Επιγράμματα Θεοκρίτου

Από Βικιθήκη
Μετάβαση στην πλοήγηση Πήδηση στην αναζήτηση
Θεοκρίτου Επιγράμματα
Συγγραφέας:


I

Τὰ ῥόδα τὰ δροσόεντα καὶ ἁ κατάπυκνος ἐκείνα
ἕρπυλλος κεῖται ταῖς ῾Ελικωνιάσι,
ταὶ δὲ μελάμφυλλοι δάφναι τὶν Πύθιε Παιάν,
Δελφὶς ἐπεὶ πέτρα τοῦτό τοι ἀγλάισε·
βωμὸν δ᾽ αἱμαξεῖ κεραὸς τράγος οὗτος ὁ μαλός,
τερμίνθου τρώγων ἔσχατον ἀκρεμόνα.

II

Δάφνις ὁ λευκόχρως, ὁ καλᾷ σύριγγι μελίσδων
βουκολικοὺς ὕμνους, ἄνθετο Πανὶ τάδε,
τοὺς τρητοὺς δόνακας, τὸ λαγωβόλον, ὀξὺν ἄκοντα,
νεβρίδα, τὰν πήραν, ᾇ ποκ᾽ ἐμαλοφόρει.

III

Εὕδεις φυλλοστρῶτι πέδῳ Δάφνι σῶμα κεκμακὸς
ἀμπαύων, στάλικες δ᾽ ἀρτιπαγεῖς ἀν᾽ ὄρη·
ἀγρεύει δέ τυ Πὰν καὶ ὁ τὸν κροκόεντα Πρίηπος
κισσὸν ἐφ᾽ ἱμερτῷ κρατὶ καθαπτόμενος,
ἄντρον ἔσω στείχοντες ὁμόρροθοι. ἀλλὰ τὺ φεῦγε,
φεῦγε μεθεὶς ὕπνου κῶμα καταρρύμενον.

IV

Τήναν τὰν λαύραν, τόθι ταὶ δρύες, αἰπόλε κάμψας
σύκινον εὑρήσεις ἀρτιγλυφὲς ξόανον
ἀσκελὲς αὐτόφλοιον ἀνούατον, ἀλλὰ φάλητι
παιδογόνῳ δυνατὸν Κύπριδος ἔργα τελεῖν.
σακὸς δ᾽ εὐίερος περιδέδρομεν, ἀέναον δὲ
ῥεῖθρον ἀπὸ σπιλάδων πάντοσε τηλεθάει
δάφναις καὶ μύρτοισι καὶ εὐώδει κυπαρίσσῳ.
ἔνθα πέριξ κέχυται βοτρυόπαις ἕλικι
ἄμπελος, εἰαρινοὶ δὲ λιγυφθόγγοισιν ἀοιδαῖς
κόσσυφοι ἀχεῦσιν ποικιλότραυλα μέλη,
ξουθαὶ δ᾽ ἀδονίδες μινυρίσμασιν ἀνταχεῦσι
μέλπουσαι στόμασιν τὰν μελίγαρυν ὄπα.
ἕζεο δὴ τηνεῖ καὶ τῷ χαρίεντι Πριήπῳ
εὔχε᾽ ἀποστέρξαι τοὺς Δάφνιδός με πόθους,
κεὐθὺς ἐπιρρέξειν χίμαρον καλόν. ἢν δ᾽ ἀνανεύσῃ,
τοῦδε τυχὼν ἐθέλω τρισσὰ θύη τελέσαι·
ῥέξω γὰρ δαμάλαν, λάσιον τράγον, ἄρνα τὸν ἴσχω
σακίταν. ἀίοι δ᾽ εὐμενέως ὁ θεός.

V

Λῇς ποτὶ τᾶν Νυμφᾶν διδύμοις αὐλοῖσιν ἀεῖσαι
ἁδύ τί μοι; κἠγὼ πακτίδ᾽ ἀειράμενος
ἀρξεῦμαί τι κρέκειν, ὁ δὲ βουκόλος ἄμμιγα θελξεῖ
Δάφνις, κηροδέτῳ πνεύματι μελπόμενος.

ἐγγὺς δὲ στάντες λασίας δρυὸς ἄντρου ὄπισθεν
Πᾶνα τὸν αἰγιβάταν ὀρφανίσωμες ὕπνου.

VI

Ἆ δειλαῖε τὺ Θύρσι, τί τὸ πλέον, εἰ καταταξεῖς
δάκρυσι διγλήνους ὦπας ὀδυρόμενος;
οἴχεται ἁ χίμαρος, τὸ καλὸν τέκος, οἴχετ᾽ ἐς ῞Αιδαν·
τραχὺς γὰρ χαλαῖς ἀμφεπίαξε λύκος.
αἱ δὲ κύνες κλαγγεῦντι· τί τὸ πλέον, ἁνίκα τήνας
ὄστιον οὐδὲ τέφρα λείπεται οἰχομένας;

VII

Νήπιον υἱὸν ἔλειπες, ἐν ἁλικίᾳ δὲ καὶ αὐτός,
Εὐρύμεδον τύμβου τοῦδε θανὼν ἔτυχες.
σοὶ μὲν ἕδρα θείοισι μετ᾽ ἀνδράσι· τὸν δὲ πολῖται
τιμασεῦντι, πατρὸς μνώμενοι ὡς ἀγαθῶ.

