Ικέτιδες

Από Βικιθήκη
Ἱκέτιδες
Συγγραφέας:
Δείτε επίσης: σχετικό λήμμα. Αρχ.Θέατρο. Τραγωδία που έγραψε ο Αισχύλος και διδάχθηκε (παίχτηκε) το 458 π.Χ.


ΤΑ ΤΟΥ ΔΡΑΜΑΤΟΣ ΠΡΟΣΩΠΑ[Επεξεργασία]

ΙΚΕΤΙΔΕΣ[Επεξεργασία]


Ἱκέτιδες
Τραγῳδία
ed. Herbert Weir Smyth (1926)



χορος
Ζεὺς μὲν ἀφίκτωρ ἐπίδοι προφρόνως

στόλον ἡμέτερον νάιον ἀρθέντ᾽
ἀπὸ προστομίων λεπτοψαμάθων
Νείλου. Δίαν δὲ λιποῦσαι
χθόνα σύγχορτον Συρίᾳ φεύγομεν, 5
οὔτιν᾽ ἐφ᾽ αἵματι δημηλασίαν
ψήφῳ πόλεως γνωσθεῖσαν,
ἀλλ᾽ αὐτογενεῖ φυξανορίᾳ
γάμον Αἰγύπτου παίδων ἀσεβῆ
'ξονοταζόμεναι. 10
Δαναὸς δὲ πατὴρ καὶ βούλαρχος
καὶ στασίαρχος τάδε πεσσονομῶν
κύδιστ᾽ ἀχέων ἐπέκρανε,
φεύγειν ἀνέδην διὰ κῦμ᾽ ἅλιον,
κέλσαι δ᾽ Ἄργους γαῖαν, ὅθεν δὴ 15
γένος ἡμέτερον τῆς οἰστροδόνου
βοὸς ἐξ ἐπαφῆς κἀξ ἐπιπνοίας
Διὸς εὐχόμενον τετέλεσται.
τίν᾽ ἂν οὖν χώραν εὔφρονα μᾶλλον
τῆσδ᾽ ἀφικοίμεθα 20
σὺν τοῖσδ᾽ ἱκετῶν ἐγχειριδίοις
ἐριοστέπτοισι κλάδοισιν;
ὦ πόλις, ὦ γῆ, καὶ λευκὸν ὕδωρ,
ὕπατοί τε θεοί, καὶ βαρύτιμοι
χθόνιοι θήκας κατέχοντες, 25
καὶ Ζεὺς σωτὴρ τρίτος, οἰκοφύλαξ
ὁσίων ἀνδρῶν, δέξασθ᾽ ἱκέτην
τὸν θηλυγενῆ στόλον αἰδοίῳ
πνεύματι χώρας· ἀρσενοπληθῆ δ᾽
ἑσμὸν ὑβριστὴν Αἰγυπτογενῆ, 30
πρὶν πόδα χέρσῳ τῆ δ᾽ ἐν ἀσώδει
θεῖναι, ξὺν ὄχῳ ταχυήρει
πέμψατε πόντονδ᾽· ἔνθα δὲ λαίλαπι
χειμωνοτύπῳ, βροντῇ στεροπῇ τ᾽
ὀμβροφόροισίν τ᾽ ἀνέμοις ἀγρίας 35
ἁλὸς ἀντήσαντες, ὄλοιντο,
πρίν ποτε λέκτρων, ὧν θέμις εἴργει,
σφετεριξάμενοι πατραδέλφειαν
τήνδ᾽ ἀεκόντων ἐπιβῆναι.

[στρ. α]
νῦν δ᾽ ἐπικεκλομένα 40
Δῖον πόρτιν ὑπερ-
πόντιον τιμάορ᾽, ἶνίν τ᾽
ἀνθονομούσας προγόνου
βοὸς ἐξ ἐπιπνοίας
Ζηνὸς ἔφαψιν: ἐπωνυμίᾳ δ᾽ 45
ἐπεκραίνετο μόρσιμος αἰὼν
εὐλόγως,
Ἔπαφόν τ᾽ ἐγέννασεν·

[ἀντ. α]
ὅντ᾽ ἐπιλεξαμένα,
νῦν ἐν ποιονόμοις 50
ματρὸς ἀρχαίας τόποις τῶν
πρόσθε πόνων μνασαμένα,
τά τε νῦν ἐπιδείξω
πιστὰ τεκμήρια γαιονόμοις,
τὰ δ᾽ ἄελπτά περ ὄντα φανεῖται. 55
γνώσεται
δὲ λόγους τις ἐν μάκει.

[στρ. β]
εἰ δὲ κυρεῖ τις πέλας οἰωνοπόλων
ἔγγαιος οἶκτον οἰκτρὸν ἀίων,
δοξάσει τις ἀκούειν ὄπα τᾶς Τηρεΐας 60
Μήτιδος οἰκτρᾶς ἀλόχου,
κιρκηλάτου τ᾽ ἀηδόνος

[ἀντ. β]
ἅτ᾽ ἀπὸ χλωρῶν πετάλων ἐργομένα
πενθεῖ μὲν οἶκτον ἠθέων·
ξυντίθησι δὲ παιδὸς μόρον, ὡς αὐτοφόνως 65
ὤλετο πρὸς χειρὸς ἕθεν
δυσμάτορος κότου τυχών·

[στρ. γ]
τὼς καὶ ἐγὼ φιλόδυρ-
τος Ἰαονίοισι νόμοισι
δάπτω τὰν ἁπαλὰν 70
Νειλοθερῆ παρειὰν
ἀπειρόδακρύν τε καρδίαν.
γοεδνὰ δ᾽ ἀνθεμίζομαι
δειμαίνουσα φίλους, τᾶσδε φυγᾶς
ἀερίας ἀπὸ γᾶς 75
εἴ τις ἐστὶ κηδεμών.

