μάχης ἐν ταῖς ὁδοῖς, τὸ μὲν πρῶτον οἱ Θηβαῖοι διὰ τὰς ἀρετὰς προεῖχον καὶ πολλοὺς τῶν ἀνθισταμένων ἀνῄρουν· τῶν δ´ οἰκετῶν καὶ τῶν παίδων ἀπὸ τῶν οἰκιῶν βαλλόντων τὰς κεραμῖδας καὶ κατατιτρωσκόντων τοὺς Θηβαίους ἐτράπησαν· καὶ τινὲς μὲν αὐτῶν ἐκπεσόντες ἐκ τῆς πόλεως διεσώθησαν, τινὲς δὲ εἰς οἰκίαν τινὰ καταφυγόντες ἠναγκάσθησαν παραδοῦναι σφᾶς αὐτούς. οἱ δὲ Θηβαῖοι παρὰ τῶν ἐκ τῆς μάχης διασωθέντων πυθόμενοι τὰ συμβεβηκότα, παραχρῆμα πανδημεὶ κατὰ σπουδὴν ὥρμησαν. διὰ δὲ τὸ παράδοξον ἀνετοίμων ὄντων τῶν κατὰ τὴν χώραν, πολλοὶ μὲν ἀνῃρέθησαν, οὐκ ὀλίγοι δὲ ζῶντες συνελήφθησαν, ἅπασα δ´ ἡ χώρα ταραχῆς καὶ διαρπαγῆς ἔγεμεν.
[12,42] Οἱ δὲ Πλαταιεῖς διαπρεσβευσάμενοι πρὸς τοὺς Θηβαίους ἠξίουν ἀπελθεῖν ἐκ τῆς χώρας αὐτῶν καὶ ἀπολαβεῖν τοὺς αἰχμαλώτους. διὸ καὶ τῆς συνθέσεως ταύτης γεγενημένης οἱ μὲν Θηβαῖοι τοὺς αἰχμαλώτους ἀπολαβόντες καὶ τὴν λείαν ἀποδόντες εἰς τὰς Θήβας ἀπηλλάγησαν, οἱ δὲ Πλαταιεῖς πρὸς μὲν Ἀθηναίους ἔπεμψαν πρέσβεις περὶ βοηθείας, αὐτοὶ δὲ τὰ πλεῖστα ἐκόμισαν εἰς τὴν πόλιν. οἱ δὲ Ἀθηναῖοι πυθόμενοι τὰ περὶ τὰς Πλαταιάς, παραχρῆμα ἐξέπεμψαν τοὺς ἱκανοὺς στρατιώτας· οὗτοι δὲ κατὰ σπουδὴν παραγενόμενοι, καὶ μὴ φθάσαντες τοὺς Θηβαίους, τὰ λοιπὰ τῶν ἀπὸ τῆς χώρας κατεκόμισαν εἰς τὴν πόλιν, καὶ τέκνα καὶ γυναῖκας καὶ τὸν ὄχλον ἀθροίσαντες ἐξαπέστειλαν εἰς τὰς Ἀθήνας. οἱ δὲ Λακεδαιμόνιοι κρίναντες καταλελύσθαι τὰς σπονδὰς ὑπὸ τῶν Ἀθηναίων, δύναμιν ἀξιόλογον ἤθροισαν ἔκ τε τῆς Λακεδαίμονος καὶ παρὰ τῶν ἄλλων Πελοποννησίων. συνεμάχουν δὲ τότε Λακεδαιμονίοις Πελοποννήσιοι μὲν πάντες πλὴν Ἀργείων· οὗτοι δ´ ἡσυχίαν εἶχον· τῶν δ´ ἐκτὸς τῆς Πελοποννήσου Μεγαρεῖς, Ἀμβρακιῶται, Λευκάδιοι, Φωκεῖς, Βοιωτοί, Λοκροὶ τῶν μὲν πρὸς Εὔβοιαν ἐστραμμένων οἱ πλείους, τῶν δ´ ἄλλων Ἀμφισσεῖς. τοῖς δ´ Ἀθηναίοις συνεμάχουν οἱ τὴν παράλιον τῆς Ἀσίας οἰκοῦντες Κᾶρες καὶ Δωριεῖς καὶ Ἴωνες καὶ Ἑλλησπόντιοι καὶ νησιῶται πάντες πλὴν τῶν ἐν Μήλῳ καὶ Θήρᾳ κατοικούντων, ὁμοίως δὲ καὶ οἱ ἐπὶ Θρᾴκης πλὴν Χαλκιδέων καὶ Ποτιδαιατῶν· πρὸς δὲ τούτοις Μεσσήνιοι μὲν οἱ τὴν Ναύπακτον οἰκοῦντες καὶ Κερκυραῖοι - - - αἱ δ´ ἄλλαι πᾶσαι πεζοὺς στρατιώτας ἐξέπεμπον. σύμμαχοι μὲν οὖν ἀμφοτέροις ὑπῆρχον οἱ προειρημένοι. Λακεδαιμόνιοι δὲ δύναμιν ἀξιόλογον προχειρισάμενοι τὴν ἡγεμονίαν ἔδωκαν