Εκκλησιαστική Ιστορία (Σωκράτη Σχολαστικού)/Βιβλίο 1

Από Βικιθήκη



Εκκλησιαστική Ιστορία, Βιβλίο 1ο
Σωκράτους Σχολαστικού



  • Στην αγγλική γλώσσα, το κείμενο του Πρώτου Βιβλίου μπορεί να βρεθεί εδώ, στην ιστοσελίδα του Christian Classics Ethereal Library. (Post-Nicene Fathers of the Christian Church, Second Series, Vol. I-VII, υπό Φίλιπ Σαφ και Χένρι Γουέις, Eerdmans Publishing Company [1])



1.1 Τὸ τοῦ βιβλίου προοίμιον. Εὐσέβιος ὁ Παμφίλου ἐν ὅλοις δέκα βιβλίοις τὴν ἐκκλησιαστικὴν ἱστορίαν ἐκθέμενος͵ κατέπαυσεν εἰς τοὺς χρόνους τοῦ βασιλέως Κωνσταντίνου͵ ἐν οἷς καὶ ὁ παρὰ τοῦ Διοκλητιανοῦ κατὰ Χριστιανῶν γενόμενος διωγμὸς ἀπεπαύσατο. Γράφων δὲ ὁ αὐτὸς εἰς τὸν βίον Κωνσταντίνου͵ τῶν κατ΄ Ἄρειον μερικῶς μνήμην πεποίηται͵ τῶν ἐπαίνων τοῦ βασιλέως͵ καὶ τῆς πανηγυρικῆς ὑψηγορίας τῶν λόγων μᾶλλον͵ ὡς ἐν ἐγκωμίῳ φροντίσας͵ ἢ περὶ τοῦ ἀκριβῶς περιλαβεῖν τὰ γενόμενα. Ἡμεῖς δὲ προθέμενοι συγγράψαι τὰ ἐξ ἐκείνου μέχρι τῶν τῇδε περὶ τὰς ἐκκλησίας γενόμενα͵ τῆς ὑποθέσεως ἀρχὴν͵ ἐξ ὧν ἐκεῖνος ἀπέλιπε͵ ποιησόμεθα· οὐ φράσεως ὄγκου φροντίζοντες͵ ἀλλ΄ ὅσα ἢ ἐγγράφως εὕρομεν͵ ἢ παρὰ τῶν ἱστορησάντων ἠκούσαμεν διηγουμένων. Καὶ ἐπειδὴ πρὸς τὸ προ κείμενον συλλαμβάνεται ἡμῖν μνημονεῦσαι͵ τίνα τρόπον ὁ βασιλεὺς Κωνσταντῖνος ἐπὶ τὸ Χριστιανίζειν ἐλήλυθε͵ μικρὰ περὶ τούτου ὡς οἷόν τε μνημονεύσωμεν͵ ἐνθένδε πόθεν τὴν ἀρχὴν ποιησάμενοι.

1.2 Τίνα τρόπον ὁ βασιλεὺς Κωνσταντῖνος ἐπὶ τὸ Χριστιανίζειν ἐλήλυθεν. Ἡνίκα Διοκλητιανὸς͵ καὶ Μαξιμιανὸς ὁ ἐπικληθεὶς Ἡρκούλιος͵ ἐκ συνθέματος τὴν βασιλείαν ἀποθέμενοι͵ τὸν ἰδιωτικὸν ἐπανείλοντο βίον· καὶ Μαξιμιανὸς ὁ ἐπικληθεὶς Γαλέριος͵ ὁ συμβασιλεύσας αὐτοῖς͵ ἐπιβὰς τῆς Ἰταλίας͵ δύο κατέστησε Καίσαρας͵ Μαξιμῖνον μὲν ἐν τοῖς κατὰ τὴν ἑῴαν͵ Σεβῆρον δὲ ἐν τοῖς κατὰ τὴν Ἰταλίαν· κατὰ δὲ τὰς Βρεττανίας Κωνσταντῖνος ἀνηγορεύθη βασιλεὺς͵ εἰς τόπον Κωνσταντίου τοῦ πατρὸς αὐτοῦ͵ τεθνηκότος τῷ πρώτῳ ἐνιαυτῷ τῆς διακοσιοστῆς ἑβδομηκοστῆς πρώτης Ὀλυμπιάδος͵ τῇ πέμπτῃ καὶ εἰκάδι τοῦ Ἰουλίου μηνός· ἐν Ρώμῃ δὲ ὑπὸ τῶν στρατιωτῶν τῶν πραιτωρίων͵ Μαξέντιος ὁ υἱὸς Μαξιμιανοῦ τοῦ Ἡρκουλίου͵ ἤρθη τύραννος μᾶλλον ἢ βασιλεύς· ἐκ τούτων ὁ Ἡρκούλιος εἰς ἐπιθυμίαν πάλιν βασιλείας ἀρθεὶς͵ ἐπεχείρησεν ἀπολέσαι τὸν υἱὸν Μαξέντιον· ἀλλὰ τοῦτο μὲν ποιῆσαι ὑπὸ τῶν στρατιωτῶν διεκωλύθη· ὕστερον δὲ ἐν Ταρσῷ τῆς Κιλικίας ἐτελεύτα τὸν βίον· Σεβῆρος δὲ ὁ Καῖσαρ ὑπὸ τοῦ Γαλερίου Μαξιμίνου πεμφθεὶς εἰς τὴν Ρώμην ἐπὶ τὴν Μαξεντίου σύλληψιν͵ ἀνῃρέθη͵ τῶν στρατιωτῶν προδεδωκότων αὐτόν· καὶ τὰ τελευταῖα πάντα Μαξι μιανὸς ὁ Γαλέριος περιέπων τελευτᾷ͵ Λικίννιον πρότερον βασιλέα καταστήσας· ὃς ἦν ἐκ παλαιῶν τῶν χρόνων συστρατιώτης αὐτῷ καὶ φίλος͵ ἀπὸ Δακίας ὁρμώμενος. Μαξέντιος δὲ κακῶς τοὺς Ρωμαίους ἐπέτριβε͵ τυραννικῷ μᾶλλον ἢ βασιλικῷ τρόπῳ χρώμενος κατ΄ αὐτῶν· μοιχεύων ἀνέδην τὰς τῶν ἐλευθέρων γυναῖκας͵ καὶ πολλοὺς ἀναιρῶν͵ καὶ ποιῶν τὰ τούτοις ἀκόλουθα. Τοῦτο γνοὺς ὁ βασιλεὺς Κωνσταντῖνος͵ ῥύσασθαι Ρωμαίους τῆς ὑπ΄ αὐτὸν δουλείας ἐσπούδαζεν· εὐθύς τε φροντίδας ἐτίθη͵ τίνα τρόπον καθέλοι τὸν τύραννον· καὶ ὡς ἦν ἐν τηλικαύτῃ φροντίδι͵ ἐπενόει τίνα Θεὸν ἐπίκουρον πρὸς τὴν μάχην καλέσειε· κατὰ νοῦν τε ἐλάμβανεν͵ ὡς οὐδὲν ὤναντο οἱ περὶ Διοκλητιανὸν͵ περὶ τοὺς Ἑλλήνων θεοὺς διακείμενοι· ηὕρισκέν τε ὡς ὁ αὐτοῦ πατὴρ Κων στάντιος͵ ἀποστραφεὶς τὰς Ἑλλήνων θρησκείας͵ εὐδαιμονέστερον τὸν βίον διήγαγεν. Ἐν τοιαύτῃ τοίνυν ἀμφισβητήσει τυγχάνοντι͵ καί που ἅμα τοῖς στρατιώταις ὁδεύοντι͵ συνέβη θαυμάσιόν τι καὶ λόγου κρεῖττον θεάσασθαι. Περὶ γὰρ μεσημβρινὰς ἡλίου ὥρας͵ ἤδη τῆς ἡμέρας ἀποκλινούσης͵ εἶδεν ἐν τῷ οὐρανῷ στύλον φωτὸς σταυροειδῆ͵ ἐν ᾧ γράμματα ἦν λέγοντα͵ Ἐν τούτῳ νίκα. Τοῦτο φανὲν τὸ σημεῖον τὸν βασιλέα ἐξέπληττεν· αὐτός τε τοῖς οἰκείοις σχεδὸν ἀπιστῶν ὀφθαλμοῖς͵ ἠρώτα καὶ τοὺς παρόντας͵ εἰ καὶ αὐτοὶ τῆς αὐτῆς ἀπολαύουσιν ὄψεως. Τῶν δὲ συμφωνησάντων͵ ἀνερρώννυτο μὲν ὁ βασιλεὺς ἐπὶ τῇ θείᾳ καὶ θαυμαστῇ φαντασίᾳ. Νυκτὸς δὲ ἐπιλαβούσης͵ κατὰ τοὺς ὕπνους ὁρᾷ τὸν Χριστὸν λέγοντα αὐτῷ͵ κατασκεύασαι κατὰ τὸν τύπον τοῦ ὀφθέντος σημείου͵ καὶ τούτῳ κατὰ τῶν πολεμίων͵ ὡς ἑτοίμῳ κεχρῆσθαι τροπαίῳ. Τούτῳ πεισθεὶς τῷ χρησμῷ͵ κατασκευάζει μὲν τὸ σταυροειδὲς τρόπαιον͵ ὃ μέχρι νῦν τοῖς βασιλείοις φυλάττεται· σὺν προθυμίᾳ δὲ μείζονι πρὸς τὰς πράξεις ἐχώρει͵ συμβαλών τε αὐτῷ πρὸ τῆς Ρώμης περὶ τὴν καλουμένην Μουλβίαν γέφυραν νικᾷ͵ Μαξεντίου εἰς τὸν ποταμὸν ἀποπνιγέντος· ἦν δὲ τοῦτο ἕβδομον ἔτος τῆς βασιλείας αὐτοῦ͵ ἡνίκα τὴν κατὰ Μαξεντίου ᾔρατο νίκην. Μετὰ ταῦτα Λικιννίου τοῦ συμβασιλεύοντος αὐτῷ͵ τοῦ καὶ γαμβροῦ αὐτοῦ τυγχάνοντος ἐπὶ τῇ ἀδελφῇ αὐτοῦ Κωνσταντίᾳ͵ κατὰ τὴν ἑῴαν διάγοντος͵ αὐτὸς ἀπολαύσας τῶν τηλικούτων εὐεργεσιῶν τοῦ Θεοῦ͵ χαριστήρια τῷ εὐεργέτῃ προσέφερε. Ταῦτα δὲ ἦν͵ ἀνεῖναι τοὺς Χριστιανοὺς τοῦ διώκεσθαι͵ καὶ τοὺς ἐν ἐξορίᾳ ὄντας ἀνακα λεῖσθαι͵ τοὺς δὲ ἐν δεσμωτηρίῳ ἀφίεσθαι͵ καὶ τοῖς δημευθεῖσιν αὐτῶν τὰς οὐσίας ἀποκαθίστασθαι· τάς τε ἐκκλησίας ἀνώρθου͵ καὶ πάντα ἐποίει σὺν προθυμίᾳ πολλῇ. Ἐν τούτῳ δὲ καὶ Διο κλητιανὸς͵ ὁ τὴν βασιλείαν ἀποθέμενος͵ ἐν Σαλῶνι τῆς Δαλματίας ἐτελεύτα.