[ἀντ. γ]
ἀλλά, θεοὶ γενέται,
κλύετ᾽ εὖ τὸ δίκαιον ἰδοντες·
ἥβᾳ μὴ τέλεον
δόντες ἔχειν παρ᾽ αἶσαν,80
ὕβριν δ᾽ ἑτοίμως στυγοῦντες,
πέλοιτ᾽ ἄν ἔνδικοι γάμοις.
ἔστι δὲ κἀκ πολέμου τειρομένοις
βωμὸς ἀρῆς φυλάσιν
ῥῦμα, δαιμόνων σέβας. 85

[στρ. δ]
εὖ δ' εἴη Διόθεν παναληθῶς.
Διὸς ἵμερος οὐκ εὐθήρατος ἐτύχθη.
παντᾷ τοι φλεγέθει
κἀν σκότῳ μελαίνᾳ ξὺν τύχᾳ
μερόπεσσι λαοῖς. 90

[ἀντ. δ]
πίπτει δ᾽ ἀσφαλὲς οὐδ᾽ ἐπὶ νώτῳ,
κορυφᾷ Διὸς εἰ κρανθῇ πρᾶγμα τέλειον.
δαυλοὶ γὰρ πραπίδων
δάσκιοί τε τείνουσιν πόροι
κατιδεῖν ἄφραστοι. 95

[στρ. ε]
ἰάπτει δ᾽ ἐλπίδων
ἀφ᾽ ὑψιπύργων πανώλεις
βροτούς, βίαν δ᾽
οὔτιν᾽ ἐξοπλίζει·
πᾶν ἄπονον δαιμονίων. 100
ἥμενος ὅν φρόνημά πως
αὐτόθεν ἐξέπραξεν ἔμπας
ἑδράνων ἐφ᾽ ἁγνῶν.

[ἀντ. ε]
ἰδέσθω δ᾽ εἰς ὕβριν
βρότειον, οἵα νεάζει 105
πυθμὴν δι᾽ ἁ-
μὸν γάμον τεθαλὼς
δυσπαραβούλοισι φρεσίν,
καὶ διάνοιαν μαινόλιν
κέντρον ἔχων ἄφυκτον, ἄταν δ᾽ 110
ἀπάτᾳ μεταγνούς

[στρ. ζ]
τοιαῦτα πάθεα μέλεα θρεομένα λέγω
λιγέα βαρέα δακρυοπετῇ,
ἰὴ ἰή,
ἰηλέμοισιν ἐμπρεπῆ [θρεομένη μέλη] 115
ζῶσα γόοις με τιμῶ

[ἐφυμν. α]
 ἱλεοῦμαι μὲν Ἀπίαν βοῦνιν,
καρβᾶνα δ᾽ αὐδὰν
εὖ, γᾶ, κοννεῖς.
πολλάκι δ᾽ ἐμπίτνω ξὺν λακίδι 120
λινοσινεῖ
Σιδονίᾳ καλύπτρᾳ.

[ἀντ. ζ]
θεοῖς δ᾽ ἐναγέα τέλεα πελομένων καλῶς
ἐπίδρομ᾽ ὁπόθι θάνατος ἀπῇ.
ἰὼ ἰώ, 125
ἰὼ δυσάγκριτοι πόνοι.
ποῖ τόδε κῦμ᾽ ἀπάξει;

[ἐφυμν. α]
 ἱλεοῦμαι μὲν Ἀπίαν βοῦνιν,
καρβᾶνα δ᾽ αὐδὰν
εὖ, γᾶ, κοννεῖς. 130
πολλάκι δ᾽ ἐμπίτνω ξὺν λακίδι
λινοσινεῖ
Σιδονίᾳ καλύπτρᾳ.

[στρ. η]
πλάτα μὲν οὖν λινογραφής τε
δόμος ἅλα στέγων δορὸς 135
ἀχείματόν μ᾽ ἔπεμπε σὺν πνοαῖς·
οὐδέ μέμφομαι·
τελευτὰς δ᾽ ἐν χρόνῳ
πατήρ μοι παντόπτας
πρευμενεῖς κτίσειεν, 140

[ἐφυμν. β]
 σπέρμα σεμνᾶς μέγα πατρὸς
εὐνὰς ἀνδρῶν, ἒ ἔ,
ἄγαμον ἀδάματον ἐκφυγεῖν.

[ἀντ. η]
θέλουσα δ᾽ αὖ θέλουσαν ἁγνά μ᾽
ἐπιδέτω Διὸς κόρα, 145
ἔχουσα σέμν᾽ ἐνώπι᾽ ἀσφαλῶς,
παντὶ δὲ σθένει
διωγμοῖς ἀσχαλῶσ᾽
ἀδμήτας ἀδμήτα
ῥύσιος γενέσθω, 150

[ἐφυμν. β]
 σπέρμα σεμνᾶς μέγα πατρὸς
εὐνὰς ἀνδρῶν, ἒ ἔ,
ἄγαμον ἀδάματον ἐκφυγεῖν.

[στρ. θ]
εἰ δὲ μή, μελανθὲς
ἡλιόκτυπον γένος 155
τὸν γάιον,
τὸν πολυξενώτατον
Ζῆνα τῶν κεκμηκότων
ἱξόμεσθα σὺν κλάδοις
ἀρτάναις θανοῦσαι, 160
μὴ τυχοῦσαι θεῶν Ὀλυμπίων,

[ἐφυμν. γ]
 ἆ Ζήν, Ἰοῦς ἰῷ
μῆνις μάστειρ᾽ ἐκ θεῶν·
κovvῶ δ᾽ ἄγαν
γαμετᾶς οὐρανόνικον. 165
χαλεποῦ γὰρ ἐκ
πνεύματος εἶσι χειμών.