Ἀρχιδάμῳ τῷ βασιλεῖ. οὗτος δὲ μετὰ τῆς δυνάμεως ἐνέβαλεν εἰς τὴν Ἀττικήν, τοῖς δὲ φρουρίοις προσβολὰς ἐποιεῖτο καὶ τῆς χώρας πολλὴν ἐδῄωσε. τῶν δ´ Ἀθηναίων παροξυνομένων διὰ τὴν τῆς χώρας καταδρομήν, καὶ βουλομένων παρατάξασθαι τοῖς πολεμίοις, Περικλῆς στρατηγὸς ὢν καὶ τὴν ὅλην ἡγεμονίαν ἔχων παρεκάλει τοὺς νέους ἡσυχίαν ἔχειν, ἐπαγγελλόμενος ἄνευ κινδύνων ἐκβαλεῖν τοὺς Λακεδαιμονίους ἐκ τῆς Ἀττικῆς. πληρώσας οὖν ἑκατὸν τριήρεις καὶ δύναμιν ἀξιόλογον εἰς τὰς ναῦς ἐνθέμενος, καὶ στρατηγὸν ἐπιστήσας Καρκίνον καὶ ἑτέρους τινάς, ἐξέπεμψεν εἰς τὴν Πελοπόννησον. οὗτοι δὲ πολλὴν τῆς παραθαλαττίου χώρας πορθήσαντες καί τινα τῶν φρουρίων ἑλόντες κατεπλήξαντο τοὺς Λακεδαιμονίους· διὸ καὶ τὴν ἐκ τῆς Ἀττικῆς δύναμιν ταχέως μεταπεμψάμενοι πολλὴν ἀσφάλειαν τοῖς πολεμίοις παρείχοντο. τούτῳ δὲ τῷ τρόπῳ τῆς Ἀττικῆς ἐλευθερωθείσης, ὁ μὲν Περικλῆς ἀποδοχῆς ἐτύγχανε παρὰ τοῖς πολίταις, ὡς δυνάμενος στρατηγεῖν καὶ τοῖς Λακεδαιμονίοις διαπολεμεῖν.
[12,43] Ἐπ´ ἄρχοντος δ´ Ἀθήνησιν Ἀπολλοδώρου Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκον Γεγάνιον καὶ Λούκιον Σέργιον. ἐπὶ δὲ τούτων ὁ τῶν Ἀθηναίων στρατηγὸς οὐ διέλιπε τὴν μὲν χώραν τῶν Πελοποννησίων λεηλατῶν καὶ καταφθείρων, τὰ δὲ φρούρια πολιορκῶν· προσγενομένων δὲ αὐτῷ πεντήκοντα τριήρων ἐκ τῆς Κερκύρας, πολὺ μᾶλλον ἐπόρθει τὴν Πελοποννησίων χώραν, καὶ μάλιστα τῆς παραθαλαττίου τὴν καλουμένην Ἀκτὴν ἐδῄου καὶ τὰς ἐπαύλεις ἐνεπύριζε. μετὰ δὲ ταῦτα πλεύσας ἐπὶ Μεθώνην τῆς Λακωνικῆς, τήν τε χώραν κατέσυρε καὶ τῇ πόλει προσβολὰς ἐποιεῖτο. ἔνθα δὴ Βρασίδας ὁ Σπαρτιάτης, νέος μὲν ὢν τὴν ἡλικίαν, ἀλκῇ δὲ καὶ ἀνδρείᾳ διαφέρων, ὁρῶν τὴν Μεθώνην κινδυνεύουσαν ἐκ βίας ἁλῶναι, παραλαβών τινας τῶν Σπαρτιατῶν διὰ μέσου τῶν πολεμίων ἐσκεδασμένων ἐτόλμησε διεκπερᾶσαι, καὶ πολλοὺς ἀνελὼν παρεισέπεσεν εἰς τὸ χωρίον. γενομένης δὲ πολιορκίας, καὶ τοῦ Βρασίδου λαμπρότατα κινδυνεύσαντος, Ἀθηναῖοι μὲν οὐ δυνάμενοι τὸ χωρίον ἑλεῖν ἀπεχώρησαν πρὸς τὰς ναῦς, Βρασίδας δὲ διασεσωκὼς τὴν Μεθώνην διὰ τῆς ἰδίας ἀρετῆς καὶ ἀνδρείας ἀποδοχῆς ἔτυχε παρὰ τοῖς Σπαρτιάταις. διὰ δὲ τὴν ἀνδραγαθίαν ταύτην φρονηματισθείς, πολλάκις ἐν τοῖς ὕστερον χρόνοις παραβόλως ἀγωνιζόμενος μεγάλην δόξαν ἀνδρείας ἀπηνέγκατο. Ἀθηναῖοι δὲ περιπλεύσαντες εἰς τὴν Ἠλεί