1.3 Πῶς Κωνσταντίνου τὰ Χριστιανῶν αὔξοντος͵ Λικίννιος ὁ συμβασιλεύων αὐτῷ Χριστιανοὺς ἐδίωκεν. Ἀλλὰ Κωνσταντῖνος μὲν ὁ βασιλεὺς͵ τὰ τοῦ Χριστοῦ φρονῶν͵ πάντα ὡς Χριστιανὸς ἔπραττεν͵ ἀνεγείρων τὰς ἐκκλησίας͵ καὶ πολυτελέσι τιμῶν ἀναθήμασιν· ἔτι δὲ καὶ τοὺς Ἑλλήνων ναοὺς κλείων καὶ καθαιρῶν͵ καὶ δημοσιεύων τὰ ἐν αὐτοῖς ἀγάλματα· Λικίννιος δὲ ὁ συμβασιλεύων αὐτῷ͵ τὰς Ἑλληνικὰς ἔχων δόξας͵ ἐμίσει Χριστιανούς. Καὶ διωγμὸν μὲν προφανῆ͵ φόβῳ τοῦ βασιλέως Κωνσταντίνου͵ κινεῖν ὑπεστέλλετο· λεληθότως δὲ πολλοὺς ἐσκευωρεῖτο· προϊὼν δὲ͵ καὶ φανερῶς αὐτοὺς βλάπτειν ἐπεχείρει. Καὶ γίνεται οὗτος ὁ διωγμὸς τοπικός· ἔνθα γὰρ ἦν Λικίννιος͵ ἐκεῖ μόνον ἐγένετο. Ἐπεὶ δὲ ταῦτά τε καὶ ἄλλα τυραννικῶς ποιῶν͵ οὐδαμῶς Κωνσταντῖνον ἐλάνθανεν͵ ἔγνω τε ἐπὶ τούτοις χαλεπαί νοντα͵ πρὸς ἀπολογίαν ἐτρέπετο. Καὶ θεραπεύων αὐτὸν͵ πλαστὴν φιλίαν ἐσπένδετο͵ πολλοὺς ὅρκους ὀμνὺς͵ μηδὲν τυραννικὸν φρονή σειν ποτέ· ἅμα τε ὀμνὺς͵ καὶ ἐπιορκῶν· οὐ γὰρ μετετίθετο τοῦ φρονεῖν τε τὰ τυραννικὰ͵ καὶ κατὰ Χριστιανῶν κινεῖν διωγμόν. Νόμῳ γὰρ ἐκέλευσε͵ τοὺς ἐπισκόπους μὴ φοιτᾷν παρ΄ Ἕλλησιν͵ ὡς ἂν μὴ ἔχῃ πρόφασιν αὔξεσθαι τὰ Χριστιανῶν. ῏Ην δὲ ὁ διωγμὸς θρυλούμενος ἐν ταὐτῷ͵ καὶ ἀπόρρητος· ἐκρύπτετό τε τῷ λόγῳ͵ καὶ ἔργῳ ἦν φανερός· ἀνήκεστα γὰρ οἱ διωκόμενοι͵ εἴς τε τὸ σῶμα͵ καὶ εἰς τὰ χρήματα ἔπασχον.

1.4 Ὅτι πόλεμος μεταξὺ Κωνσταντίνου καὶ Λικιννίου διὰ Χριστιανοὺς ἐγένετο. Ἐκ δὲ τούτου͵ πρὸς ἀπέχθειαν μεγίστην τὸν βασιλέα Κωνσταντῖνον ἐκίνησεν· ἦσάν τε πολέμιοι͵ διακοπείσης αὐτοῖς τῆς ἐπι πλάστου φιλίας. Οὐκ εἰς μακράν τε εἰς τὸ πολεμεῖν ἀλλήλους ἐτράπησαν. Καὶ πολλῶν γενομένων συμβολῶν καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν͵ τέλος πρὸς Χρυσόπολιν τῆς Βιθυνίας͵ ἐπίνειον δὲ τοῦτο τῆς Χαλκηδόνος ἐστὶν͵ ἡττηθεὶς ἐξέδωκεν ἑαυτόν. Ζῶντα οὖν συλλαβὼν φιλανθρωπεύεται· καὶ κτείνει μὲν οὐδαμῶς͵ οἰκεῖν δὲ τὴν Θεσσαλονικὴν προσέταξεν ἡσυχάζοντα. Ὁ δὲ πρὸς ὀλίγον ἡσυχάσας͵ ὕστερον βαρβάρους τινὰς συναγαγὼν͵ ἀναμαχέσασθαι τὴν ἧτταν ἐσπούδαζεν. Τοῦτο γνοὺς ὁ βασιλεὺς͵ ἀναιρεθῆναι αὐτὸν προσέταξε· καὶ κελεύσαντος αὐτοῦ ἀνῃρέθη. Κωνσταντῖνος τοίνυν πάντων γενόμενος ἐγκρατὴς͵ αὐτοκράτωρ τε βασιλεὺς ἀναδειχθεὶς͵ τὰ Χριστιανῶν αὖθις αὔξειν ἐσπούδαζεν· ἐποίει τε τοῦτο διαφόρως· καὶ ἦν ἐν βαθείᾳ εἰρήνῃ τὰ τοῦ Χριστιανισμοῦ δι΄ αὐτόν. Ἀλλὰ δὴ τὴν τηλικαύτην εἰρήνην ἐμφύλιος τῶν Χριστιανῶν πόλεμος διαδέχεται· τίς δὲ ἦν οὗτος͵ καὶ ὅπως ἔλαβε τὴν ἀρχὴν͵ ὡς οἷόν τε διηγήσομαι.