[ἀντ. θ]
καὶ τότ᾽ οὐ δικαίοις
Ζεὺς ἐνέξεται λόγοις,
τὸν τᾶς βοὸς 170
παῖδ᾽ ἀτιμάσας, τὸν αὖ-
τός ποτ᾽ ἔκτισεν γόνῳ,
νῦν ἔχων παλίντροπον
ὄψιν ἐν λιταῖσιν;
ὑψόθεν δ᾽ εὖ κλύοι καλούμενος. 175

[ἐφυμν. γ]
 < ἆ Ζήν, Ἰοῦς ἰῷ
μῆνις μάστειρ᾽ ἐκ θεῶν·
κovvῶ δ᾽ ἄγαν
γαμετᾶς οὐρανόνικον.
χαλεποῦ γὰρ ἐκ
πνεύματος εἶσι χειμών. >

δαναος
παῖδες, φρονεῖν χρή· ξὺν φρονοῦντι δ᾽ ἥκετε

πιστῷ γέροντι τῷδε ναυκλήρῳ πατρί.
καὶ τἀπὶ χέρσου νῦν ᾿προμηθίανϊ λαβὼν
αἰνῶ φυλάξαι τἄμ᾽ ἔπη δελτουμέγας.
 ὁρῶ κόνιν, ἄναυδον ἄγγελον στρατοῦ· 180
σύριγγες· οὐ σιγῶσιν ἀξονήλατοι·
ὄχλον δ᾽ ὑπασπιστῆρα καὶ δορυσσόον
λεύσσω, ξὺν ἵπποις καμπύλοις τ᾽ ὀχήμασιν·
τάχ᾽ ἂν πρὸς ἡμᾶς τῆσδε γῆς ἀρχηγέται
ὀπτῆρες εἶεν ἀγγέλων πεπυσμένοι. 185
ἀλλ᾽ εἴτ᾽ ἀπήμων εἴτε καὶ τεθηγμένος
ὠμῇ ξὺν ὀργῇ τόνδ᾽ ἐπόρνυται στόλον,
ἄμεινόν ἐστι παντὸς εἵνεκ᾽, ὦ κόραι,
πάγον προσίζειν τόνδ᾽ ἀγωνίων θεῶν.
κρεΐσσον δὲ πύργου βωμός, ἄρρηκτον σάκος. 190
ἀλλ᾽ ὡς τάχιστα βᾶτε, καὶ λευκοστεφεῖς
ἱκετηρίας, ἀγάλματ᾽ αἰδοίου Διός,
σεμνῶς ἔχουσαι διὰ χερῶν εὐωνύμων,
αἰδοῖα καὶ γοεδνὰ καὶ ζαχρεῖ᾽ ἔπη
ξένους ἀμείβεσθ᾽, ὡς ἐπήλυδας πρέπει, 195
τορῶς λέγουσαι τάσδ᾽ ἀναιμάκτους φυγάς.
φθογγῇ δ᾽ ἑπέσθω πρῶτα μὲν τὸ μὴ θρασύ,
τὸ μὴ μάταιον δ᾽ ἐκ μετωποσωφρόνων
ἴτω προσώπων ὄμματος παρ᾽ ἡσύχου.
καὶ μὴ πρόλεσχος μηδ᾽ ἐφολκὸς ἐν λόγῳ 200
γένῃ· τὸ τῇδε κάρτ᾽ ἐπίφθονον γένος.
μέμνησο δ᾽ εἴκειν· χρεῖος εἶ ξένη φυγάς.
θρασυστομεῖν γὰρ οὐ πρέπει τοὺς ἥσσονας.

χορος
πάτερ, φρονούντως πρὸς φρονοῦντας ἐννέπεις. φυλάξομαι δὲ τάσδε μεμνῆσθαι σέθεν 205

κεδνὰς ἐφετμάς· Ζεὺς δὲ γεννήτωρ ἴδοι.

δαναος
ἔδοιτο δῆτα πρευμενοῦς ἀπ᾽ ὄμματος.


χορος
θέλοιμ᾽ ἂν ἤδη σοὶ πἐλας θρόνους ἔχειν.


δαναος
μή νυν σχόλαζε, μηχανῆς δ᾽ ἔστω κράτος.


χορος
ὦ Ζεῦ, κόπων οἴκτιρε; μὴ ἀπολωλότας. 210


δαναος
κείνου θέλοντος εὖ τελευτήσει τάδε.


χορος
* * *


δαναος
καὶ Ζηνὸς ὄρνιν τόνδε νῦν κυκλήσκετε.


χορος
καλοῦμεν αὐγὰς ἡλίου σωτηρίους, -


δαναος
ἁγνόν τ᾽ ᾿Απόλλω, φυγάδ᾽ ἀπ᾽ οὐρανοῦ θεόν.


χορος
εἰδὼς ἂν αἶσαν τήνδε συγγνοίη βροτοῖς. 215


δαναος
συγγνοῖτο δῆτα καὶ παρασταίη πρόφρων.


χορος
τίν᾽ οὖν κικλήσκω τῶνδε δαιμόνων ετι;


δαναος
ὁρῶ τρίαιναν τήνδε σημεῖον θεοῦ.


χορος
ἀλλ᾽ εὖ τ᾽ ἔπεμψεν εὖ τε δεξάσθω χθονί.


δαναος
Ἑρμῆς ὅδ᾽ ἄλλος τοῖσιν Ἑλλήνων νόμοις, 220


χορος
ἐλευθέροις νυν ἐσθλὰ κηρυκευέτω.


δαναος
πάντων δ᾽ ἀνάκτων τῶνδε κοινοβωμίαν

σέβεσθ᾽· ἐν ἁγνῷ δ᾽ ἑσμὸς ὡς πελειάδων
ἵζεσθε κίρκων τῶν ὁμοπτέρων φόβῳ,
ἐχθρῶν ὁμαίμων καὶ μιαινόντων γένος. 225
ὄρνιθος ὄρνις πῶς ἂν ἀγνεύοι φαγών;
πῶς δ᾽ ἂν γαμῶν ἄκουσαν ἄκοντος πάρα
ἁγνὸς γένοιτ᾽ ἄν; οὐδὲ μὴ ᾽ν Ἅἰδου θανὼν
φύγῃ ματαίων αἰτίας, πράξας τάδε.
κἀκεῖ δικάζει τἀπλακήμαθ᾽, ὡς λόγος, 230
Ζεὺς ἄλλος ἐν καμοῦσιν ὑστάτας δίκας.
σκοπεῖτε, κἀμείβεσθε τόνδε τὸν τρόπον,
ὅπως ἂν ὑμῖν πρᾶγος εὖ νικᾷ τόδε.