VIII

Ἦλθε καὶ ἐς Μίλητον ὁ τοῦ Παιήονος υἱός,
ἰητῆρι νόσων ἀνδρὶ συνοισόμενος
Νικίᾳ, ὅς μιν ἐπ᾽ ἦμαρ ἀεὶ θυέεσσιν ἱκνεῖται,
καὶ τόδ᾽ ἀπ᾽ εὐώδους γλύψατ᾽ ἄγαλμα κέδρου,
᾿Ηετίωνι χάριν γλαφυρᾶς χερὸς ἄκρον ὑποστὰς
μισθόν· ὁ δ᾽ εἰς ἔργον πᾶσαν ἀφῆκε τέχνην.

IX

Ξεῖνε, Συρακόσιός τοι ἀνὴρ τόδ᾽ ἐφίεται ῎Ορθων·
χειμερίας μεθύων μηδαμὰ νυκτὸς ἴοις.
καὶ γὰρ ἐγὼ τοιοῦτον ἔχω πότμον, ἀντὶ δὲ πολλᾶς
πατρίδος ὀθνείαν κεῖμαι ἐφεσσάμενος.

X

Ὑμῖν τοῦτο θεαὶ κεχαρισμένον ἐννέα πάσαις
τὤγαλμα Ξενοκλῆς θῆκε τὸ μαρμάρινον,
μουσικός· οὐχ ἑτέρως τις ἐρεῖ. σοφίῃ δ᾽ ἐπὶ τῇδε
αἶνον ἔχων Μουσέων οὐκ ἐπιλανθάνεται.

XI

Εὐσθένεος τὸ μνῆμα, φυσιγνώμων ὃς ἄριστος,
δεινὸς ἀπ᾽ ὀφθαλμοῦ καὶ τὸ νόημα μαθεῖν.
εὖ μιν ἔθαψαν ἑταῖροι ἐπὶ ξείνης ξένον ὄντα,
χωὐμνοθέτης αὐτοῖς δαιμονίως φίλος ἦν.
πάντων ὧν ἐπέοικεν ἔχειν τεθνεὼς ὁ σοφιστής·
καίπερ ἄκικυς ἐὼν εἶχ᾽ ἄρα κηδεμόνας.

XII

Δημομέλης ὁ χορηγός, ὁ τὸν τρίποδ᾽ ὦ Διόνυσε
καὶ σὲ τὸν ἥδιστον θεῶν μακάρων ἀναθείς,
μέτριος ἦν ἐν πᾶσι, χορῷ δ᾽ ἐκτήσατο νίκην
ἀνδρῶν, καὶ τὸ καλὸν καὶ τὸ προσῆκον ὁρῶν.

XIII

Ἡ Κύπρις οὐ πάνδημος. ἱλάσκεο τὴν θεὸν εἰπὼν
οὐρανίην, ἁγνῆς ἄνθεμα Χρυσογόνης
οἴκῳ ἐν ᾿Αμφικλέους, ᾧ καὶ τέκνα καὶ βίον εἶχε
ξυνόν. ἀεὶ δέ σφιν λώιον εἰς ἔτος ἦν
ἐκ σέθεν ἀρχομένοις ὦ πότνια: κηδόμενοι γὰρ
ἀθανάτων αὐτοὶ πλεῖον ἔχουσι βροτοί.

XIV

Ἀστοῖς καὶ ξείνοισιν ἴσον νέμει ἥδε τράπεζα·
θεὶς ἀνελοῦ ψήφου πρὸς λόγον ἐρχομένης.
ἄλλός τις πρόφασιν λεγέτω· τὰ δ᾽ ὀθνεῖα Κάικος
χρήματα καὶ νυκτὸς βουλομένοις ἀριθμεῖ.

XV

Γνώσομαι, εἴ τι νέμεις ἀγαθοῖς πλέον, ἢ καὶ ὁ δειλὸς
ἐκ σέθεν ὡσαύτως ἶσον ὁδοιπόρ᾽ ἔχει.
«χαιρέτω οὗτος ὁ τύμβος» ἐρεῖς «ἐπεὶ Εὐρυμέδοντος
κεῖται τῆς ἱερῆς κοῦφος ὑπὲρ κεφαλῆς.»