1.5 Περὶ τῆς Ἀρείου πρὸς Ἀλέξανδρον τὸν ἐπίσκοπον φιλονεικίας. Μετὰ Πέτρον τὸν γενόμενον ἐπίσκοπον Ἀλεξανδρείας͵ τὸν καὶ ἐπὶ Διοκλητιανοῦ μαρτυρήσαντα͵ διαδέχεται τὴν ἐπισκοπὴν Ἀχιλλᾶς· μετὰ δὲ Ἀχιλλᾶν͵ Ἀλέξανδρος ἐπὶ τῆς μνημονευθείσης εἰρήνης· καὶ ἀδεέστερον διάγων͵ τὴν ἐκκλησίαν συνεκρότει· καί ποτε παρόντων τῶν ὑπ΄ αὐτῷ πρεσβυτέρων καὶ τῶν λοιπῶν κληρικῶν͵ φιλοτιμό τερον περὶ τῆς ἁγίας Τριάδος͵ ἐν Τριάδι μονάδα εἶναι φιλοσοφῶν͵ ἐθεολόγει. Ἄρειος δέ τις πρεσβύτερος τῶν ὑπ΄ αὐτῷ ταττομένων͵ ἀνὴρ οὐκ ἄμοιρος διαλεκτικῆς λέσχης͵ οἰόμενος τὸ Σαβελλίου τοῦ Λίβυος δόγμα εἰσηγεῖσθαι τὸν ἐπίσκοπον͵ ἐκ φιλονεικίας κατὰ διάμετρον εἰς τὸ ἐναντίον τῆς τοῦ Λίβυος δόξης ἀπέκλινε͵ καὶ ὡς ἐδόκει͵ γοργῶς ὑπαπήντησε πρὸς τὰ παρὰ τοῦ ἐπισκόπου λεχθέντα· καὶ φησὶν͵ εἰ ὁ Πατὴρ ἐγέννησε τὸν Υἱὸν͵ ἀρχὴν ὑπάρξεως ἔχει ὁ γεννηθείς· καὶ ἐκ τούτου δῆλον͵ ὅτι ἦν ὅτε οὐκ ἦν ὁ Υἱός· ἀκολουθεῖ τε ἐξ ἀνάγκης͵ ἐξ οὐκ ὄντων ἔχειν αὐτὸν τὴν ὑπόστασιν.

1.6 Ὡς ἐκ τῆς φιλονεικίας ἀρχὴν διαιρέσεως ἡ ἐκκλησία ἔλαβε· καὶ ὡς Ἀλέξανδρος ὁ Ἀλεξανδρείας καθεῖλεν Ἄρειον͵ καὶ τοὺς περὶ αὐτόν. Ταῦτα τῷ καινοπρεπεῖ λόγῳ συλλογισάμενος͵ ἀναρριπίζει τοὺς πολλοὺς πρὸς τὸ ζήτημα. Καὶ ἀνάπτεται ἀπὸ σμικροῦ σπινθῆρος μέγα πῦρ. Ἀρξάμενόν τε τὸ κακὸν ἀπὸ τῆς Ἀλεξανδρέων ἐκκλη σίας͵ διέτρεχε τὴν σύμπασαν Αἴγυπτόν τε καὶ Λιβύην͵ καὶ τὴν ἄνω Θηβαΐδα· ἤδη δὲ καὶ τὰς λοιπὰς ἐπενέμετο ἐπαρχίας τε καὶ πόλεις. Συνελαμβάνοντο τῇ Ἀρείου δόξῃ πολλοὶ μὲν καὶ ἄλλοι͵ μάλιστα δὲ Εὐσέβιος αὐτῆς ἀντείχετο͵ οὐχ ὁ Καισαρεὺς͵ ἀλλ΄ ὁ πρότερον μὲν τῆς Βηρυτίων ἐκκλησίας ἐπίσκοπος͵ τότε δὲ τῆς ἐν Βιθυνίᾳ Νικομηδείας τὴν ἐπισκοπὴν ὑποδύς. Ταῦτα ἀκούων καὶ ὁρῶν τε γινόμενα ὁ Ἀλέξανδρος͵ πρὸς ὀργὴν ἐξάπτεται· καὶ συνέδριον πολλῶν ἐπισκόπων καθίσας͵ τὸν μὲν Ἄρειον͵ καὶ τοὺς ἀποδεχο μένους τὴν δόξαν αὐτοῦ καθαιρεῖ· γράφει δὲ τοῖς κατὰ πόλιν τοιάδε.