βασιλευς
ποδαπὸν ὄμιλον τόνδ᾽ ἀνελληνόστολον

πέπλοισι βαρβάροισι καὶ πυκνώμασι 235
χλίοντα προσφωνοῦμεν; οὐ γὰρ Ἀργολὶς
ἐσθὴς γυναικῶν οὐδ᾽ ἀφ᾽ Ἑλλάδος τόπων.
ὅπως δὲ χώραν οὔτε κηρύκων ὕπο,
ἀπρόξενοί τε, νόσφιν ἡγητῶν, μολεῖν
ἔτλητ᾽ ἀτρέστως, τοῦτο θαυμαστὸν πέλει. 240
κλάδοι γε μὲν δὴ κατὰ νόμους ἀφικτόρων
κεῖνται παρ᾽ ὑμῖν πρὸς θεοῖς ἀγωνίοις·
μόνον τόδ᾽ Ἑλλὰς χθὼν συνοίσεται στόχφῳ.
καὶ τἄλλα πόλλ᾽ ἔτ᾽ εἰκάσαι δίκαιον ἦν,
εἰ μὴ παρόντι φθόγγος ἦν ὁ σημανῶν. 245

χορος
εἴρηκας ἀμφὶ κόσμον ἀψευδῆ λόγον.

ἐγὼ δὲ πρὸς σὲ πότερον ὡς ἔτην λέγω,
ἢ ῥήτορ᾽ ἱεροράβδον, ἢ πόλεως ἀγόν;

βασιλευς
πρὸς ταῦτ᾽ ἀμείβου καὶ λέγ᾽ εὐθαρσὴς ἐμοί.

τοῦ γηγενοῦς γάρ εἰμ᾽ ἐγὼ Παλαίχϑονος 250
ἶνις Πελασγός, τῆσδε γῆς ἀρχηγέτης.
ἐμοῦ δ᾽ ἄνακτος εὐλόγως ἐπώνυμον
γένος Πελασγῶν τήνδε καρποῦται χθόνα.
καὶ πᾶσαν αἶαν, ἧς δι᾿ ἁγνὸς ἔρχεται
Σιτρυμών, τὸ πρὸς δύνοντος ἡλίου, κρατῶ. 255
ὁρίζομαι δὲ τήν τε Περραίβων χθόξα,
Πίνδου τε τἀπέκεινα, Παιόνων πέλας,
ὄρη τε Δωδωναῖα· συντέμνει δ᾽ ὅρος
ὑγρᾶς θαλάσσης· τῶνδε τἀπὶ τάδε κρατῶ.
 αὐτῆς δὲ χώρας Ἀπίας πέδον τόδε 260
πάλαι κέκληται φωτὸς t ἰατροῦ χάριν.
Ἆπις γὰρ ἐλθὼν ἐκ πέρας Ναυπακτίας
ἰατρόμαντις παῖς Ἀπόλλωνος χθόνα
τήνδ᾽ ἐκκαθαίρει κνωδάλων βροτοφθόρων,
τὰ δὴ παλαιῶν αἱμάτων μιάσμασιν 265
χρανθεῖσ᾽ ἀνῆκε γαῖα μηνιταῖ ἄχη
δρακονθόμιλον δυσμενῆ ξυνοικίαν.
τούτων ἄκη τομαῖα καὶ λυτήρια
πράξας ἀμέμπτως Ἆπις Ἀργείᾳ χθονὶ
μνήμην ποτ᾽ ἀντίμισθον ηὕρετ᾽ ἐν λιταῖς. 270
 ἔχουσα δ᾽ ἤδη τἀπ᾽ ἐμοῦ τεκμήρια
γένος τ᾽ ἂν ἐξεύχοιο καὶ λέγοις πρόσω.
μακράν γε μὲν δὴ ῥῆσιν οὐ στέργει πόλις.

χορος
βραχὺς τορός θ᾽ ὁ μῦθος· Ἀργεῖαι γένος

ἐξευχόμεσθα, σπέρματ᾽ εὐτέκνου βοός·
καὶ ταῦτ᾽ ἀληθῆ πάντα προσφύσω λόγῳ. 275

βασιλευς
ἄπιστα μυθεῖσθ᾽, ὦ ξέναι, κλύειν ἐμοΐ,

ὅπως τόδ᾽ ὑμῖν ἐστιν Ἀργεῖον γένος.
Λιβυστικαῖς γὰρ μᾶλλον ἐμφερέστεραι
γυναιξίν ἐστε κοὐδαμῶς ἐγχωρίαις. 280
καὶ Νεῖλος ἂν ὑρέψειε τοιοῦτον φυτόν,
Κύπριος χαρακτήρ τ᾽ ἐν γυναικείοις τύποις
εἰκὼς πέπληκται τεκτόνων πρὸς ἀρσένων·
τοίας τ᾿ ἀκούω νομάδας ἱπποβάμοσιν
εἶναι καμήλοις ἀστραβιζούσας, χθόνα 285
παρ᾽ Αἰθίοψω ἀστυγειτονουμένας.
καὶ τὰς ἀνάνδρους κρεοβόρους τ᾿ Ἀμαζόνας,
εἰ τοξοτευχεῖς ἢ ἦτε, κάρτ᾽ ἂν ἤκασα
ὑμᾶς. διδαχθεὶς <d᾽> ἂν τόδ᾽ εἰδείην πλέον,
ὅπως γένεθλον σπέρμα τ᾽ Ἀργεῖον τὸ σόν. 290

χορος
κλῃδοῦχον Ἥρας φαοὶ δωμάτων ποτὲ

Ἰὼ γενέσθαι τῇδ᾽ ἐν Ἀργείᾳ χθονί;

βασιλευς
ἦν ὡς μάλιστα, καὶ φάτις πολλὴ κρατεῖ.


χορος
μὴ καὶ λόγος τις Ζῆνα μειχθῆναι βροτῷ; 295


βασιλευς
κἀκρυπταν γ᾽ Ἥρας ταῦτα τἀμπαλάγματα.


χορος
πῶς οὖν τελευτᾷ βασιλέων νείκη τάδε;


βασιλευς
βοῦν τὴν γυναῖκ᾽ ἔθηκεν Ἀργεία θεός.


χορος
οὔκουν πελάζει Ζεὺς ἐπ᾽ εὐκραίρῳ βοί; 300


βασιλευς
φασίν, πρέποντα βουθόρῳ ταύρῳ δέμας.


