Ισθμιόνικοι

Από Βικιθήκη
Μετάβαση σε: πλοήγηση, αναζήτηση


Ισθμιόνικοι

Πίνδαρος

ΗΡΟΔΟΤῼ ΘΗΒΑΙῼ ΑΡΜΑΤΙ[Επεξεργασία]

μᾶτερ ἐμά, τὸ τεόν, χρύσασπι Θήβα,
πρᾶγμα καὶ ἀσχολίας ὑπέρτερον
θήσομαι. μή μοι κραναὰ νεμεσάσαι
Δᾶλος, ἐν ᾇ κέχυμαι. 5

τί φίλτερον κεδνῶν τοκέων ἀγαθοῖς;
εἶξον, Ὠπολλωνιάς: ἀμφοτερᾶν τοι χαρίτων σὺν θεοῖς ζεύξω τέλος,
καὶ τὸν ἀκειρεκόμαν Φοῖβον χορεύων
ἐν Κέῳ ἀμφιρύτᾳ σὺν ποντίοις
[10] ἀνδράσιν, καὶ τὰν ἁλιερκέα, Ἰσθμοῦ 10

δειράδ': ἐπεὶ στεφάνους
ἓξ ὤπασεν Κάδμου στρατῷ ἐξ ἀέθλων,
καλλίνικον πατρίδι κῦδος. ἐν ᾇ καὶ τὸν ἀδείμαντον Ἀλκμήνα τέκεν
παῖδα, θρασεῖαι τόν ποτε Γηρυόνα φρῖξαν κύνες.
ἀλλ' ἐγὼ Ἡροδότῳ τεύχων τὸ μὲν ἅρματι τεθρίππῳ γέρας, 15

[20] ἁνία τ' ἀλλοτρίαις οὐ χερσὶ νωμάσαντ' ἐθέλω
ἢ Καστορείῳ ἢ Ἰολάου ἐναρμόξαι νιν ὕμνῳ.
κεῖνοι γὰρ ἡρώων διφρηλάται Λακεδαίμονι καὶ Θήβαις ἐτέκνωθεν κράτιστοι:
ἔν τ' ἀέθλοισι θίγον πλείστων ἀγώνων,
καὶ τριπόδεσσιν ἐκόσμησαν δόμον 20

καὶ λεβήτεσσιν φιάλαισί τε χρυσοῦ,
γευόμενοι στεφάνων
[30] νικαφόρων: λάμπει δὲ σαφὴς ἀρετὰ
ἔν τε γυμνοῖσι σταδίοις σφίσιν ἔν τ' ἀσπιδοδούποισιν ὁπλίταις δρόμοις,
οἱά͂ τε χερσὶν ἀκοντίζοντες αἰχμαῖς, 25

καὶ λιθίνοις ὁπότ' ἐν δίσκοις ἵεν.
οὐ γὰρ ἦν πεντάθλιον, ἀλλ' ἐφ' ἑκάστῳ
ἔργματι κεῖτο τέλος.
τῶν ἀθρόοις ἀνδησάμενοι θαμάκις
ἔρνεσιν χαίτας ῥεέθροισί τε Δίρκας ἔφανεν καὶ παρ' Εὐρώτᾳ πέλας, 30

[40] Ἰφικλέος μὲν παῖς ὁμόδαμος ἐὼν Σπαρτῶν γένει,
Τυνδαρίδας δ' ἐν Ἀχαιοῖς ὑψίπεδον Θεράπνας οἰκέων ἕδος.
χαίρετ'. ἐγὼ δὲ Ποσειδάωνι Ἰσθμῷ τε ζαθέᾳ
Ὀγχηστίαισίν τ' ἀϊόνεσσιν περιστέλλων ἀοιδὰν
[50] γαρύσομαι τοῦδ' ἀνδρὸς ἐν τιμαῖσιν ἀγακλέα τὰν Ἀσωποδώρου πατρὸς αἶσαν 35

Ὀρχομενοῖό τε πατρῴαν ἄρουραν,
ἅ νιν ἐρειδόμενον ναυαγίαις
ἐξ ἀμετρήτας ἁλὸς ἐν κρυοέσσᾳ
δέξατο συντυχίᾳ:
νῦν δ' αὖτις ἀρχαίας ἐπέβασε πότμος 40

συγγενὴς εὐαμερίας. ὁ πονήσαις δὲ νόῳ καὶ προμάθειαν φέρει:
εἰ δ' ἀρετᾷ κατάκειται πᾶσαν ὀργάν,
ἀμφότερον δαπάναις τε καὶ πόνοις,
[60] χρή νιν εὑρόντεσσιν ἀγάνορα κόμπον
μὴ φθονεραῖσι φέρειν 45

γνώμαις. ἐπεὶ κούφα δόσις ἀνδρὶ σοφῷ
ἀντὶ μόχθων παντοδαπῶν ἔπος εἰπόντ' ἀγαθὸν ξυνὸν ὀρθῶσαι καλόν.
μισθὸς γὰρ ἄλλοις ἄλλος ἐφ' ἔργμασιν ἀνθρώποις γλυκύς,
μηλοβότᾳ τ' ἀρότᾳ τ' ὀρνιχολόχῳ τε καὶ ὃν πόντος τρέφει:
[70] γαστρὶ δὲ πᾶς τις ἀμύνων λιμὸν αἰανῆ τέταται: 50

ὃς δ' ἀμφ' ἀέθλοις ἢ πολεμίζων ἄρηται κῦδος ἁβρόν,
εὐαγορηθεὶς κέρδος ὕψιστον δέκεται, πολιατᾶν καὶ ξένων γλώσσας ἄωτον.
ἄμμι δ' ἔοικε Κρόνου σεισίχθον' υἱὸν
γείτον' ἀμειβομένοις εὐεργέταν
ἁρμάτων ἱπποδρόμιον κελαδῆσαι, 55

καὶ σέθεν, Ἀμφιτρύων,
[80] παῖδας προσειπεῖν, τὸν Μινύα τε μυχὸν
καὶ τὸ Δάματρος κλυτὸν ἄλσος Ἐλευσῖνα καὶ Εὔβοιαν ἐν γναμπτοῖς δρόμοις:
Πρωτεσίλα, τὸ τεὸν δ' ἀνδρῶν Ἀχαιῶν
ἐν Φυλάκᾳ τέμενος συμβάλλομαι. 60