1.7 Ὡς ὁ βασιλεὺς Κωνσταντῖνος λυπηθεὶς ἐπὶ τῇ ταραχῇ τῶν ἐκκλησίων͵ ἔπεμψεν Ὅσιον τὸν Ἱσπανὸν εἰς Ἀλεξάνδρειαν͵ εἰς ὁμόνοιαν παρακαλῶν τὸν ἐπίσκοπον καὶ τὸν Ἄρειον. Ταῦτα δὲ πυθόμενος ὁ βασιλεὺς͵ καὶ τὴν ψυχὴν ὑπεραλγήσας͵ συμφοράν τε οἰκείαν εἶναι τὸ πρᾶγμα ἡγησάμενος͵ παραχρῆμα τὸ ἀναφθὲν κακὸν κατασβέσαι σπουδάζων͵ γράμματα πρὸς Ἀλέξανδρον καὶ Ἄρειον πέμπει͵ δι΄ ἀνδρὸς ἀξιοπίστου͵ ᾧ ὄνομα μὲν ἦν Ὅσιος͵ μιᾶς δὲ τῶν ἐν τῇ Ἱσπανίᾳ πόλεων͵ ὄνομα Κουδρούβης͵ ὑπῆρχεν ἐπίσκοπος· πάνυ τε αὐτὸν ἠγάπα καὶ διὰ τιμῆς ἦγεν ὁ βασιλεύς. Ὧν γραμμάτων μέρος ἐνταῦθα κεῖσθαι οὐκ ἄκαιρον ἡγοῦμαι. Ἡ γὰρ ὅλη ἐπιστολὴ ἐν τοῖς Εὐσεβίου εἰς τὸν Κωνσταντίνου βίον κεῖται βιβλίοις. Νικητὴς Κωνσταντῖνος͵ Μέγιστος͵ Σεβαστὸς͵ Ἀλεξάνδρῳ καὶ Ἀρείῳ. Μανθάνω ἐκεῖθεν ὑπῆρχθαι τοῦ παρόντος ζητήματος τὴν καταβολήν· ὅτε γὰρ σὺ͵ ὦ Ἀλέξανδρε͵ ἐζήτεις παρὰ τῶν πρεσβυτέρων͵ τί δήποτε ἕκαστος αὐτῶν ὑπέρ τινος τόπου τῶν ἐν τῷ νόμῳ γεγραμμένων͵ μᾶλλον δὲ ὑπέρ τινος ματαίου ζητήματος μέρους͵ πυνθάνοιτο· σύ τε͵ ὦ Ἄρειε͵ ὅπερ ἢ μήτε τὴν ἀρχὴν ἐνθυμηθῆναι͵ ἢ ἐνθυμηθέντα͵ σιωπῇ παραδοῦναι προσῆκον ἦν͵ ἀπρο όπτως ἀντέθηκας· ὅθεν τῆς ἐν ὑμῖν διχονοίας ἐγερθείσης͵ ἡ μὲν σύνοδος ἠρνήθη· ὁ δὲ ἁγιώτατος λαὸς εἰς ἀμφοτέρους σχισθεὶς͵ ἐκ τῆς τοῦ κοινοῦ σώματος ἁρμονίας ἐχωρίσθη. Οὐκοῦν ἑκάτερος ὑμῶν ἐξίσου τὴν γνώμην παρασχὼν͵ ὅπερ ἂν ὁ συνθεράπων ὑμῶν δικαίως παραινεῖ͵ δέξασθε. Τί δὲ τοῦτο ἐστίν; οὔτε ἐρωτᾷν ὑπὲρ τῶν τοιούτων ἐξ ἀρχῆς προσῆκον ἦν͵ οὔτε ἐρωτώμενον ἀποκρίνασθαι. Τὰς γὰρ τοιαύτας ζητήσεις͵ ὁπόσας οὐ νόμου τινὸς ἀνάγκη προστάττει͵ ἀλλὰ ἀνωφελοῦς ἀργίας ἐρεσχελία προστίθησιν͵ εἰ καὶ φυσικῆς τινος γυμνασίας ἕνεκα γίνοιτο͵ ὅμως ὀφείλομεν εἴσω τῆς διανοίας ἐγκλείειν͵ καὶ μὴ προχείρως εἰς δημοσίας συνόδους ἐκφέρειν͵ μηδὲ ταῖς πάντων ἀκοαῖς ἀπρονοήτως πιστεύειν· πόσος γάρ ἐστιν ἕκαστος͵ ὥς τε πραγμάτων οὕτω μεγάλων͵ καὶ λίαν δυσχερῶν δύναμιν͵ ἢ πρὸς τὸ ἀκριβὲς συνιδεῖν͵ ἢ κατ΄ ἀξίαν ἑρμηνεύσαι; εἰ δὲ καὶ τοῦτο ποιεῖν τις εὐχερῶς νομισθείη͵ πόσον μέρος τοῦ δήμου πείσει; ἢ τίς ταῖς τῶν τοιούτων ζητημάτων ἀκριβείαις͵ ἔξω τῆς ἐπικινδύνου παρολισθήσεως͵ ἀντισταίη; Οὐκοῦν ἐφεκτέον ἐν τοῖς τοιούτοις τὴν πολυλογίαν͵ ἵνα μήπως ἡ ἡμῶν ἀσθένεια τῆς φύσεως͵ τὸ προτεθὲν ἑρμη νεύσαι μὴ δυνηθέντων͵ ἢ ἡ τῶν διδασκομένων ἀκροατῶν βραδυτέρα σύνεσις͵ πρὸς ἀκριβῆ τοῦ ῥηθέντος κατάληψιν ἐλθεῖν μὴ χωρησάντων͵ αὖθις ἐξ ἑκατέ ρου τούτων ἢ βλασφημίας͵ ἢ σχίσματος εἰς ἀνάγκην ὁ δῆμος περισταίη. Διόπερ καὶ ἐρώτησις ἀπροφύλακτος͵ καὶ ἀπόκρισις ἀπρονόητος͵ τὴν ἴσην ἀλλήλαις ἐπιδιδότωσαν ἐφ΄ ἑκατέρῳ συγγνώμην· οὐδὲ γὰρ ὑπὲρ τοῦ κορυ φαίου τῶν ἐν τῷ νόμῳ παραγγελμάτων ὑμῖν ἐξήφθη πρόφασις͵ οὐδὲ καινή τις ὑμῖν ὑπὲρ τῆς τοῦ Θεοῦ θρησκείας αἵρεσις ἀντεισήχθη· ἀλλ΄ ἕνα καὶ τὸν αὐτὸν ἔχετε λογισμὸν͵ ὥσπερ τὸ τῆς κοινωνίας σύνθημα. Ὑμῶν γὰρ ἐν ἀλλήλοις ὑπὲρ μικρῶν καὶ λίαν ἐλαχίστων φιλονεικούντων͵ τοσοῦτον τὸν τοῦ Θεοῦ λαὸν ταῖς ὑμετέραις ἰθύνεσθαι φρεσὶν οὐ προσήκει͵ διὰ τὸ διχονοεῖν· ἀλλ΄ οὔτε πρέπον͵ οὔτε ὅλως θεμιτὸν εἶναι πιστεύεται· ἵνα δὲ μικρῷ παραδείγματι τὴν ὑμετέραν σύνεσιν ὑπομνήσω͵ λέξω. Ἴστε δὴ καὶ τοὺς φιλοσόφους αὐτοὺς͵ ὡς ἑνὶ μὲν ἅπαντες δόγματι συντίθενται. Πολλάκις δὲ ἐπειδὰν ἔν τινι τῶν ἀποφάσεων μέρει διαφωνῶσιν͵ εἰ καὶ τῇ τῆς ἐπιστήμης ἀρετῇ χωρί ζονται͵ τῇ μέντοι τοῦ σώματος ἑνώσει πάλιν εἰς ἀλλήλους συμπνέουσιν. Εἰ δὲ τοῦτο ἐστὶ͵ πῶς οὐ πολλῷ δικαιότερον ὑμᾶς͵ τοὺς τοῦ μεγάλου Θεοῦ θερά ποντας καθεστῶτας͵ ἐν τοιαύτῃ προαιρέσει θρησκείας ὁμοψύχους ἀλλήλοις εἶναι; Ἐπισκεψώμεθα δὲ λογισμῷ μείζονι͵ καὶ πλείονι συνέσει τὸ ῥηθὲν ἐνθυμηθῶμεν͵ εἴπερ ὀρθῶς ἔχει δι΄ ὀλίγας καὶ ματαίας ῥημάτων ἐν ὑμῖν φιλο νεικίας͵ ἀδελφοὺς ἀδελφοῖς ἀντικεῖσθαι͵ καὶ τὸ τῆς συνόδου τίμιον ἀσεβεῖ διχονοίᾳ χωρίζεσθαι δι΄ ἡμῶν͵ οἳ πρὸς ἀλλήλους ὑπὲρ μικρῶν οὕτω καὶ μηδαμῶς ἀναγκαίων φιλονεικοῦμεν; δημώδη ταῦτ΄ ἐστὶ͵ καὶ παιδικαῖς ἀνοίαις ἁρμόττοντα μᾶλλον͵ ἢ τῇ τῶν ἱερέων καὶ φρονίμων ἀνδρῶν συνέσει προσή κοντα. Ἀποστῶμεν ἑκόντες τῶν διαβολικῶν πειρασμῶν. Ὁ μέγας ἡμῶν Θεὸς ὁ Σωτὴρ πάντων κοινὸν ἅπασι τὸ φῶς ἐξέτεινεν· ἐφ΄ οὗ τῇ προνοίᾳ͵ ταύτην ἐμοὶ τῷ θεραπευτῇ τοῦ κρείττονος τὴν σπουδὴν εἰς τέλος ἐνεγκεῖν συγχωρήσατε͵ ὅπως ὑμᾶς τοὺς ἐκείνου δήμους ἐμῇ προσφωνήσει καὶ ὑπηρε σίᾳ καὶ νουθεσίας ἐνστάσει πρὸς τὴν τῆς συνόδου κοινωνίαν ἐπανάγοιμι. Ἐπειδὴ γὰρ͵ ὡς ἔφην͵ μία τίς ἐστι πίστις ἐν ὑμῖν͵ καὶ μία τῆς καθ΄ ὑμᾶς αἱρέσεως σύνεσις͵ τό τε τοῦ νόμου παράγγελμα͵ τοῖς δι΄ ἑαυτοῦ μέρεσιν εἰς μίαν ψυχῆς πρόθεσιν͵ τὸ ὅλον συγκλείει͵ τοῦτο ὅπερ ὑμῖν ἐν ἀλλήλοις φιλονεικίαν ἤγειρεν͵ ἐπειδὴ μὴ πρὸς τὴν τοῦ παντὸς νόμου δύναμιν ἀνήκει͵ χωρισμόν τινα καὶ στάσιν ἐν ὑμῖν μηδαμῶς ἐμποιείτω. Καὶ λέγω ταῦτα͵ οὐχ ὡς ἀναγκάζων ὑμᾶς ἐξάπαντος τῇ λίαν εὐήθει͵ καὶ οἵα δήποτε ἐστὶν ἐκείνη͵ ζητήσει συντίθεσθαι· δύναται γὰρ καὶ τὸ τῆς συνόδου τιμίον ὑμῖν ἀκέραιον φυλάττεσθαι͵ καὶ ἡ αὐτὴ κατὰ πάντων κοινωνία τηρεῖσθαι͵ κἂν τὰ μάλιστά τις ἐν μέρει πρὸς ἀλλήλους ὑπὲρ ἐλαχίστου διαφωνία γένηται· ἐπεὶ μηδὲ πάντες ἐν πᾶσι ταὐτὸ βουλόμεθα͵ μηδὲ μία τις ἐν ἡμῖν φύσις ἢ γνώμη πολιτεύεται. Περὶ μὲν οὖν τῆς θείας προνοίας͵ μία τις ἐν ὑμῖν ἔστω πίστις͵ μία σύνεσις͵ μία συνθήκη τοῦ κρείττονος· ἃ δὲ ὑπὲρ τῶν ἐλαχίστων τούτων ζητήσεων ἐν ἀλλήλοις ἀκριβολογεῖσθε͵ κἂν μὴ πρὸς μίαν γνώμην συμφέρητε͵ μένειν εἴσω λογισμῶν προσήκει͵ τῷ τῆς διανοίας ἀπορρήτῳ τηρούμενα. Τὸ μέντοι τῆς κοινῆς φιλίας ἀπόρρητόν τε καὶ ἐξαίρετον͵ καὶ ἡ τῆς ἀληθείας πίστις͵ ἥτε περὶ τὸν Θεὸν καὶ τὴν τοῦ νόμου θρησκείαν τιμὴ͵ μενέτω παρ΄ ὑμῖν ἀσάλευτος· ἐπανέλθετε δὴ πρὸς τὴν ἀλλήλων φιλίαν τε καὶ χάριν. Ἀπόδοτε τῷ σύμπαντι λαῷ τὰς οἰκείας περιπλοκάς· ὑμεῖς τε αὐτοὶ͵ καθάπερ τὰς ἑαυτῶν ψυχὰς ἐκκαθάραντες͵ αὖθις ἀλλήλους ἐπίγνωτε. Ἡδίων γὰρ πολλάκις γίνεται φιλία μετὰ τὴν τῆς ἔχθρας ὑπόθεσιν αὖθις εἰς καταλλαγὴν ἐπανελθοῦσα. Ἀπόδοτε οὖν μοι γαληνὰς μὲν ἡμέρας͵ νύκτας δὲ ἀμερίμνους͵ ἵνα κἀμοί τις ἡδονὴ καθαροῦ φωτὸς͵ καὶ βίου λοιπὸν ἥσυχος εὐφροσύνη σώ ζηται· εἰ δὲ μὴ͵ στένειν ἀνάγκη͵ καὶ δακρύοις δι΄ ὅλου συνέχεσθαι͵ καὶ μηδὲ τὸν τοῦ ζῆν αἰῶνα πραέως ὑφίστασθαι. Τῶν γάρ τοι τοῦ Θεοῦ λαῶν͵ τῶν συνθεραπόντων λέγω τῶν ἐμῶν͵ οὕτως ἀδίκῳ καὶ βλαβερᾷ πρὸς ἀλλήλους φιλονεικίᾳ κεχωρισμένων͵ ἐμὲ πῶς ἐγχωρεῖ τῷ λογισμῷ συνεστάναι λοιπόν; ἵνα δὲ τῆς ἐπὶ τούτῳ λύπης τὴν ὑπερβολὴν αἴσθησθε͵ ἀκούσατε. Πρώην ἐπιστὰς τῇ Νικομηδέων πόλει͵ παραχρῆμα εἰς τὴν ἑῴαν ἠπειγόμην τῇ γνώμῃ· σπεύδοντι δέ μοι πρὸς ὑμᾶς ἤδη͵ καὶ τῷ πλείονι μέρει σὺν ὑμῖν ὄντι͵ ἡ τοῦδε τοῦ πράγματος ἀγγελία πρὸς τὸ ἔμπαλιν τὸν λογισμὸν ἀνεχαίτισεν· ἵνα μὴ τοῖς ὀφθαλμοῖς ὁρᾷν ἀναγκασθείην͵ ἃ μηδὲ ταῖς ἀκοαῖς προσέσθαι δυνατὸν ἡγούμην. Ἀνοίξατε δή μοι λοιπὸν ἐν τῇ καθ΄ ὑμᾶς ὁμονοίᾳ τῆς ἑῴας τὴν ὁδὸν͵ ἣν ταῖς πρὸς ἀλλήλους φιλονεικίαις ἀπεκλείσατε. Καὶ συγχωρήσατε θᾶττον ὑμᾶς τε ὁμοῦ καὶ τοὺς ἄλλους ἅπαντας δήμους ἐπιδεῖν χαίροντας͵ καὶ τὴν ὑπὲρ τῆς κοινῆς ἁπάντων ὁμονοίας τε καὶ ἐλευθερίας ὀφειλομένην χάριν͵ ἐπ΄ εὐφήμοις λόγων συνθήμασιν͵ ὁμολογῆσαι τῷ κρείττονι.