χορος
τί δῆτα πρὸς ταῦτ᾽ ἄλοχος ἰσχυρὰ Διός;


βασιλευς
τὸν πάνθ᾽ ὁρῶντα φύλακ᾽ ἐπέστησεν βοί.


χορος
ποῖον πανόπτην οἰοβουκόλον λέγεις;


βασιλευς
Ἄργον, τὸν Ἑρμῆς παῖδα γῆς κατέκτανεν. 305


χορος
τί οὖν ἔτευξεν ἄλλο δυσπότμῳ βοΐ;


βασιλευς
βοηλάτην μύωπα κινητήριον.


χορος
οἷστρον καλοῦσιν αὐτὸν οἱ Νείλου πέλας.


βασιλευς
τοιγάρ νιν ἐκ γῆς ἥλασεν μακρῷ δρόμῳ


χορος
καὶ ταῦτ᾽ ἔλεξας πάντα συγκόλλως ἐμοί. 310


βασιλευς
καὶ μὴν Κάνωβον κἀπὶ Μέμφιν ἵκετο.


χορος
καὶ Ζεύς γ᾽ ἐφάπτωρ χειρὶ φιτύει γόνον.


βασιλευς
τίς οὖν ὁ Δῖος πόρτις εὔχεται βοός;


χορος
Ἔπαφος ἀληθῶς ῥυσίων ἐπώνυμος. 315


βασιλευς
* * *


χορος
Λιβύη, μέγιστον γῆς <πέδον> καρπουμένη.


βασιλευς
* * *


χορος
* * *


βασιλευς
τίν᾽ οὖν ἔτ᾽ ἄλλον τῆσδε βλαστημὸν λέγεις;


χορος
Βῆλον δίπαιδα, πατέρα τοῦδ᾽ ἐμοῦ πατρός.


βασιλευς
τὸ πάνσοφον νῦν ὄνομα τοῦτό μοι φράσον. 320


χορος
Δαναός, ἀδελφὸς δ᾽ ἐστὶ πεντηκοντάπαις


βασιλευς
καὶ τοῦδ᾽ ἀνοιγεῦ τοὔνομ᾽ ἀφθόνῳ λόγῳ.


χορος
Αἴγυπτος. εἰδὼς δ᾽ ἁμὸν ἀρχαῖον γένος

πράσσοις ἂν ὡς Ἀργεῖον ἀνστήσῃς στόλον.

βασιλευς
δοκεῖτε <δή> μοι τῆσδε κοινωνεῖν χθονὸς 325

τἀρχαῖον. ἀλλὰ πῶς πατρῷα δώματα
λιπεῖν ἔτλητε; τίς κατέσκηψεν τύχη;

χορος
ἄναξ Πελασγῶν, αἰόλ᾽ ἀνθρώπων κακά.

πόνου δ᾽ ἴδοις ἂν οὐδαμοῦ ταὐτὸν πτερόν·
ἐπεὶ τίς ηὔχει τήνδ᾽ ἀνέλπεστον φυγὴν 330
κέλσειν ἐς Ἄγος κῆδος ἐγγενὲς τὸ πρίν,
ἔχθει μεταπτοιοῦσαν εὐναίων γάμων;

βασιλευς
τί φὴς ἱκνεῖσθαι τῶνδ᾽ ἀγωνίων θεῶν,

λευκοστεφεῖς ἔχουσα νεοδρέπτους κλάδους;

χορος
ὡς μὴ γένωμαι δμωὶς Αἰγύπτου γένει. 335


βασιλευς
πότερα κατ᾽ ἔχθραν, ἢ τὸ μὴ θέμις λέγεις;


χορος
τίς δ᾽ ἂν φίλους ὠνοῖτο τοὺς κεκτημένους;


βασιλευς
σθένος μὲν οὕτως μεῖζον αὔξεται βροτοῖς.


χορος
καὶ δνοτυχούντων γ᾽ εὐμαρὴς ἀπαλλαγή.


βασιλευς
πῶς οὖν πρὸς ὑμᾶς εὐσεβὴς ἐγὼ πέλω; 340


χορος
αἰτοῦσι μὴ ᾽κδοὺς παισὶν Αἰγύπτου πάλιν.


βασιλευς
βαρέα σύ γ᾽ εἶπας, πόλεμον ἄρασθαι νέον.


χορος
ἀλλ᾽ ἡ δίκη γε ξυμμάχων ὑπερστατεῖ.


βασιλευς
εἴπερ γ᾽ ἀπ᾽ ἀρχῆς πραγμάτων κοινωνὸς ἦν.


χορος
αἰδοῦ σὺ πρύμναν πόλεος ὧδ᾽ ἐστεμμένην. 345


βασιλευς
πέφρικα λεύσσων τάσδ᾽ ἕδρας κατασκίους.


χορος
βαρύς γε μέντοι Ζηνὸς ἱκεσίου κότος.

[στρ. α]
Παλαίχθονος τέκος, κλῦθί μου
πρόφρονι καρδίᾳ, Πελασγῶν ἄναξ.
ἴδε με τὰν ἱκέτιν φυγάδα περίδρομον. 350
λυκοδίωκτον ὡς δάμαλιν ἂμ πέτραις
ἠλιβάτοις, ἵν ἀλκᾷ πίσυνος μέμυ-
κε φράζουσα βοτῆρι μόχθους.

βασιλευς
ὁρῷ κλάδοισι νεοδρόποις κατάσκιον

νεύονθ᾽ ὅμιλον τόνδ᾽ ἀγωνίων θεῶν. 355
εἴη δ᾽ ἄνατον πρᾶγμα τοῦτ᾽ ἀστοξένων.
μηδ᾽ ἐξ ἀέλπτων κἀπρομηθήτων πόλει
νεῖκος γένηται· τῶν γὰρ οὐ δεῖται πόλις.

[ἀντ. α]

χορος
ἴδουτο δῆτ᾽ ἄνατον φυγὰν

ἱκεσία Θέμις Διὸς κλαρίου. 360
σὺ δὲ παρ᾽ ὀψιγόνου μάθε γεραιόφρων·
ποτιτρόπαιον αἰδόμενος †οὖνπερ
ἱεροδόκα† * * *
θεῶν λῆματ᾽ ἀπ᾽ ἀνδρὸς ἁγνοῦ.