πάντα δ' ἐξειπεῖν, ὅσ' ἀγώνιος Ἑρμᾶς
Ἡροδότῳ ἔπορεν
ἵπποις, ἀφαιρεῖται βραχὺ μέτρον ἔχων
ὕμνος. ἦ μὰν πολλάκι καὶ τὸ σεσωπαμένον εὐθυμίαν μείζω φέρει.
[90] εἴη νιν εὐφώνων πτερύγεσσιν ἀερθέντ' ἀγλααῖς 65

Πιερίδων ἔτι καὶ Πυθῶθεν Ὀλυμπιάδων τ' ἐξαιρέτοις
Ἀλφεοῦ ἔρνεσι φράξαι χεῖρα τιμὰν ἑπταπύλοις
Θήβαισι τεύχοντ'. εἰ δέ τις ἔνδον νέμει πλοῦτον κρυφαῖον,
[100] ἄλλοισι δ' ἐμπίπτων γελᾷ, ψυχὰν Αί̓̈δᾳ τελέων οὐ φράζεται δόξας ἄνευθεν.

ΞΕΝΟΚΡΑΤΕΙ ΑΚΡΑΓΑΝΤΙΝῼ ΑΡΜΑΤΙ[Επεξεργασία]

οἱ μὲν πάλαι, ὦ Θρασύβουλε, φῶτες, οἳ χρυσαμπύκων
ἐς δίφρον Μοισᾶν ἔβαινον κλυτᾷ φόρμιγγι συναντόμενοι,
ῥίμφα παιδείους ἐτόξευον μελιγάρυας ὕμνους,
ὅστις ἐὼν καλὸς εἶχεν Ἀφροδίτας 5

εὐθρόνου μνάστειραν ἁδίσταν ὀπώραν.
[10] ἁ Μοῖσα γὰρ οὐ φιλοκερδής πω τότ' ἦν οὐδ' ἐργάτις:
οὐδ' ἐπέρναντο γλυκεῖαι μελιφθόγγου ποτὶ Τερψιχόρας
ἀργυρωθεῖσαι πρόσωπα μαλθακόφωνοι ἀοιδαί.
νῦν δ' ἐφίητι τὠργείου φυλάξαι 10

ῥῆμ' ἀλαθείας ἄγχιστα βαῖνον,
“χρήματα, χρήματ' ἀνήρ,” ὃς φᾶ κτεάνων θ' ἅμα λειφθεὶς καὶ φίλων.
ἐσσὶ γὰρ ὦν σοφός, οὐκ ἄγνωτ' ἀείδω
[20] Ἰσθμίαν ἵπποισι νίκαν,
τὰν Ξενοκράτει Ποσειδάων ὀπάσαις, 15

Δωρίων αὐτῷ στεφάνωμα κόμᾳ
πέμπεν ἀναδεῖσθαι σελίνων,
εὐάρματον ἄνδρα γεραίρων, Ἀκραγαντίνων φάος.
ἐν Κρίσᾳ δ' εὐρυσθενὴς εἶδ' Ἀπόλλων νιν πόρε τ' ἀγλαΐαν
καὶ τόθι: κλειναῖς ἁπάσαις ἁνίαις:
ὅντε καὶ κάρυκες ὡρᾶν ἀνέγνον, σπονδοφόροι Κρονίδα
Ζηνὸς Ἀλεῖοι, παθόντες πού τι φιλόξενον ἔργον: 25

ἁδυπνόῳ τέ νιν ἀσπάζοντο φωνᾷ
χρυσέας ἐν γούνασιν πίτνοντα Νίκας
[40] γαῖαν ἀνὰ σφετέραν, τὰν δὴ καλέοισιν Ὀλυμπίου Διὸς
ἄλσος: ἵν' ἀθανάτοις Αἰνησιδάμου
παῖδες ἐν τιμαῖς ἔμιχθεν. 30

καὶ γὰρ οὐκ ἀγνῶτες ὑμῖν ἐντὶ δόμοι
οὔτε κώμων, ὦ Θρασύβουλ', ἐρατῶν,
οὔτε μελικόμπων ἀοιδᾶν.
οὐ γὰρ πάγος, οὐδὲ προσάντης ἁ κέλευθος γίνεται,
[50] εἴ τις εὐδόξων ἐς ἀνδρῶν ἄγοι τιμὰς Ἑλικωνιάδων. 35

μακρὰ δισκήσαις ἀκοντίσσαιμι τοσοῦθ', ὅσον ὀργὰν
Ξεινοκράτης ὑπὲρ ἀνθρώπων γλυκεῖαν
ἔσχεν. αἰδοῖος μὲν ἦν ἀστοῖς ὁμιλεῖν,
ἱπποτροφίας τε νομίζων ἐν Πανελλάνων νόμῳ:
καὶ θεῶν δαῖτας προσέπτυκτο πάσας: οὐδέ ποτε ξενίαν 40

[60] οὖρος ἐμπνεύσαις ὑπέστειλ' ἱστίον ἀμφὶ τράπεζαν:
ἀλλ' ἐπέρα ποτὶ μὲν Φᾶσιν θερείαις,
ἐν δὲ χειμῶνι πλέων Νείλου πρὸς ἀκτάς.
μή νυν, ὅτι φθονεραὶ θνατῶν φρένας ἀμφικρέμανται ἐλπίδες,
μήτ' ἀρετάν ποτε σιγάτω πατρῴαν, 45

μηδὲ τούσδ' ὕμνους: ἐπεί τοι
οὐκ ἐλινύσοντας αὐτοὺς εἰργασάμαν.
ταῦτα, Νικάσιππ', ἀπόνειμον, ὅταν
ξεῖνον ἐμὸν ἠθαῖον ἔλθῃς.