1.8 Περὶ τῆς γεγενημένης Συνόδου ἐν Νικαίᾳ τῆς Βιθυνίας͵ καὶ περὶ τῆς ἐκεῖ ἐκτεθείσης πίστεως. Τοιαῦτα μὲν οὖν θαυμαστὰ καὶ σοφίας μεστὰ παρῄνει ἡ τοῦ βασιλέως ἐπιστολή· τὸ δὲ κακὸν ἐπικρατέστερον ἦν καὶ τῆς τοῦ βασιλέως σπουδῆς͵ καὶ ἀξιοπιστίας τοῦ διακονησαμένου τοῖς γράμ μασιν· οὔτε γὰρ Ἀλέξανδρος͵ οὔτε Ἄρειος ὑπὸ τῶν γραφέντων ἐμαλάσσοντο. Ἀλλά τις ἦν ἄκριτος καὶ παρὰ τοῖς λαοῖς ἔρις καὶ ταραχή· προϋπῆρχε δὲ καὶ ἄλλη τις προτέρα νόσος τοπικὴ͵ τὰς ἐκκλησίας ταράττουσα͵ ἡ διαφωνία τῆς τοῦ Πάσχα ἑορτῆς͵ ἥτις περὶ τὰ τῆς ἑῴας μέρη μόνον ἐγένετο· τῶν μὲν Ἰουδαϊκώτερον ἑορτὴν ποιεῖν ἐσπουδακότων͵ τῶν δὲ μιμουμένων σύμπαντας τοὺς κατὰ τὴν οἰκουμένην Χριστιανούς. Διαφωνοῦντες δὲ οὕτω περὶ τῆς ἑορτῆς͵ τῆς κοινωνίας μὲν οὐδαμῶς ἐχωρίζοντο· στυγνοτέραν δὲ τὴν ἑορτὴν τῇ διαφωνίᾳ εἰργάζοντο. Δι΄ ἀμφότερα τοίνυν ὁρῶν ὁ βασιλεὺς ταραττομένην τὴν ἐκκλησίαν͵ σύνοδον οἰκουμενικὴν συνεκρότει͵ τοὺς πανταχόθεν ἐπισκόπους διὰ γραμμάτων εἰς Νί καιαν τῆς Βιθυνίας ἀπαντῆσαι παρακαλῶν. Παρῆσάν τε ἐκ πολλῶν ἐπαρχιῶν καὶ πόλεων οἱ ἐπίσκοποι· περὶ ὧν ὁ Παμφίλου Εὐσέβιος ἐν τῷ τρίτῳ βιβλίῳ τῶν εἰς τὸν Κωνσταντίνου βίον͵ τάδε κατὰ λέξιν φησίν.