βασιλευς
οὗτοι κάθησθε δωμάτων ἐφέστιοι 365

ἐμῶν. τὸ κοινὸν δ᾽ εἰ μιαίνεται πόλις,
ξυνῇ μελέσθω λαὸς ἐκπονεῖν ἄκη.
ἐγὼ δ᾽ ἂν οὐ κραίνοιμ᾽ ὑπόσχεσιν πάρος,
ἀστοῖς δὲ πᾶσι τῶνδε κοινώσας πέρι.

[στρ. β]

χορος
σύ τοι πόλις, σὺ δὲ τὸ δάμιον· 370

πρύτανις ἄκριτος ὦν,
κρατύνεις βωμόν, ἑστίαν χθονός,
μονοψήφοισι νεύμασιν σέθεν,
μονοσκήπτριοσι δ᾽ ἐν θρόνοις χρέος
πᾶν ἐπικραΐνεις· ἄγος φυλάσσου. 375

βασιλευς
ἄγος μὲν εἴη τοῖς ἐμοῖς παλιγκότοις,

ὑμῖν δ᾽ ἀρήγειν οὐκ ἔχω βλάβης ἄτερ·
οὐδ᾽ αὖ τόδ᾽ εὖφρον, τάσδ᾽ ἀτιμάσαι λιτάς.
ἀμηχανῶ δὲ καὶ φόβος μ᾽ ἔχει φρένας
δρᾶσαί τε μὴ δρᾶσαί τε καὶ τύχην ἑλεῖν. 380

[ἀντ. β]

χορος
τὸν ὑψόθεν σκοπὸν ἐπισκόπει,

φύλακα πολυπόνων
βροτῶν, οἱ τοῖς πέλας προσήμενοι
δίκας οὐ τυγχάνουσιν ἐννόμου.
μένει τοι Ζηνὸς ἱκταίου κότος 385
δυσπαραθέλκτους παθόντος οἴκτοις.

βασιλευς
εἰ τοι κρατοῦσι παῖδες Αἰγύπτου σέθεν

νόμῳ πόλεως, φάσκοντες ἐγγύτατα γένους
εἶναι, τίς ἂν τοῖσδ᾽ ἀντιωθῆναι θέλοι;
δεῖ τοί σε φεύγειν κατὰ νόμους τοὺς οἴκοθεν, 390
ὡς οὐκ ἔχουσιν κῦρος οὐδὲν ἀμφὶ σοῦ.

[στρ. γ]

χορος
μή τί ποτ᾽ οὖν γενοίμαν ὑποχείριος

κράτεσιν ἀρσένων. ὕπαστρον δέ τοι
μῆχαρ δρίζομαι γάμου δύσφρονος
φυγάν· ξύμμαχον δ᾽ ἑλόμενος δίκαν 395
κρῖνε σέβας τὸ πρὸς θεῶν.

βασιλευς
οὐκ εὔκριτον τὸ κρῖμα· μὴ μ᾽ αἱροῦ κριτήν.

εἶπον δὲ καὶ πρίν, οὐκ ἄνευ δήμου τάδε
πράξαιμ᾽ ἄν, οὐδέ περ κρατῶν, μὴ καί ποτε
εἴπῃ λεώς, εἴ πού τι μὴ τοῖον τύχοι, 400
"ἐπήλυδας τιμῶν ἀπώλεσας πόλιν."

[ἀντ. γ]

χορος
ἀμφοτέρους ὁμαίμων τάδ᾽ ἐπισκοπεῖ

Ζεὺς ἑτερορρεπής, νέμων εἰκότως
ἄδικα μὲν κακοῖς, ὅσια δ᾽ ἐννόμοις.
τί τῶνδ᾽ ἐξ ἴσου ῥεπομένων μεταλ- 405
γεῖς τὸ δίκαιον ἔρξας";

βασιλευς
δεῖ τοι βαθείας φροντίδος σωτηρίου,

δίκην κολυμβητῆρος, ἐς βυθὸν μολεῖν,
δὲ ορκὸς ὄμμα, μηδ᾽ ἄγαν ὠνωμένον,
ὅπως ἄνατα ταῦτα πρῶτα μὲν πόλει, 410
αὐτοῖσί θ᾽ ἡμῖν ἐκτελευτήσει καλῶς,
καὶ μήτε δῆρις ῥυσίων ἐφάψεται
μήτ᾽ ἐν θεῶν ἕδραισιν ὧδ᾽ ἱδρυμένας
ἐκδόντες ὑμᾶς τὸν πανώλεθρον θεὸν
βαρὺν ξύνοικον θησόμεσθ᾽ ἀλάστορα, 415
ὃς οὐδ᾽ εν Ἄιδου τὸν θανόντ᾽ ἐλευθεροῖ.
μῶν οὐ δοκεῖ δεῖν᾽ φροντίδος σωτηρίου;

[στρ. δ]

χορος
φρόντισον καὶ γενοῦ

πανδίκως εὐσεβὴς
πρόξενος· τὰν φυγάδα μὴ προδῷς, 420
τὰν ἕκαθεν ἐκβολαῖς
δυσθέοις ὀρμέναν·

[ἀντ. δ]
μηδ᾽ ἴδῃς μ᾽ ἐξ ἐδρᾶν
πολυθέων ῥυσια-
σθεῖσαν, ὦ πᾶν κράτος ἔχων χθονός. 425
γνῶθι δ᾽ ὕβριν ἀνέρων
καὶ φύλαξαι κότον.

[στρ. ε]
μή τι τλῇς τὰν ἱκέτιν εἰσιδεῖν
ἀπὸ βρετέων βίᾳ
δίκας ἀγομέναν 430
ἱππηδὸν ἀμπύκων,
πολυμίτων πέπλων τ᾽ ἐπιλαβὰς ἐμῶν.