ΜΕΛΙΣΣῼ ΘΗΒΑΙῼ ΙΠΠΟΙΣ[Επεξεργασία]

εἴ τις ἀνδρῶν εὐτυχήσαις ἢ σὺν εὐδόξοις ἀέθλοις
ἢ σθένει πλούτου κατέχει φρασὶν αἰανῆ κόρον,
ἄξιος εὐλογίαις ἀστῶν μεμίχθαι.
Ζεῦ, μεγάλαι δ' ἀρεταὶ θνατοῖς ἕπονται 5

ἐκ σέθεν: ζώει δὲ μάσσων ὄλβος ὀπιζομένων, πλαγίαις δὲ φρένεσσιν
[10] οὐχ ὁμῶς πάντα χρόνον θάλλων ὁμιλεῖ.
εὐκλέων δ' ἔργων ἄποινα χρὴ μὲν ὑμνῆσαι τὸν ἐσλόν,
χρὴ δὲ κωμάζοντ' ἀγαναῖς χαρίτεσσιν βαστάσαι.
ἔστι δὲ καὶ διδύμων ἀέθλων Μελίσσῳ 10

μοῖρα πρὸς εὐφροσύναν τρέψαι γλυκεῖαν
ἦτορ, ἐν βάσσαισιν Ἰσθμοῦ δεξαμένῳ στεφάνους, τὰ δὲ κοίλᾳ λέοντος
[20] ἐν βαθυστέρνου νάπᾳ κάρυξε Θήβαν
ἱπποδρομίᾳ κρατέων. ἀνδρῶν δ' ἀρετὰν
σύμφυτον οὐ κατελέγχει. 15

ἴστε μὰν Κλεωνύμου
δόξαν παλαιὰν ἅρμασιν:
καὶ ματρόθε Λαβδακίδαισιν σύννομοι πλούτου διέστειχον τετραοριᾶν πόνοις.
[30] αἰὼν δὲ κυλινδομέναις ἁμέραις ἄλλ' ἄλλοτ' ἐξάλλαξεν: ἄτρωτοί γε μὰν παῖδες θεῶν.

ΜΕΛΙΣΣῼ ΘΗΒΑΙῼ ΠΑΓΚΡΑΤΙῼ[Επεξεργασία]

ἔστι μοι θεῶν ἕκατι μυρία παντᾷ κέλευθος:
ὦ Μέλισσ', εὐμαχανίαν γὰρ ἔφανας Ἰσθμίοις
ὑμετέρας ἀρετὰς ὕμνῳ διώκειν:
αἷσι Κλεωνυμίδαι θάλλοντες αἰεὶ 5

σὺν θεῷ θνατὸν διέρχονται βιότου τέλος. ἄλλοτε δ' ἀλλοῖος οὖρος
[10] πάντας ἀνθρώπους ἐπαΐσσων ἐλαύνει.
τοὶ μὲν ὦν Θήβαισι τιμάεντες ἀρχᾶθεν λέγονται
πρόξενοί τ' ἀμφικτιόνων κελαδεννᾶς τ' ὀρφανοὶ
ὕβριος: ὅσσα δ' ἐπ' ἀνθρώπους ἄηται 10

μαρτύρια φθιμένων ζωῶν τε φωτῶν
ἀπλέτου δόξας, ἐπέψαυσαν κατὰ πᾶν τέλος: ἀνορέαις δ' ἐσχάταισιν
[20] οἴκοθεν στάλαισιν ἅπτονθ' Ἡρακλείαις:
καὶ μηκέτι μακροτέραν σπεύδειν ἀρετάν.
ἱπποτρόφοι τ' ἐγένοντο, 15

χαλκέῳ τ' Ἄρει ἅδον.
ἀλλ' ἁμέρᾳ γὰρ ἐν μιᾷ 17

τραχεῖα νιφὰς πολέμοιο τεσσάρων 17β

ἀνδρῶν ἐρήμωσεν μάκαιραν ἑστίαν: 18

νῦν δ' αὖ μετὰ χειμέριον ποικίλων μηνῶν ζόφον 18β

[30] χθὼν ὥτε φοινικέοισιν ἄνθησεν ῥόδοις 19
δαιμόνων βουλαῖς. ὁ κινητὴρ δὲ γᾶς Ὀγχηστὸν οἰκέων 20

καὶ γέφυραν ποντιάδα πρὸ Κορίνθου τειχέων,
τόνδε πορὼν γενεᾷ θαυμαστὸν ὕμνον
ἐκ λεχέων ἀνάγει φάμαν παλαιὰν
[40] εὐκλέων ἔργων: ἐν ὕπνῳ γὰρ πέσεν: ἀλλ' ἀνεγειρομένα χρῶτα λάμπει,
Ἀωσφόρος θαητὸς ὣς ἄστροις ἐν ἄλλοις: 25

ἅ τε κἀν γουνοῖς Ἀθανᾶν ἅρμα καρύξαισα νικᾶν
ἔν τ' Ἀδραστείοις ἀέθλοις Σικυῶνος ὤπασεν
τοιάδε τῶν τότ' ἐόντων φύλλ' ἀοιδᾶν.
οὐδὲ παναγυρίων ξυνᾶν ἀπεῖχον
[50] καμπύλον δίφρον, Πανελλάνεσσι δ' ἐριζόμενοι δαπάνᾳ χαῖρον ἵππων. 30

τῶν ἀπειράτων γὰρ ἄγνωστοι σιωπαί,
ἔστιν δ' ἀφάνεια τύχας καὶ μαρναμένων,
πρὶν τέλος ἄκρον ἱκέσθαι:
τῶν τε γὰρ καὶ τῶν διδοῖ:
καὶ κρέσσον' ἀνδρῶν χειρόνων 35

[59] ἔσφαλε τέχνα καταμάρψαισ'. ἴστε μὰν Αἴαντος ἀλκὰν φοίνιον, τὰν ὀψίᾳ
ἐν νυκτὶ ταμὼν περὶ ᾧ φασγάνῳ, μομφὰν ἔχει παίδεσσιν Ἑλλάνων ὅσοι Τρῴανδ' ἔβαν.
ἀλλ' Ὅμηρός τοι τετίμακεν δι' ἀνθρώπων, ὃς αὐτου
͂ πᾶσαν ὀρθώσαις ἀρετὰν κατὰ ῥάβδον ἔφρασεν
θεσπεσίων ἐπέων λοιποῖς ἀθύρειν. 40