XVI

Ἡ παῖς ᾤχετ᾽ ἄωρος ἐν ἑβδόμῳ ἥδ᾽ ἐνιαυτῷ
εἰς ᾿Αίδην πολλοῖς ἡλικίης προτέρη,
δειλαίη, ποθέουσα τὸν εἰκοσάμηνον ἀδελφόν,
νήπιον ἀστόργου γευσάμενον θανάτου.
αἰαῖ ἐλεινὰ παθοῦσα Περιστέρη, ὡς ἐν ἑτοίμῳ
ἀνθρώποις δαίμων θῆκε τὰ λυγρότατα.

XVII

Θᾶσαι τὸν ἀνδριάντα τοῦτον ὦ ξένε
σπουδᾷ, καὶ λέγ᾽ ἐπὴν ἐς οἶκον ἔνθῃς·
«Ἀνακρέοντος εἰκόν᾽ εἶδον ἐν Τέῳ
τῶν πρόσθ᾽ εἴ τι περισσὸν ᾠδοποιῶν.»
προσθεὶς δὲ χὥτι «τοῖς νέοισιν ἅδετο,»
ἐρεῖς ἀτρεκέως ὅλον τὸν ἄνδρα.

XVIII

Ἅ τε φωνὰ Δώριος χὡνὴρ ὁ τὰν κωμῳδίαν
εὑρὼν ᾿Επίχαρμος.
ὦ Βάκχε, χάλκεόν νιν ἀντ᾽ ἀλαθινοῦ
τὶν ὧδ᾽ ἀνέθηκαν,
τοὶ Συρακόσσαις ἐνίδρυνται πεδωριστᾷ πόλει,
οἷ᾽ ἀνδρὶ πολίτᾳ,

σωροῦ γὰρ εἶκε ῥημάτων μεμναμένοι
τελεῖν ἐπίχειρα.
πολλὰ γὰρ ποττὰν ζόαν τοῖς πᾶσιν εἶπε χρήσιμα·
μεγάλα χάρις αὐτῷ.

XIX

Ὁ μουσοποιὸς ἐνθάδ᾽ ῾Ιππῶναξ κεῖται.
κεἰ μὲν πονηρός, μὴ ποτέρχευ τῷ τύμβῳ·
εἰ δ᾽ ἐσσὶ κρήγυός τε καὶ παρὰ χρηστῶν,
θαρσέων καθίζευ, κἢν θέλῃς ἀπόβριξον.

XX

Ὁ μικκὸς τόδ᾽ ἔτευξε τᾷ Θραΐσσᾳ
Μήδειος τὸ μνᾶμ᾽ ἐπὶ τᾷ ὁδῷ κἠπέγραψε Κλείτας.
ἑξεῖ τὰν χάριν ἁ γυνὰ ἀντὶ τήνων,
ὧν τὸν κοῦρον ἔθρεψε. τί μάν; ἔτι χρησίμα καλεῖται.

XXI

Ἀρχίλοχον καὶ στᾶθι καὶ εἴσιδε τὸν πάλαι ποιητὰν
τὸν τῶν ἰάμβων, οὗ τὸ μυρίον κλέος
διῆλθε κἠπὶ νύκτα καὶ πρὸς ἀῶ.
ἦῥά νιν αἱ Μοῖσαι καὶ ὁ Δάλιος ἠγάπευν ᾿Απόλλων,
ὡς ἐμμελής τ᾽ ἔγεντο κἠπιδέξιος
ἔπεά τε ποιεῖν πρὸς λύραν τ᾽ ἀείδειν.

XXII

Τὸν τῶ Ζανὸς ὅδ᾽ ὗμιν υἱὸν ὡνὴρ
τὸν λεοντομάχαν, τὸν ὀξύχειρα,
πρᾶτος τῶν ἐπάνωθε μουσοποιῶν
Πείσανδρος συνέγραψεν οὑκ Καμίρω
χὥσσους ἐξεπόνασεν εἶπ᾽ ἀέθλους.
τοῦτον δ᾽ αὐτὸν ὁ δᾶμος, ὡς σάφ᾽ εἰδῇς,
ἔστασ᾽ ἐνθάδε χάλκεον ποιήσας
πολλοῖς μησὶν ὄπισθε κἠνιαυτοῖς.

XXIII

Αὐδήσει τὸ γράμμα, τί σᾶμά τε καὶ τίς ὑπ᾽ αὐτῷ·
Γλαύκης εἰμὶ τάφος τῆς ὀνομαζομένης.

XXIV

Ἀρχαῖα τΩπόλλωνι τἀναθήματα
ὑπῆρχεν· ἡ βάσις δὲ τοῦ μὲν εἴκοσι,
τοῦ δ᾽ ἑπτά, τοῦ δὲ πέντε, τοῦ δὲ δώδεκα,
τοῦ δὲ διηκοσίοισι νεωτέρη ἥδ᾽ ἐνιαυτοῖς·
τοσσόσδε γὰρ τὶν ἐξέβη μετρούμενος.