Τῶν γοῦν ἐκκλησιῶν ἁπασῶν͵ αἳ τὴν Εὐρώπην ἅπασαν͵ Λιβύην τε καὶ τὴν Ἀσίαν ἐπλήρουν͵ ὁμοῦ συνῆκτο τῶν τοῦ Θεοῦ λειτουργῶν τὰ ἀκροθίνια· εἷς τε οἶκος εὐκτήριος͵ ὥσπερ ἐκ Θεοῦ πλατυνόμενος͵ ἔνδον ἐχώρει κατὰ τὸ αὐτὸ Σύρους τε καὶ Κίλικας͵ Φοίνικάς τε καὶ Ἀραβίους͵ καὶ Παλαιστινοὺς͵ καὶ ἐπὶ τούτοις Αἰγυπτίους͵ Θηβαίους͵ Λίβυας͵ τούς τε ἐκ μέσης τῶν ποταμῶν ὁρμω μένους· ἤδη δὲ καὶ Πέρσης ἐπίσκοπος τῇ συνόδῳ παρῆν· οὔτε Σκύθης ἀπελιμ πάνετο τῆς χορείας· Πόντος τε καὶ Ἀσία͵ Φρυγία τε καὶ Παμφυλία͵ τοὺς παρ΄ αὐτοῖς παρεῖχον ἐκκρίτους. Ἀλλὰ καὶ Θρᾷκες καὶ Μακεδόνες͵ Ἀχαιοί τε καὶ Ἠπειρῶται͵ τούτων τε οἱ ἔτι προσωτάτω οἰκοῦντες ἀπήντων͵ αὐτός τε Ἱσπα νῶν ὁ πάνυ βοώμενος εἷς ἦν τοῖς πολλοῖς ἅμα συνεδρεύων· τῆς δέ γε βασι λευούσης πόλεως ὁ μὲν προεστὼς διὰ γῆρας ὑστέρει· πρεσβύτεροι δὲ αὐτοῦ παρόντες τὴν αὐτοῦ τάξιν ἐπλήρουν. Τοιοῦτον μόνος ἐξ αἰῶνος εἷς βασιλεὺς Κωνσταντῖνος Χριστῷ στέφανον δεσμῷ συνάψας εἰρήνης͵ τῷ αὐτοῦ Σωτῆρι τῆς κατ΄ ἐχθρῶν καὶ πολεμίων νίκης θεοπρεπὲς ἀνετίθη χαριστήριον͵ εἰκόνα χορείας ἀποστολικῆς ταύτην καθ΄ ἡμᾶς συστησάμενος. Ἐπεὶ κατ΄ ἐκείνους συνῆχθαι λόγος ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανὸν ἄνδρας εὐλαβεῖς͵ ἐν οἷς ἐτύγχανον Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται͵ καὶ οἱ κατοικοῦντες Μεσοπο ταμίαν͵ Ἰουδαίαν τε καὶ Καππαδοκίαν͵ Πόντον τε καὶ τὴν Ἀσίαν͵ Φρυγίαν τε καὶ Παμφυλίαν͵ Αἴγυπτον͵ καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην͵ οἵ τε ἐπιδημοῦντες Ρωμαῖοι͵ Ἰουδαῖοί τε καὶ Προσήλυτοι͵ Κρῆτες καὶ Ἄραβες. Πλὴν ὅσον ἐκείνοις μὲν ὑστέρει͵ τὸ μὴ ἐκ Θεοῦ λειτουργῶν συνεστάναι τοὺς πάντας· ἐπὶ δὲ τῆς παρούσης χορείας͵ ἐπισκόπων μὲν πληθὺς τριακοσίων ἀριθμὸν ὑπερακοντίζουσα ἦν· ἑπομένων δὲ τούτοις πρεσβυτέρων καὶ διακόνων͵ ἀκολούθων τε πλείστων ὅσων ἑτέρων͵ οὐδὲ ἦν ἀριθμός. Τῶν δὲ τοῦ Θεοῦ λειτουργῶν οἱ μὲν διέπρεπον σοφίας λόγῳ͵ οἱ δὲ βίου στερρότητι καὶ καρτε ρίας ὑπομονῇ͵ οἱ δὲ τῷ μέσῳ τρόπῳ κατεκοσμοῦντο. ῏Ησαν δὲ τούτων οἱ μὲν χρόνου μήκει τετιμημένοι͵ οἱ δὲ νεότητι καὶ ψυχῆς ἀκμῇ διαλάμποντες͵ οἱ δὲ ἄρτι παρελθόντες ἐπὶ τὸν τῆς λειτουργίας δρόμον. οἷς δὴ πᾶσι βασι λεὺς ἐφ΄ ἑκάστης ἡμέρας τὰ σιτηρέσια δαψιλῶς χορηγεῖσθαι διετάξατο.ῃ Καὶ τοιαῦτα μὲν περὶ τῶν ἐκεῖ συνελθόντων Εὐσέβιος. Ἐπι τελέσας δὲ ὁ βασιλεὺς ἐπινίκιον κατὰ Λικιννίου ἑορτὴν͵ ἀπήντα καὶ αὐτὸς εἰς τὴν Νίκαιαν. Διέπρεπον δὲ ἐν τοῖς ἐπισκόποις Παφνούτιός τε ὁ ἐκ τῆς ἄνω Θηβαΐδος͵ καὶ Σπυρίδων ὁ ἐκ Κύπρου. Ὅτου χάριν δὲ τούτων ἐμνημονεύσαμεν͵ μετὰ ταῦτα ἐρῶ. Συμπαρῆσαν δὲ λαϊκοὶ πολλοὶ διαλεκτικῆς ἔμπειροι͵ ἐν ἑκατέρῳ μέρει συνηγορεῖν προθυμούμενοι· ἀλλὰ τὴν μὲν Ἀρείου δόξαν συνεκρό τουν Εὐσέβιός τε Νικομηδεὺς͵ ὥς μοι καὶ πρότερον εἴρηται͵ καὶ Θέογνις͵ καὶ Μάρις· ὧν ὁ μὲν Νικαίας ἐπίσκοπος ἦν͵ Μάρις δὲ τῆς ἐν Βιθυνίᾳ Χαλκηδόνος· τούτοις δὲ γενναίως ἀντηγωνίζετο Ἀθανάσιος͵ διάκονος μὲν τῆς Ἀλεξανδρέων ἐκκλησίας· σφόδρα δὲ αὐτὸν διὰ τιμῆς ἦγεν Ἀλέξανδρος ὁ ἐπίσκοπος· διὸ καὶ φθόνος ὡπλίσατο κατ΄ αὐτοῦ͵ ὡς ὕστερον λέξομεν. Μικρὸν οὖν πρὸ τῆς εἰς ἕνα τόπον συνελεύσεως τῶν ἐπισκόπων͵ οἱ διαλεκτικοὶ πρὸς τοὺς πολλοὺς προαγῶνας ἐποιοῦντο τῶν λόγων. Ἑλκομένων δὲ πολλῶν πρὸς τὸ τοῦ λόγου τερπνὸν͵ εἷς τις τῶν ὁμολογητῶν λαϊκὸς͵ ἀκέραιον ἔχων τὸ φρόνημα͵ ἀντιπίπτει τοῖς διαλεκτικοῖς͵ καὶ φησὶ πρὸς αὐτούς· ὡς ἄρα ὁ Χριστὸς͵ καὶ οἱ Ἀπόστολοι͵ οὐ διαλεκτικὴν ἡμῖν παρέδοσαν τέχνην͵ οὐδὲ κενὴν ἀπάτην͵ ἀλλὰ γυμνὴν γνώμην͵ πίστει καὶ καλοῖς ἔργοις φυλαττομένην. Ταῦτα εἰπόντος͵ οἱ μὲν παρόντες πάντες ἐθαύμασαν καὶ ἀπεδέξαντο· οἱ δὲ διαλεκτικοὶ εὐγνωμονέστερον ποιοῦντες ἡσύχασαν͵ τὸν ἁπλοῦν λόγον τῆς ἀλη θείας ἀκούσαντες. Τότε μὲν οὖν οὕτως ὁ ἐκ τῆς διαλεκτικῆς γινόμενος θόρυβος κατεστάλη͵ τῇ δὲ ἑξῆς͵ πάντες ἅμα οἱ ἐπί σκοποι εἰς ἕνα τόπον συνήρχοντο. Παρῄει δὲ καὶ ὁ βασιλεὺς μετ΄ αὐτούς· καὶ ἐπεὶ παρῆλθεν͵ εἰς μέσους ἔστη· καὶ οὐ πρότερον καθίζειν ᾑρεῖτο͵ πρὶν ἂν οἱ ἐπίσκοποι ἐπινεύσειαν. Τοσαύτη τις εὐλάβεια καὶ αἰδῶς τῶν ἀνδρῶν τὸν βασιλέα κατεῖχεν. Ἐπεὶ δὲ καὶ ἡ πρέπουσα τῷ καιρῷ ἡσυχία ἐγένετο͵ ἤρξατο ὁ βασιλεὺς αὐτόθεν ἐκ τῆς καθέδρας παραινετικοῖς πρὸς αὐτοὺς χρῆσθαι λόγοις͵ πρὸς συμφωνίαν καὶ ὁμόνοιαν προτρέπων αὐτούς· καὶ τὴν μὲν ἑκάστου ἰδιάζουσαν λύπην πρὸς τὸν πλησίον͵ παραχωρεῖν συνε βούλευε· καὶ γὰρ ἀντεγκαλοῦντες ἦσαν ἀλλήλοις οἱ πλείονες· πολλοί τε ἐξ αὐτῶν βιβλία δεήσεων τῷ βασιλεῖ τῇ προτεραίᾳ ἦσαν ὀρέξαντες. Ἐπὶ δὲ τὸ προκείμενον͵ διὸ καὶ συνεληλύθεισαν͵ χωρεῖν παρακαλέσας͵ τὰ βιβλία καυθῆναι ἐκέλευσεν͵ ἐπειπὼν μόνον· Κελεύει Χριστὸς ἀφιέναι τῷ ἀδελφῷ τὸν ἀφέσεως τυχεῖν ἐπειγόμενον. Τότε οὖν τοὺς περὶ ὁμονοίας καὶ εἰρήνης λόγους εἰς πλάτος διεξελθὼν͵ αὖθις περὶ τῶν δογμάτων ἐπιμελέστερον ἐπισκέψασθαι τῇ αὐτῶν γνώμῃ ἐπέτρεψεν. Οἷα δὲ καὶ περὶ τού των ἐν τῷ αὐτῷ τρίτῳ βιβλίῳ τῶν εἰς τὸν βίον Κωνσταντίνου ὁ αὐτός φησιν Εὐσέβιος͵ ἐπακοῦσαι καλόν· ἔστι δὲ ταῦτα.

Πλείστων δὴ τῶν ὑφ΄ ἑκατέρῳ τάγματι προτεινομένων͵ πολλῆς τε ἀμ φιλογίας τὰ πρῶτα συνισταμένης͵ ἀνεξικάκως ἐπηκροᾶτο ὁ βασιλεὺς τῶν πάντων͵ σχολῇ τε εὐτόνῳ τὰς προτάσεις ὑπεδέχετο. Ἐν μέρει τε ἀντιλαμ βανόμενος τῶν παρ΄ ἑκατέρου τάγματος λεγομένων͵ ἠρέμα συνῆγε τοὺς φιλονείκως ἐνισταμένους͵ πραέως τε ποιούμενος τὰς πρὸς ἕκαστον ὁμιλίας· ἑλληνίζων τε τῇ φωνῇ͵ ὅτι μηδὲ ταύτης ἀμαθῶς εἶχε͵ γλυκύτερός τις ἦν καὶ ἡδὺς͵ τοὺς μὲν συμπείθων͵ τοὺς δὲ καὶ δυσωπῶν τῷ λόγῳ· τοὺς δὲ εὖ λέγοντας ἐπαινῶν. Πάντας δὲ εἰς ὁμόνοιαν ἐλαύνων͵ ὁμογνώμονάς τε καὶ ὁμοδόξους αὐτοὺς ἐπὶ τοῖς ἀμφισβητουμένοις ἅπασιν ἐπὶ τὸ αὐτὸ κατεστή σατο· ὡς ὁμοφώνως μὲν κρατῆσαι τὴν πίστιν͵ τῆς δὲ σωτηρίου ἑορτῆς τὸν αὐτὸν παρὰ τοῖς πᾶσιν ὁμολογηθῆναι καιρόν. Ἐκυροῦτό τε ἤδη καὶ ἐγγρά φως δι΄ ὑποσημειώσεως ἑκάστου τὰ κοινῆ δεδογμένα.