τοῦτο γὰρ ἀθάνατον φωνᾶεν ἕρπει,
[70] εἴ τις εὖ εἴπῃ τι: καὶ πάγκαρπον ἐπὶ χθόνα καὶ διὰ πόντον βέβακεν
ἑργμάτων ἀκτὶς καλῶν ἄσβεστος αἰεί.
προφρόνων Μοισᾶν τύχοιμεν, κεῖνον ἅψαι πυρσὸν ὕμνων
καὶ Μελίσσῳ, παγκρατίου στεφάνωμ' ἐπάξιον, 45

ἔρνεϊ Τελεσιάδα. τόλμᾳ γὰρ εἰκὼς
θυμὸν ἐριβρεμετᾶν θηρῶν λεόντων
[80] ἐν πόνῳ, μῆτιν δ' ἀλώπηξ, αἰετοῦ ἅ τ' ἀναπιτναμένα ῥόμβον ἴσχει.
χρὴ δὲ πᾶν ἔρδοντα μαυρῶσαι τὸν ἐχθρόν.
οὐ γὰρ φύσιν Ὠαριωνείαν ἔλαχεν: 50

ἀλλ' ὀνοτὸς μὲν ἰδέσθαι,
συμπεσεῖν δ' ἀκμᾷ βαρύς.
καίτοι πότ' Ἀνταίου δόμους
[90] Θηβᾶν ἀπὸ Καδμεϊᾶν μορφὰν βραχύς, ψυχὰν δ' ἄκαμπτος, προσπαλαίσων ἦλθ' ἀνὴρ
τὰν πυροφόρον Λιβύαν, κρανίοις ὄφρα ξένων ναὸν Ποσειδάωνος ἐρέφοντα σχέθοι, 55

υἱὸς Ἀλκμήνας: ὃς Οὐλυμπόνδ' ἔβα, γαίας τε πάσας
καὶ βαθύκρημνον πολιᾶς ἁλὸς ἐξευρὼν θέναρ,
ναυτιλίαισί τε πορθμὸν ἁμερώσαις.
νῦν δὲ παρ' Αἰγιόχῳ κάλλιστον ὄλβον
[100] ἀμφέπων ναίει, τετίματαί τε πρὸς ἀθανάτων φίλος, Ἥβαν τ' ὀπυίει, 60

χρυσέων οἴκων ἄναξ καὶ γαμβρὸς Ἥρας.
τῷ μὲν Ἀλεκτρᾶν ὕπερθεν δαῖτα πορσύνοντες ἀστοὶ
καὶ νεόδματα στεφανώματα βωμῶν αὔξομεν
ἔμπυρα χαλκοαρᾶν ὀκτὼ θανόντων,
τοὺς Μεγάρα τέκε οἱ Κρειοντὶς υἱούς: 65

[110] τοῖσιν ἐν δυθμαῖσιν αὐγᾶν φλὸξ ἀνατελλομένα συνεχὲς παννυχίζει
αἰθέρα κνισάεντι λακτίζοισα καπνῷ,
καὶ δεύτερον ἆμαρ ἐτείων τέρμ' ἀέθλων
γίνεται, ἰσχύος ἔργον.
ἔνθα λευκωθεὶς κάρα 70

μύρτοις ὅδ' ἀνὴρ διπλόαν
[120] νίκαν ἀνεφάνατο παίδων τρίταν πρόσθεν, κυβερνατῆρος οἰακοστρόφου
γνώμᾳ πεπιθὼν πολυβούλῳ. σὺν Ὀρσέᾳ δέ νιν κωμάξομαι, τερπνὰν ἐπιστάζων χάριν.

ΦΥΛΑΚΙΔᾼ ΑΙΓΙΝΗΤῌ ΠΑΓΚΡΑΤΙῼ[Επεξεργασία]

μᾶτερ Ἁλίου πολυώνυμε Θεία,
σέο ἕκατι καὶ μεγασθενῆ νόμισαν
χρυσὸν ἄνθρωποι περιώσιον ἄλλων:
καὶ γὰρ ἐριζόμεναι 5

νᾶες ἐν πόντῳ καὶ ἅρμασιν ἵπποι
διὰ τεάν, ὤνασσα, τιμὰν ὠκυδινάτοις ἐν ἁμίλλαισι θαυμασταὶ πέλονται:
ἔν τ' ἀγωνίοις ἀέθλοισι ποθεινὸν
[10] κλέος ἔπραξεν, ὅντιν' ἀθρόοι στέφανοι
χερσὶ νικάσαντ' ἀνέδησαν ἔθειραν 10

ἢ ταχυτᾶτι ποδῶν.
κρίνεται δ' ἀλκὰ διὰ δαίμονας ἀνδρῶν.
δύο δέ τοι ζωᾶς ἄωτον μοῦνα ποιμαίνοντι τὸν ἄλπνιστον εὐανθεῖ σὺν ὄλβῳ,
εἴ τις εὖ πάσχων λόγον ἐσλὸν ἀκούῃ.
μὴ μάτευε Ζεὺς γενέσθαι: πάντ' ἔχεις, 15

εἴ σε τούτων μοῖρ' ἐφίκοιτο καλῶν.
[20] θνατὰ θνατοῖσι πρέπει.
τὶν δ' ἐν Ἰσθμῷ διπλόα θάλλοισ' ἀρετά,
Φυλακίδα, κεῖται, Νεμέα δὲ καὶ ἀμφοῖν,
Πυθέᾳ τε παγκρατίου. τὸ δ' ἐμὸν 20

οὐκ ἄτερ Αἰακιδᾶν κέαρ ὕμνων γεύεται:
σὺν Χάρισιν δ' ἔμολον Λάμπωνος υἱοῖς
τάνδ' ἐς εὔνομον πόλιν. εἰ δὲ τέτραπται
θεοδότων ἔργων κέλευθον ἂν καθαράν,
[30] μὴ φθόνει κόμπον τὸν ἐοικότ' ἀοιδᾷ 25

κιρνάμεν ἀντὶ πόνων.
καὶ γὰρ ἡρώων ἀγαθοὶ πολεμισταὶ
λόγον ἐκέρδαναν, κλέονται δ' ἔν τε φορμίγγεσσιν ἐν αὐλῶν τε παμφώνοις ὁμοκλαῖς
μυρίον χρόνον: μελέταν δὲ σοφισταῖς
Διὸς ἕκατι πρόσβαλον σεβιζόμενοι: 30