[ἀντ. ε]
ἴσθι γάρ· παισὶ τάδε καὶ δόμοις,
ὁπότερ᾽ ἂν κτίσῃς,
μένει ἄρ᾽ ἐκτίνειν 435
ὁμοιίαν θέμιν.
τάδε φράσαι δίκαια Διόθεν κράτη.

βασιλευς
καὶ δὴ πέφρασμαι· δεῦρο δ᾽ ἐξοκέλλεται·

ἢ τοῖσιν ἣ τοῖς πόλεμον αἴρεσθαι μέγαν
πᾶσ᾽ ἔστ᾽ ἀνάγκη, καὶ γεγόμφωται σκάφος 440
στρέβλαισι ναυτικαῖσιν ὡς προσηγμένον.
ἄνευ δὲ λύπης οὐδαμοῦ καταστροφή.
καὶ χρημάτων, μὲν ἐκ δόμων πορθῳηυμένων,
†ἄτην γε μείζω καὶ μέγ᾽ ἐμπλήσας γόμου†
γένοιτ᾽ ἂν ἄλλα Κτησίου Διὸς χάριν· 445
καὶ γλῶσσα τοξεύσασα μὴ τὰ καίρια,
γένοιτο μύθου μῦθος ἂν θελκτήριος
[ἀλγεινὰ θυμοῦ κάρτα κινητήρια].
ὅπως δ᾽ ὅμαιμον αἷμα μὴ γενήσεται,
δεῖ κάρτα θύειν καὶ πεσεῖν χρηστήρια 450
θεοῖσι πολλοῖς πολλά, πημονῆς ἄκη.
ἦ κάρτα νείκους τοῦδ᾽ ἔσω παροίχομαι·
θέλω δ᾽ ἄιδρις μᾶλλον ἢ σοφὸς κακῶν
εἶναι γένοιτο δ᾽ εὖ παρὰ γνώμην ἐμήν.

χορος
πολλῶν ἄκουσον τέρματ᾽ αἰδοίων λόγων. 455


βασιλευς
ἤκουσα, καὶ λέγοις ἄν· οὔ με φεύξεται.


χορος
ἔχω στρόφους ζώνας τε, συλλαβὰς πέπλων.


βασιλευς
τα τάχ᾽ ἂν γυναιξὶ ταῦτα συμπρεπῆ πέλοι.


χορος
ἐκ τῶνδε τοίνυν, ἴσθι, μηχανὴ καλή-


βασιλευς
λέξον τίν᾽ αὐδὴν τήνδε γηρυθεῖσ᾽ ἔσει. 460


χορος
εἰ μὴ τι πιστὸν τῷδ᾽ ὑποστήσεις στόλῳ-


βασιλευς
τί σοι περαίνει μηχανὴ συζωμάτων;


χορος
νέοις πίναξι βρέτεα κοσμῆσαι τάδε.


βασιλευς
αἰνιγματῶδες τοὔπος· ἀλλ᾽ ἁπλῶς φράσον.


χορος
ἐκ τῶνδ᾽ ὅπως τἀχιστ᾽ ἀπάγξασθαι θεῶν. 465


βασιλευς
ἤκουσα μαστικτῆρα καρδίας λόγον.


χορος
ξυνῆκας· ὠμμάτωσα γὰρ σαφέστερον.


βασιλευς
καὶ πολλαχῇ γε δυσπάλαιστα πράγματα,

κακῶν δὲ πλῆθος ποταμὸς ὡς ἐπέρχεται·
ἄτης δ᾽ ἄβυσσον πέλαγος οὐ μάλ᾽ εὔπορον 470
τόδ᾽ ἐσβέβηκα, κοὐδαμοῦ λιμὴν κακῶν.
εἰ μὲν γὰρ ὑμῖν μὴ τόδ᾽ ἐκπράξω χρέος,
μίασμ᾽ ἐλεξας οὐχ ὑπερτο εὐσιμον-
εἰ δ᾽ αὖθ᾽ ὁμαίμοις παισὶν Αἰγύπτου σέθεν
σταθεὶς πρὸ τειχέων διὰ μάχης ἤξω τέλους, 475
πῶς οὐχὶ τἀνάλωμα γίγνεται πικρόν,
ἄνδρας γυναικῶν οὕνεχ᾽ αἱμάξαι πέδον;
  ὅμως δ᾽ ἀνάγκη Ζηνὸς αἰδεῖσθαι κότον
ἱκτῆρος· ὕψιστος γὰρ ἐν βροτοῖς φόβος.
σὺ μέν, πάτερ γεραιὲ τῶνδε παρθένων, 480
κλάδους τε τούτους αἶψ᾽ ἐν ἀγκάλαις λαβὼν
βωμοὺς ἐπ᾽ ἄλλους δαιμόνων ἐγχωρίων
θές, ὡς ἴδωσι τῆσδ᾽ ἀφίξεως τέκμαρ
πάντες πολῖται, μηδ᾽ ἀπορριφθῇ λόγος
ἐμοῦ· κατ᾽ ἀρχῆς γὰρ Φιλαίτιος λεώς. 485
καὶ γὰρ τάχ᾽ ἂν τις οἰκτίσας ἰδὼν τάδε
ὕβριν μὲν ἐχθήρειεν ἄρσενος στόλου,
ὑμῖν δ᾽ ἂν εἴη δῆμος εὐμενέστερος·
τοῖς ἥσσοσιν γὰρ πᾶς τις εὐνοίας φέρει.

δαναος
πολλῶν τάδ᾽ ἡμῖν ἐστιν ἠξιωμένα, 490

αἰδοῖον εὑρεθέντα πρόξενον λαβεῖν.
ὀπάονας δὲ φράστοράς τ᾽ ἐγχωρίων
ξύμπεμψον, ὡς ἂν τῶν πολισσούχων θεῶν
βωμοὺς προνάους καὶ †πολισσούχων† ἕδρας
εὕρωμεν, ἀσφάλεια δ᾽ ἧ δι᾽ ἄστεως 495
στείχουσι· μορφῆς δ᾽ οὐχ ὁμόστολος φύσις.
Νεῖλος γὰρ οὐχ ὅμοιον Ἰνάχῳ γένος
τρέφει. φύλαξαι μὴ θράσος τέκῃ φόβον·
καὶ δὴ φίλον τις ἔκταν᾽ ἀγνοίας ὕπο.