Τοιαῦτα καὶ περὶ τούτων ταῖς ἑαυτοῦ φωναῖς ὁ Εὐσέβιος ἐγγρά φως κατέλιπεν. Ἡμεῖς δὲ οὐκ ἀκαίρως αὐτοῖς ἐχρησάμεθα· ἀλλὰ μάρτυσι χρώμενοι τοῖς ὑπ΄ αὐτοῦ λεχθεῖσι͵ τῇδε αὐτὰ κατετάξαμεν τῇ γραφῇ· ἵν΄ ὅταν τινες τῆς ἐν Νικαίᾳ συνόδου ὡς περὶ τὴν πίστιν σφαλείσης καταγινώσκωσι͵ μὴ αὐτῶν ἀνεχώμεθα͵ μηδὲ πιστεύσω μεν Σαβίνῳ τῷ Μακεδονιανῷ͵ ἰδιώτας αὐτοὺς καὶ ἀφελεῖς καλοῦντι τοὺς ἐκεῖ συνελθόντας. Σαβῖνος γὰρ͵ ὁ τῶν ἐν Ἡρακλείᾳ τῆς Θρᾴκης Μακεδονιανῶν ἐπίσκοπος͵ συναγωγὴν ὧν διάφοροι ἐπισκό πων σύνοδοι ἐγγράφως ἐξέδωκαν ποιησάμενος͵ τοὺς μὲν ἐν Νικαίᾳ ὡς ἀφελεῖς καὶ ἰδιώτας διέσυρε͵ μὴ αἰσθανόμενος͵ ὅτι καὶ αὐτὸν Εὐσέβιον͵ τὸν μετὰ πολλῆς δοκιμασίας τὴν πίστιν ὁμολογήσαντα͵ ὡς ἰδιώτην διαβάλλει. Καὶ τινὰ μὲν ἑκὼν παρέλιπεν͵ τινὰ δὲ παρέτρεψεν· πάντα δὲ πρὸς τὸν οἰκεῖον σκοπὸν μᾶλλον ἐξείληφεν. Καὶ ἐπαινεῖ μὲν τὸν Παμφίλου Εὐσέβιον͵ ὡς ἀξιόπιστον μάρτυρα· ἐπαινεῖ δὲ καὶ τὸν βασιλέα͵ ὡς τὰ Χριστιανῶν δογματίζειν δυνά μενον· μέμφεταί τε τῇ ἐκτεθείσῃ ἐν Νικαίᾳ πίστει͵ ὡς ὑπὸ ἰδιωτῶν καὶ οὐδὲν ἐπισταμένων ἐκδεδομένῃ· καὶ ὃν ὡς σοφὸν καὶ ἀψευδῆ καλεῖ μάρτυρα͵ τούτου τὰς φωνὰς ἑκουσίως ὑπερορᾷ. Φησὶ γὰρ ὁ Εὐσέβιος͵ ὅτι τῶν παρόντων ἐν τῇ Νικαίᾳ τοῦ Θεοῦ λειτουργῶν οἱ μὲν διέπρεπον σοφίας λόγῳ͵ οἱ δὲ βίου στερρότητι· καὶ ὅτι ὁ βασιλεὺς παρὼν͵ πάντας εἰς ὁμόνοιαν ἄγων͵ ὁμογνώμονας καὶ ὁμοδόξους κατέστησεν. Ἀλλὰ Σαβίνου μὲν͵ εἴ που χρεία καλέσοι͵ ποιησόμεθα μνήμην· ἡ δὲ ἐν Νικαίᾳ παρὰ τῆς μεγάλης συνόδου μεγαλοφώνως ἐξενεχθεῖσα συμφωνία τῆς πίστεως ἔστιν αὕτη.

Πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα͵ πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ͵ γεννηθέντα ἐκ τοῦ Πατρὸς͵ μονογενῆ͵ τουτέστιν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς͵ Θεὸν ἐκ Θεοῦ καὶ φῶς ἐκ φωτὸς͵ Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ· γεννη θέντα͵ οὐ ποιηθέντα· ὁμοούσιον τῷ Πατρί· δι΄ οὗ τὰ πάντα ἐγένετο͵ τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ· δι΄ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα͵ καὶ σαρκωθέντα͵ καὶ ἐνανθρωπήσαντα· παθόντα͵ καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ͵ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς͵ ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς. Καὶ εἰς τὸ Ἅγιον Πνεῦμα. Τοὺς δὲ λέγοντας ὅτι ἦν ποτὲ ὅτε οὐκ ἦν͵ καὶ πρὶν γεννηθῆναι οὐκ ἦν͵ καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο͵ ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι͵ ἢ κτιστὸν͵ ἢ τρεπτὸν͵ ἢ ἀλλοιωτὸν τὸν Υἱὸν τοῦ Θεοῦ͵ ἀναθεματίζει ἡ ἁγία καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία.