ἐν μὲν Αἰτωλῶν θυσίαισι φαενναῖς
Οἰνεΐδαι κρατεροί,
[40] ἐν δὲ Θήβαις ἱπποσόας Ἰόλαος
γέρας ἔχει, Περσεὺς δ' ἐν Ἄργει, Κάστορος δ' αἰχμὰ Πολυδεύκεος τ' ἐπ' Εὐρώτα ῥεέθροις.
ἀλλ' ἐν Οἰνώνᾳ μεγαλήτορες ὀργαὶ 35

Αἰακοῦ παίδων τε: τοὶ καὶ σὺν μάχαις
δὶς πόλιν Τρώων πράθον ἑσπόμενοι
Ἡρακλῆϊ πρότερον,
καὶ σὺν Ἀτρείδαις. ἔλα νῦν μοι πεδόθεν:
λέγε, τίνες Κύκνον, τίνες Ἕκτορα πέφνον, 40

[50] καὶ στράταρχον Αἰθιόπων ἄφοβον
Μέμνονα χαλκοάραν: τίς ἄρ' ἐσλὸν Τήλεφον
τρῶσεν ἑῷ δορὶ Καΐκου παρ' ὄχθαις;
τοῖσιν Αἴγιναν προφέρει στόμα πάτραν
διαπρεπέα νᾶσον: τετείχισται δὲ πάλαι 45

πύργος ὑψηλαῖς ἀρεταῖς ἀναβαίνειν.
πολλὰ μὲν ἀρτιεπὴς
γλῶσσά μοι τοξεύματ' ἔχει περὶ κείνων
[60] κελαδέσαι: καὶ νῦν ἐν Ἄρει μαρτυρήσαι κεν πόλις Αἴαντος ὀρθωθεῖσα ναύταις
ἐν πολυφθόρῳ Σαλαμὶς Διὸς ὄμβρῳ 50

ἀναρίθμων ἀνδρῶν χαλαζάεντι φόνῳ.
ἀλλ' ὅμως καύχημα κατάβρεχε σιγᾷ:
Ζεὺς τά τε καὶ τὰ νέμει,
Ζεὺς ὁ πάντων κύριος. ἐν δ' ἐρατεινῷ
[70] μέλιτι καὶ τοιαίδε τιμαὶ καλλίνικον χάρμ' ἀγαπάζοντι. μαρνάσθω τις ἔρδων 55

ἀμφ' ἀέθλοισιν γενεὰν Κλεονίκου
ἐκμαθών: οὔτοι τετύφλωται μακρὸς
μόχθος ἀνδρῶν: οὐδ' ὁπόσαι δαπάναι
ἐλπίδων ἔκνισ' ὄπιν.
αἰνέω καὶ Πυθέαν ἐν γυιοδάμαις 60

Φυλακίδᾳ πλαγᾶν δρόμον εὐθυπορῆσαι
χερσὶ δεξιόν, νόῳ ἀντίπαλον.
λάμβανέ οἱ στέφανον, φέρε δ' εὔμαλλον μίτραν,
[80] καὶ πτερόεντα νέον σύμπεμψον ὕμνον.

ΦΥΛΑΚΙΔᾼ ΑΙΓΙΝΗΤῌ ΠΑΓΚΡΑΤΙῼ[Επεξεργασία]

θάλλοντος ἀνδρῶν ὡς ὅτε συμποσίου
δεύτερον κρητῆρα Μοισαίων μελέων
κίρναμεν Λάμπωνος εὐάθλου γενεᾶς ὕπερ, ἐν Νεμέᾳ μὲν πρῶτον, ὦ Ζεῦ,
τίν γ' ἄωτον δεξάμενοι στεφάνων, 5

νῦν αὖτε Ἰσθμοῦ δεσπότᾳ
Νηρεΐδεσσί τε πεντήκοντα, παίδων ὁπλοτάτου
[10] Φυλακίδα νικῶντος. εἴη δὲ τρίτον
σωτῆρι πορσαίνοντας Ὀλυμπίῳ Αἴγιναν κάτα
σπένδειν μελιφθόγγοις ἀοιδαῖς. 10

εἰ γάρ τις ἀνθρώπων δαπάνᾳ τε χαρεὶς
καὶ πόνῳ πράσσει θεοδμάτους ἀρετάς,
σύν τέ οἱ δαίμων φυτεύει δόξαν ἐπήρατον, ἐσχατιαῖς ἤδη πρὸς ὄλβου
βάλλετ' ἄγκυραν θεότιμος ἐών.
[20] τοίαισιν ὀργαῖς εὔχεται 15

ἀντιάσαις Αί̓̈δαν γῆράς τε δέξασθαι πολιὸν
ὁ Κλεονίκου παῖς: ἐγὼ δ' ὑψίθρονον
Κλωθὼ κασιγνήτας τε προσεννέπω ἑσπέσθαι κλυταῖς
ἀνδρὸς φίλου Μοίρας ἐφετμαῖς.
ὔμμε τ', ὦ χρυσάρματοι Αἰακίδαι, 20

τέθμιόν μοι φαμὶ σαφέστατον ἔμμεν
[30] τάνδ' ἐπιστείχοντα νᾶσον ῥαινέμεν εὐλογίαις.
μυρίαι δ' ἔργων καλῶν τέτμηνθ' ἑκατόμπεδοι ἐν σχερῷ κέλευθοι,
καὶ πέραν Νείλοιο παγᾶν καὶ δι' Ὑπερβορέους:
οὐδ' ἔστιν οὕτω βάρβαρος οὔτε παλίγγλωσσος πόλις, 25

ἅτις οὐ Πηλέος ἀΐει κλέος ἥρωος, εὐδαίμονος γαμβροῦ θεῶν, οὐδ' ἅτις Αἴαντος Τελαμωνιάδα καὶ πατρός: τὸν χαλκοχάρμαν ἐς πόλεμον [40] ἆγε σὺν Τιρυνθίοισι πρόφρονα σύμμαχον ἐς Τρωΐαν, ἥρωσι μόχθον, Λαομεδοντίαν ὑπὲρ ἀμπλακίαν 30