βασιλευς
στείχοιτ᾽ ἄν, ἄνδρες· εὖ γὰρ ὁ ξένος λέγει. 500

ἡγεῖσθε βωμοὺς ἀστικούς, θεῶν ἕδρας·
καὶ ξυμβολοῦσιν οὐ πολυστομεῖν χρεὼν
ναύτην ἄγοντας τόνδ᾽ ἐφέστιον θεῶν.

χορος
τούτῳ μὲν εἶπας, καὶ τεταγμένος κίοι·

ἐγὼ δὲ πῶς δρῶ; ποῦ θράσος νέμεις ἐμοι; 505

βασιλευς
κλάδους μὲν αὐτοῦ λεῖπε, σημεῖον πόνου.


χορος
καὶ δή σφε λείπω χειρὶ καὶ λόγοις σέθεν.


βασιλευς
λευρὸν κατ᾽ ἄλσος νῦν ἐπιστρέφου τόδε.


χορος
καὶ πῶς βέβηλον ἄλσος ἂν ῥύοιτό με;


βασιλευς
οὔτοι πτερωτῶν ἁρπαγαῖς <σ᾽> ἐκδώσομεν. 510


χορος
ἀλλ᾽ εἰ δρακόντων δυσφρόνων ἐχθίοσιν;


βασιλευς
εὔφημον εἴη τοὔπος εὐφημουμένῃ.


χορος
οὔτοι τι θαῦμα δυσφορεῖν φόβῳ φρενός.


βασιλευς
ἀεί γ᾽ ἀναρκτόν ἐστι δεῖμ᾽ ἐξαίσιον.


χορος
σὺ καὶ λέγων εὔφραινε καὶ πράσσων φρένα. 515


βασιλευς
ἀλλ᾽ οὔτι δαρὸν χρόνον ἐρημώσει πατήρ.

ἐγὼ δὲ λαοὺς συγκαλῶν ἐγχωρίους
στείχω, τὸ κοινὸν ὡς ἂν εὐμενὲς τιθῶ·
καὶ σὸν διδάξω πατέρα ποῖα χρὴ λέγειν.
πρὸς ταῦτα μίμνε καὶ θεοὺς ἐγχωρίους 520
λιταῖς παραιτοῦ τῶν σ᾽ ἔρως ἔχει τυχεῖν.
ἐγὼ δὲ ταῦτα πορσυνῶν ἐλεύσομαι·
πειθὼ δ᾽ ἕποιτο καὶ τύχη πρακτήριος.

[στρ. α]

χορος
ἄναξ ἀνάκτων, μακάρων

μακάρτατε καὶ τελέων 525
τελειότατον κράτος, ὄλβιε Ζεῦ,
πιθοῦ τε καὶ γένει σῷ
ἄλευσον ἀνδρῶν ὕβριν εὖ στυγήσας·
λίμνᾳ δ᾽ ἔμβαλε πορφυροειδεῖ
τὰν μελανόζυγ᾽ ἄταν. 530

[ἀντ. α]
τὸ πρὸς γυναικῶν <δ᾽> ἐπιδὼν
παλαίφατον ἁμέτερον
γένος φιλίας προγόνου γυναικὸς
νέωσον εὔφρον᾽ αἶνον,
γενοῦ πολυμνάστωρ, ἔφαπτορ Ἰοῦς, 535
Δῖαι τοι γένος εὐχόμεθ᾽ εἶναι
γᾶς ἀπὸ τᾶσδ᾽ ἄποικοι.

[στρ. β]
παλαιὸν δ᾽ εἰς ἴχνος μετέσταν
ματέρος ἀνθονόμους ἐπωπάς,
λειμῶνα βούχιλον, ἔνθεν Ἰὼ 540
οἴστρῳ ἐρεθομένα
φεύγει ἁμαρτίνοος,
πολλὰ βροτῶν διαμειβομένα
φῦλα, διχῇ δ᾽ ἀντίπορον
γαῖαν ἐν αἴσᾳ διατέμ- 545
νουσα πόρον κυματίαν ὁρίζει·

[ἀντ. β]
ἰάπτει δ᾽ Ἀσίδος δι᾽ αἴας
μηλοβότου Φρυγίας διαμπάξ.
περᾷ δὲ Τεύθραντος ἄστυ Μυσῶν,
Λύδιά τε γύαλα, 550
καὶ δι᾿ ὁρῶν Κιλώκων
Παμφύλων τε [γένη] διορνυμένα
καὶ ποταμοὺς ἀενάους
καὶ βαθύπλουτον χθόνα καὶ
τὰν Ἀφροδίτας πολύπυρον αἷαν. 555

[στρ. γ]
ἱκνεῖται δὴ σινουμένα βέλει
βουκόλου πτερόεντος
Δῖον πάμβοτον ἄλσος,
λειμῶνα χιονόβοσκον, ὄντ᾽ ἐπέρχεται
Τυφῶ μένος, 560
ὕδωρ τε Νείλου νόσοις ἄθικτον,
μαινομένα πόνοις ἀτί-
μοις ὀδύναις τε κεντροδα-
λήτισι θυιὰς Ἥρας.

[ἀντ. γ]
βροτοὶ δ᾽, οἵ γᾶς τότ᾽ ἦσαν ἔννομοι, 565
χλωρῷ δείματι θυμὸν
πάλλοντ᾽ ὄψιν ἀήθη,
βοτὸν ἐσορῶντες δυσχερὲς μειξόμβροτον,
τὰν μὲν βοός,
τὰν δ᾽ αὖ γυναικός· τέρας δ᾽ ἐθάμβουν. 570
καὶ τότε δὴ τίς ἦν ὁ θέλ-
ξας πολύπλαγκτον ἀθλίαν
οἱστροδόνητον Ἰώ;

[στρ. δ]
δι᾽ αἰῶνος κρέων ἀπαύστου
Ζεὺς * * * 575
Διὸς δ᾽ ἀπημάντῳ σθένει
καὶ θείαις ἐπιπνοίαις
παύεται, δακρύων δ᾽ ἀπο-
στάζει πένθιμον αἰδῶ.