ἐν ναυσὶν Ἀλκμήνας τέκος.
εἷλε δὲ Περγαμίαν, πέφνεν δὲ σὺν κείνῳ Μερόπων
ἔθνεα καὶ τὸν βουβόταν οὔρεϊ ἴσον
Φλέγραισιν εὑρὼν Ἀλκυονῆ, σφετέρας δ' οὐ φείσατο
[50] χερσὶν βαρυφθόγγοιο νευρᾶς 35

Ἡρακλέης. ἀλλ' Αἰακίδαν καλέων
ἐς πλόον κύρησε δαινυμένων.
τὸν μὲν ἐν ῥινῷ λέοντος στάντα κελήσατο νεκταρέαις σπονδαῖσιν ἄρξαι
καρτεραίχμαν Ἀμφιτρυωνιάδαν,
ἄνδωκε δ' αὐτῷ φέρτατος 40

οἰνοδόκον φιάλαν χρυσῷ πεφρικυῖαν Τελαμών,
[60] ὁ δ' ἀνατείναις οὐρανῷ χεῖρας ἀμάχους
αὔδασε τοιοῦτον ἔπος: “εἴ ποτ' ἐμάν, ὦ Ζεῦ πάτερ,
θυμῷ ἐθέλων ἀρὰν ἄκουσας,
νῦν σε, νῦν εὐχαῖς ὑπὸ θεσπεσίαις 45

λίσσομαι παῖδα θρασὺν ἐξ Ἐριβοίας
ἀνδρὶ τῷδε, ξεῖνον ἀμὸν μοιρίδιον τελέσαι,
τὸν μὲν ἄῤῥηκτον φυάν, ὥσπερ τόδε δέρμα με νῦν περιπλανᾶται
[70] θηρός, ὃν πάμπρωτον ἄθλων κτεῖνά ποτ' ἐν Νεμέᾳ:
θυμὸς δ' ἑπέσθω.” ταῦτ' ἄρα οἱ φαμένῳ πέμψεν θεὸς 50

ἀρχὸν οἰωνῶν μέγαν αἰετόν: ἁδεῖα δ' ἔνδον νιν ἔκνιξεν χάρις,
εἶπέν τε φωνήσαις ἅτε μάντις ἀνήρ:
“ἔσσεταί τοι παῖς, ὃν αἰτεῖς, ὦ Τελαμών:
καί νιν ὄρνιχος φανέντος κέκλε' ἐπώνυμον εὐρυβίαν Αἴαντα, λαῶν
[80] ἐν πόνοις ἔκπαγλον Ἐνυαλίου.” 55

ὣς ἆρα εἰπὼν αὐτίκα
ἕζετ'. ἐμοὶ δὲ μακρὸν πάσας αγήσασθ' ἀρετάς:
Φυλακίδᾳ γὰρ ἦλθον, ὦ Μοῖσα, ταμίας
Πυθέᾳ τε κώμων Εὐθυμένει τε. τὸν Ἀργείων τρόπον
εἰρήσεταί που κἀν βραχίστοις. 60

ἄραντο γὰρ νίκας ἀπὸ παγκρατίου
τρεῖς ἀπ' Ἰσθμοῦ, τὰς δ' ἀπ' εὐφύλλου Νεμέας,
[90] ἀγλαοὶ παῖδές τε καὶ μάτρως: ἀνὰ δ' ἄγαγον ἐς φάος οἵαν μοῖραν ὕμνων:
τὰν Ψαλυχιδᾶν δὲ πάτραν Χαρίτων
ἄρδοντι καλλίστᾳ δρόσῳ, 65

τόν τε Θεμιστίου ὀρθώσαντες οἶκον τάνδε πόλιν
θεοφιλῆ ναίοισι. Λάμπων δὲ μελέταν
ἔργοις ὀπάζων Ἡσιόδου μάλα τιμᾷ τοῦτ' ἔπος,
[100] υἱοῖσί τε φράζων παραινεῖ,
ξυνὸν ἄστει κόσμον ἑῷ προσάγων, 70

καὶ ξένων εὐεργεσίαις ἀγαπᾶται,
μέτρα μὲν γνώμᾳ διώκων, μέτρα δὲ καὶ κατέχων:
γλῶσσα δ' οὐκ ἔξω φρενῶν: φαίης κέ νιν ἀνδράσιν ἀθληταῖσιν ἔμμεν
Ναξίαν πέτραις ἐν ἄλλαις χαλκοδάμαντ' ἀκόναν.
πίσω σφε Δίρκας ἁγνὸν ὕδωρ, τὸ βαθύζωνοι κόραι 75

[110] χρυσοπέπλου Μναμοσύνας ἀνέτειλαν παρ' εὐτειχέσιν Κάδμου πύλαις.

ΣΤΡΕΨΙΑΔῌ ΘΗΒΑΙῼ ΠΑΓΚΡΑΤΙῼ[Επεξεργασία]

τίνι τῶν πάρος, ὦ μάκαιρα Θήβα,
καλῶν ἐπιχωρίων μάλιστα θυμὸν τεὸν
εὔφρανας; ἦ ῥα χαλκοκρότου πάρεδρον
Δαμάτερος ἁνίκ' εὐρυχαίταν 5

ἄντειλας Διόνυσον; ἢ χρυσῷ μεσονύκτιον νίφοντα δεξαμένα τὸν φέρτατον θεῶν,
ὁπότ' Ἀμφιτρύωνος ἐν θυρέτροις
[10] σταθεὶς ἄλοχον μετῆλθεν Ἡρακλείοις γοναῖς;
ἢ ὅτ' ἀμφὶ πυκναῖς Τειρεσίαο βουλαῖς;
ἢ ὅτ' ἀμφ' Ἰόλαον ἱππόμητιν; 10

ἢ Σπαρτῶν ἀκαμαντολογχᾶν; ἢ ὅτε καρτερᾶς Ἄδραστον ἐξ ἀλαλᾶς ἄμπεμψας ὀρφανὸν
μυρίων ἑτάρων ἐς Ἄργος ἵππιον;
ἢ Δωρίδ' ἀποικίαν οὕνεκεν ὀρθῷ
ἔστασας ἐπὶ σφυρῷ
[20] Λακεδαιμονίων, ἕλον δ' Ἀμύκλας 15

Αἰγεῖδαι σέθεν ἔκγονοι, μαντεύμασι Πυθίοις;
ἀλλὰ παλαιὰ γὰρ
εὕδει χάρις, ἀμνάμονες δὲ βροτοί,
ὅ τι μὴ σοφίας ἄωτον ἄκρον
κλυταῖς ἐπέων ῥοαῖσιν ἐξίκηται ζυγέν. 20

κώμαζ' ἔπειτεν ἁδυμελεῖ σὺν ὕμνῳ
καὶ Στρεψιάδᾳ: φέρει γὰρ Ἰσθμοῖ
[30] νίκαν παγκρατίου: σθένει τ' ἔκπαγλος ἰδεῖν τε μορφάεις: ἄγει τ' ἀρετὰν οὐκ αἴσχιον φυᾶς.
φλέγεται δὲ ἰοπλόκοισι Μοίσαις,
μάτρωΐ θ' ὁμωνύμῳ δέδωκε κοινὸν θάλος, 25

χάλκασπις ᾧ πότμον μὲν Ἄρης ἔμιξεν,
τιμὰ δ' ἀγαθοῖσιν ἀντίκειται.
[40] ἴστω γὰρ σαφὲς ὅστις ἐν ταύτᾳ νεφέλᾳ χάλαζαν αἵματος πρὸ φίλας πάτρας ἀμύνεται,
λοιγὸν ἄντα φέρων ἐναντίῳ στρατῷ,
ἀστῶν γενεᾷ μέγιστον κλέος αὔξων 30

ζώων τ' ἀπὸ καὶ θανών.
τὺ δέ, Διοδότοιο παῖ, μαχατὰν
αἰνέων Μελέαγρον, αἰνέων δὲ καὶ Ἕκτορα
Ἀμφιάρηόν τε,
εὐανθέ' ἀπέπνευσας ἁλικίαν 35

προμάχων ἀν' ὅμιλον, ἔνθ' ἄριστοι
[50] ἔσχον πολέμοιο νεῖκος ἐσχάταις ἐλπίσιν.
ἔτλαν δὲ πένθος οὐ φατόν: ἀλλὰ νῦν μοι
Γαιάοχος εὐδίαν ὄπασσεν
ἐκ χειμῶνος. ἀείσομαι χαίταν στεφάνοισιν ἁρμόσαις. ὁ δ' ἀθανάτων μὴ θρασσέτω φθόνος, 40

ὅ τι τερπνὸν ἐφάμερον διώκων
ἕκαλος ἔπειμι γῆρας ἔς τε τὸν μόρσιμον
αἰῶνα. θνᾴσκομεν γὰρ ὁμῶς ἅπαντες:
[60] δαίμων δ' ἄϊσος: τὰ μακρὰ δ' εἴ τις
παπταίνει, βραχὺς ἐξικέσθαι χαλκόπεδον θεῶν ἕδραν: ὅτι πτερόεις ἔῤῥιψε Πάγασος 45

δεσπόταν ἐθέλοντ' ἐς οὐρανοῦ σταθμοὺς
ἐλθεῖν μεθ' ὁμάγυριν Βελλεροφόνταν
Ζηνός: τὸ δὲ πὰρ δίκαν
γλυκὺ πικροτάτα μένει τελευτά.
[70] ἄμμι δ', ὦ χρυσέᾳ κόμᾳ θάλλων, πόρε, Λοξία, 50

τεαῖσιν ἁμίλλαισιν
εὐανθέα καὶ Πυθόϊ στέφανον.

ΚΛΕΑΝΔΡῼ ΑΙΓΙΝΗΤῌ ΠΑΓΚΡΑΤΙῼ[Επεξεργασία]

Κλεάνδρῳ τις ἁλικίᾳ τε λύτρον
εὔδοξον, ὦ νέοι, καμάτων
πατρὸς ἀγλαὸν Τελεσάρχου παρὰ πρόθυρον ἰὼν ἀνεγειρέτω
κῶμον, Ἰσθμιάδος τε νίκας ἄποινα, καὶ Νεμέᾳ 5

[10] ἀέθλων ὅτι κράτος ἐξεῦρε. τῷ καὶ ἐγώ, καίπερ ἀχνύμενος θυμόν, αἰτέομαι χρυσέαν καλέσαι Μοῖσαν. ἐκ μεγάλων δὲ πενθέων λυθέντες
μήτ' ἐν ὀρφανίᾳ πέσωμεν στεφάνων,
μήτε κάδεα θεράπευε: παυσάμενοι δ' ἀπρήκτων κακῶν
γλυκύ τι δαμωσόμεθα καὶ μετὰ πόνον:
[20] ἐπειδὴ τὸν ὑπὲρ κεφαλᾶς 10

τὸν Ταντάλου λίθον παρά τις ἔτρεψεν ἄμμι θεός,
ἀτόλματον Ἑλλάδι μόχθον. ἀλλά
μοι δεῖμα μὲν παροιχόμενον
καρτερὰν ἔπαυσε μέριμναν: τὸ δὲ πρὸ ποδὸς ἄρειον ἀεὶ <σκοπεῖν>
χρῆμα πᾶν. δόλιος γὰρ αἰὼν ἐπ' ἀνδράσι κρέμαται, 15

[30] ἑλίσσων βίου πόρον: ἰατὰ δ' ἔστι βροτοῖς σύν γ' ἐλευθερίᾳ καὶ τά. χρὴ δ' ἀγαθὰν ἐλπίδ' ἀνδρὶ
μέλειν: χρὴ δ' ἐν ἑπταπύλοισι Θήβαις τραφέντα
Αἰγίνᾳ Χαρίτων ἄωτον προνέμειν,
πατρὸς οὕνεκα δίδυμαι γένοντο θύγατρες Ἀσωπίδων
[40] ὁπλόταται, Ζηνί τε ἅδον βασιλέϊ.
ὃ τὰν μὲν παρὰ καλλιρόῳ 20

Δίρκᾳ φιλαρμάτου πόλιος ᾤκισσεν ἁγεμόνα:
σὲ δ' ἐς νᾶσον Οἰνοπίαν ἐνεγκὼν
κοιμᾶτο, δῖον ἔνθα τέκες
Αἰακὸν βαρυσφαράγῳ πατρὶ κεδνότατον ἐπιχθονίων: ὃ καὶ
[50] δαιμόνεσσι δίκας ἐπείραινε: τοῦ μὲν ἀντίθεοι 25

ἀρίστευον υἱέες υἱέων τ' ἀρηΐφιλοι παῖδες ἀνορέᾳ χάλκεον στονόεντ' ἀμφέπειν ὅμαδον: σώφρονές τ' ἐγένοντο πινυτοί τε θυμόν.
ταῦτα καὶ μακάρων ἐμέμναντ' ἀγοραί,
[60] Ζεὺς ὅτ' ἀμφὶ Θέτιος ἀγλαός τ' ἔρισαν Ποσειδᾶν γάμῳ,
ἄλοχον εὐειδέ' ἐθέλων ἑκάτερος
ἑὰν ἔμμεν: ἔρως γὰρ ἔχεν. 30

ἀλλ' οὔ σφιν ἄμβροτοι τέλεσαν εὐνὰν θεῶν πραπίδες,
ἐπεὶ θεσφάτων ἐπάκουσαν: εἶπε δ'
εὔβουλος ἐν μέσοισι Θέμις,
[70] οὕνεκεν πεπρωμένον ἦν φέρτερον γόνον ἄνακτα πατρὸς τεκεῖν
ποντίαν θεόν, ὃς κεραυνοῦ τε κρέσσον ἄλλο βέλος 35

διώξει χερὶ τριόδοντός τ' ἀμαιμακέτου, Δί τε μισγομέναν ἢ Διὸς παρ' ἀδελφεοῖσιν.--“ἀλλὰ τὰ μὲν παύσατε: βροτέων δὲ λεχέων τυχοῖσα
[80] υἱὸν εἰσιδέτω θανόντ' ἐν πολέμῳ,
χεῖρας Ἄρεΐ ἀκμὰν ποδῶν.
τὸ μὲν ἐμὸν Πηλέϊ γάμου θεόμορον
ὀπάσσαι γέρας Αἰακίδᾳ, 40

ὅντ' εὐσεβέστατον φάτις Ἰωλκοῦ τράφειν πεδίον:
ἰόντων δ' ἐς ἄφθιτον ἄντρον εὐθὺς
[90] Χείρωνος αὐτίκ' ἀγγελίαι:
μηδὲ Νηρέος θυγάτηρ νεικέων πέταλα δὶς ἐγγυαλιζέτω
ἄμμιν: ἐν διχομηνίδεσσιν δὲ ἑσπέραις ἐρατὸν 45

[100] λύοι κεν χαλινὸν ὑφ' ἥρωϊ παρθενίας.” ὣς φάτο Κρονίδαις ἐννέποισα θεά: τοὶ δ' ἐπὶ γλεφάροις νεῦσαν ἀθανάτοισιν: ἐπέων δὲ καρπὸς οὐ κατέφθινε. φαντὶ γὰρ ξύν' ἀλέγειν καὶ γάμον Θέτιος ἄνακτα. καὶ νεαρὰν ἔδειξαν σοφῶν στόματ' ἀπείροισιν ἀρετὰν Ἀχιλέος: ὃ καὶ Μύσιον ἀμπελόεν 50

[110] αἵμαξε Τηλέφου μέλανι ῥαίνων φόνῳ πεδίον, γεφύρωσέ τ' Ἀτρεΐδαισι νόστον, Ἑλέναν τ' ἐλύσατο, Τρωΐας ἶνας ἐκταμὼν δορί, ταί νιν ῥύοντό ποτε μάχας ἐναριμβρότου ἔργον ἐν πεδίῳ κορύσσοντα, Μέμνονός τε βίαν 55

[120] ὑπέρθυμον Ἕκτορά τ' ἄλλους τ' ἀριστέας: οἷς δῶμα Φερσεφόνας μανύων Ἀχιλεύς, οὖρος Αἰακιδᾶν, Αἴγιναν σφετέραν τε ῥίζαν πρόφαινεν.
τὸν μὲν οὐδὲ θανόντ' ἀοιδαὶ ἔλιπον,
ἀλλά οἱ παρά τε πυρὰν τάφον θ' Ἑλικώνιαι παρθένοι
στάν, ἐπὶ θρῆνόν τε πολύφαμον ἔχεαν.
[130] ἔδοξ' ἆρα τόδ' ἀθανάτοις, 60

ἐσλόν γε φῶτα καὶ φθίμενον ὕμνοις θεᾶν διδόμεν.
τὸ καὶ νῦν φέρει λόγον, ἔσσυταί τε
Μοισαῖον ἅρμα Νικοκλέος
μνᾶμα πυγμάχου κελαδῆσαι. γεραίρετέ νιν, ὃς Ἴσθμιον ἂν νάπος
Δωρίων ἔλαχεν σελίνων: ἐπεὶ περικτίονας 65

[140] ἐνίκασε δή ποτε καὶ κεῖνος ἄνδρας ἀφύκτῳ χερὶ κλονέων. τὸν μὲν οὐ κατελέγχει κριτοῦ γενεὰ πατραδελφεοῦ: ἁλίκων τῷ τις ἁβρὸν
ἀμφὶ παγκρατίου Κλεάνδρῳ πλεκέτω
μυρσίνας στέφανον, ἐπεί νιν Ἀλκαθόου τ' ἀγὼν σὺν τύχᾳ
[150] ἐν Ἐπιδαύρῳ τε νεότας δέκετο πρίν:
τὸν αἰνεῖν ἀγαθῷ παρέχει: 70

ἥβαν γὰρ οὐκ ἄπειρον ὑπὸ χειᾷ καλῶν δάμασεν.


Εξωτερικοί σύνδεσμοι[Επεξεργασία]

Johann Adam Hartung (1856). Έργα του Πίνδαρου (Αρχαία Ελληνικά με επεξηγηματικές σημειώσεις στα Γερμανικά). Leipzig, Engelmann (ανακτήθηκε 26 Αυγούστου 2009 )