Ταύτην τὴν πίστιν τριακόσιοι μὲν πρὸς τοῖς δεκαοκτὼ ἔγνωσάν τε καὶ ἔστερξαν· καὶ͵ ὡς φησὶν ὁ Εὐσέβιος͵ ὁμοφωνήσαντες καὶ ὁμοδοξήσαντες ἔγραφον· πέντε δὲ μόνοι οὐ προσεδέξαντο͵ τῆς λέξεως τοῦ ὁμοουσίου ἐπιλαβόμενοι͵ Εὐσέβιός τε ὁ Νικομηδείας ἐπίσκοπος͵ καὶ Θέογνις Νικαίας͵ Μάρις Χαλκηδόνος͵ Θεωνᾶς Μαρμαρικῆς͵ Σεκοῦνδος Πτολεμαΐδος. Ἐπεὶ γὰρ ἔφασαν ὁμο ούσιον εἶναι͵ ὃ ἔκ τινος ἐστὶν͵ ἢ κατὰ μερισμὸν͵ ἢ κατὰ ῥεῦσιν͵ ἢ κατὰ προβολήν· κατὰ προβολὴν μὲν͵ ὡς ἐκ ῥιζῶν βλάστημα· κατὰ δὲ ῥεῦσιν͵ ὡς οἱ πατρικοὶ παῖδες· κατὰ μερισμὸν δὲ͵ ὡς βώλου χρυσίδες δύο ἢ τρεῖς· κατ΄ οὐδὲν δὲ τούτων ἔστιν ὁ Υἱός· διὰ τοῦτο οὐ συγκατατίθεσθαι τῇ πίστει ἔλεγον· πολλὰ οὖν τὴν λέξιν τοῦ ὁμοουσίου σκώψαντες͵ τῇ καθαιρέσει Ἀρείου ὑπογράψαι οὐκ ἠβουλήθησαν. Διόπερ ἡ σύνοδος Ἄρειον μὲν καὶ τοὺς ὁμο δόξους αὐτοῦ ἀνεθεμάτισεν ἅπαντας͵ προσθέντες μήτε ἐπιβαίνειν τῆς Ἀλεξανδρείας αὐτόν· βασιλέως δὲ πρόσταγμα͵ καὶ αὐτὸν καὶ τοὺς περὶ Εὐσέβιον καὶ Θέογνιν͵ εἰς ἐξορίαν ἀπέστειλεν. Εὐσέβιος μὲν οὖν καὶ Θέογνις μικρὸν ὕστερον μετὰ τὴν ἐξορίαν βιβλίον μετανοίας ἐπιδόντες͵ τῇ πίστει τοῦ ὁμοουσίου συνέθεντο͵ ὡς προϊ όντες δηλώσομεν· τότε δὲ ἐν τῇ συνόδῳ͵ Εὐσέβιος ὁ τὴν Παμφίλου προσωνυμίαν ἔχων͵ καὶ τῆς ἐν Παλαιστίνῃ Καισαρείας τὴν ἐπισκο πὴν κεκληρωμένος͵ μικρὸν ἐπιστήσας͵ καὶ διασκεψάμενος εἰ δεῖ προσδέξασθαι τὸν ὅρον τῆς πίστεως͵ οὕτως ἅμα τοῖς πολλοῖς πᾶσι συνῄνεσέν τε καὶ συνυπέγραψεν· καὶ τῷ ὑπ΄ αὐτὸν λαῷ ἔγγραφον τὸν ὅρον τῆς πίστεως διεπέμψατο͵ τὴν τοῦ ὁμοουσίου λέξιν ἑρμη νεύσας͵ ἵνα μηδὲ ὅλως τις ὑπόνοιαν ἀνθ΄ ὧν ἐπέστησεν ἔχῃ περὶ αὐτοῦ. Ἔστι δὲ αὐτὰ τοῦ Εὐσεβίου τὰ γραφέντα͵ κατὰ λέξιν τάδε. Τὰ περὶ τῆς ἐκκλησιαστικῆς πίστεως πραγματευθέντα κατὰ τὴν μεγάλην σύνοδον τὴν ἐν Νικαίᾳ συγκροτηθεῖσαν εἰκὸς μὲν καὶ ὑμᾶς͵ ἀγαπητοὶ͵ μεμα θηκέναι͵ τῆς φήμης προτρέχειν εἰωθυίας τὸν περὶ τῶν πραττομένων ἀκριβῆ λόγον. Ἀλλ΄ ἵνα μὴ ἐκ μόνης τοιαύτης ἀκοῆς τὰ τῆς ἀληθείας ἑτεροίως ὑμῖν ἀπαγγέλληται͵ ἀναγκαίως διεπεμψάμεθα ὑμῖν πρῶτον μὲν τὴν ὑφ΄ ἡμῶν προτεθεῖσαν περὶ τῆς πίστεως γραφὴν͵ ἔπειτα τὴν δευτέραν͵ ἣν ταῖς ἡμετέ ραις φωναῖς προσθήκας ἐπιβαλόντες ἐκδεδώκασι. Τὸ μὲν οὖν παρ΄ ἡμῶν γράμμα͵ ἐπὶ παρουσίᾳ τοῦ θεοφιλεστάτου ἡμῶν βασιλέως ἀναγνωσθὲν͵ εὖ τε ἔχειν καὶ δοκίμως ἀποφανθὲν͵ τοῦτον ἔχει τὸν τρόπον· Καθὼς παρελά βομεν παρὰ τῶν πρὸ ἡμῶν ἐπισκόπων͵ καὶ ἐν τῇ κατηχήσει͵ καὶ ὅτε τὸ λουτρὸν ἐλαμβάνομεν͵ καὶ καθὼς ἀπὸ τῶν θείων γραφῶν μεμαθήκαμεν͵ καὶ ὡς ἐν τῷ πρεσβυτερίῳ͵ καὶ ἐν αὐτῇ τῇ ἐπισκοπῇ ἐπιστεύσαμέν τε καὶ ἐδιδάσκομεν͵ οὕτω καὶ νῦν πιστεύοντες͵ τὴν ἡμετέραν πίστιν ὑμῖν προσανα φέρομεν. Ἔστι δὲ αὕτη· Πιστεύομεν εἰς ἕνα Θεὸν͵ Πατέρα παντοκράτορα͵ τὸν τῶν ἁπάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν· καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν͵ τὸν τοῦ Θεοῦ Λόγον͵ Θεὸν ἐκ Θεοῦ͵ φῶς ἐκ φωτὸς͵ ζωὴν ἐκ ζωῆς͵ Υἱὸν μονογενῆ͵ πρωτότοκον πάσης κτίσεως͵ πρὸ πάντων τῶν αἰώνων ἐκ τοῦ Θεοῦ Πατρὸς γεγεννημένον· δι΄ οὗ καὶ ἐγένετο τὰ πάντα͵ τὸν διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθέντα͵ καὶ ἐν ἀνθρώποις πολιτευσάμενον· καὶ παθόντα͵ καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ· καὶ ἀνελθόντα πρὸς τὸν πατέρα͵ καὶ ἥξοντα πάλιν ἐν δόξῃ κρῖναι ζῶντας καὶ νεκρούς. Πιστεύομεν καὶ εἰς ἓν Πνεῦμα Ἅγιον. Τούτων ἕκαστον εἶναι καὶ ὑπάρχειν πιστεύοντες͵ Πατέρα ἀληθῶς Πατέρα͵ καὶ Υἱὸν ἀληθῶς Υἱὸν͵ καὶ Πνεῦμα Ἅγιον ἀληθὼς Ἅγιον Πνεῦμα· καθὼς καὶ ὁ Κύριος ἡμῶν ἀποστέλλων εἰς τὸ κήρυγμα τοὺς ἑαυτοῦ μαθητὰς͵ εἶπε· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη͵ βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς͵ καὶ τοῦ Υἱοῦ͵ καὶ τοῦ Ἁγίου Πνεύματος. Περὶ ὧν καὶ δια βεβαιούμεθα οὕτως ἔχειν͵ καὶ οὕτω φρονεῖν͵ καὶ πάλαι οὕτως ἐσχηκέναι͵ καὶ μέχρι θανάτου οὕτω σχήσειν͵ καὶ ἐν αὐτῇ ἐνίστασθαι τῇ πίστει͵ ἀναθεματίζοντες πᾶσαν αἵρεσιν ἄθεον· ταῦτα ἀπὸ καρδίας καὶ ψυχῆς πάντα πεφρονηκέναι͵ ἐξ οὗπερ ἴσμεν ἑαυτοὺς͵ καὶ νῦν φρονεῖν τε καὶ λέγειν ἐξ ἀληθείας͵ ἐπὶ τοῦ Θεοῦ τοῦ παντοκράτορος͵ καὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μαρτυρούμεθα· δεικνύναι ἔχοντες δι΄ ἀποδείξεων͵ καὶ πείθειν ὑμᾶς͵ ὅτι καὶ τοὺς παρεληλυθότας χρόνους οὕτως ἐπιστεύομέν τε καὶ ἐκηρύσσομεν ὁμοίως. Ταύτης ὑφ΄ ἡμῶν ἐκτεθείσης τῆς πίστεως͵ οὐδενὶ παρῆν ἀντιλογίας τόπος. Ἀλλ΄ αὐτός τε πρῶτος ὁ θεοφιλέστα τος ἡμῶν βασιλεὺς͵ ὀρθότατα περιέχειν αὐτὴν ἐμαρτύρησεν· οὕτω τε καὶ ἑαυτὸν φρονεῖν ἐμαρτύρατο͵ καὶ ταύτῃ τοὺς πάντας συγκαταθέσθαι͵ καὶ ὑπογράφειν τοῖς δόγμασι͵ καὶ συμφωνεῖν τούτοις αὐτοῖς παρεκελεύετο͵ ἑνὸς μόνου προσεγγραφέντος ῥήματος τοῦ ὁμοουσίου. Ὃ καὶ αὐτὸς ἡρμήνευσε λέγων͵ ὅτι μὴ κατὰ τὰ τῶν σωμάτων πάθη λέγοι τὸ ὁμοούσιον͵ οὔτε οὖν κατὰ διαίρεσιν͵ οὔτε κατά τινα ἀποτομὴν ἐκ τοῦ πατρὸς ὑποστῆναι· μήτε γὰρ δύνασθαι τὴν ἄϋλον καὶ νοερὰν καὶ ἀσώματον φύσιν σωματικόν τι πάθος ὑφίστασθαι· θείοις δὲ καὶ ἀπορρήτοις ῥήμασι προσήκει τὰ τοιαῦτα νοεῖν. Καὶ ὁ μὲν σοφώτατος καὶ εὐσεβὴς ἡμῶν βασιλεὺς τοιάδε ἐφιλοσόφει· οἱ δὲ͵ προφάσει τοῦ ὁμοουσίου͵ τήνδε τὴν γραφὴν πεποιήκασι.

ΤΟ ΜΑΘΗΜΑ. Πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα͵ πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν· καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν͵ τὸν Υἱὸν τοῦ Θεοῦ͵ γεννηθέντα ἐκ τοῦ Πατρὸς μονογενῆ͵ τουτέστιν ἐκ τῆς οὐσίας τοῦ Πατρός· Θεὸν ἐκ Θεοῦ͵ φῶς ἐκ φωτὸς͵ Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ· γεννηθέντα͵ οὐ ποιηθέντα· ὁμοούσιον τῷ Πατρί· δι΄ οὗ τὰ πάντα ἐγένετο͵ τά τε ἐν τῷ οὐρανῷ͵ καὶ τὰ ἐν τῇ γῇ· τὸν δι΄ ἡμᾶς τοὺς ἀνθρώπους͵ καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα͵ καὶ σαρκωθέντα͵ ἐνανθρωπήσαντα͵ παθόντα͵ καὶ ἀνα στάντα τῇ τρίτῃ ἡμέρᾳ· ἀνελθόντα εἰς τοὺς οὐρανούς· ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς. Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον. Τοὺς δὲ λέγοντας͵ ἦν ποτὲ ὅτε οὐκ ἦν͵ ἢ οὐκ ἦν πρὶν γεννηθῆναι͵ ἢ ἐξ οὐκ ὄντων ἐγένετο͵ ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι͵ ἢ κτιστὸν͵ ἢ τρεπτὸν͵ ἢ ἀλλοιωτὸν τὸν Υἱὸν τοῦ Θεοῦ͵ τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ τοῦ Θεοῦ ἐκκλησία.

Καὶ δὴ ταύτης τῆς γραφῆς ὑπ΄ αὐτῶν ὑπαγορευθείσης͵ ὅπως εἴρηται αὐτοῖς τὸ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς͵ καὶ τὸ τῷ Πατρὶ ὁμοούσιον͵ οὐκ ἀνεξέταστον αὐτοῖς καταλιμπάνομεν. Ἐπερωτήσεις τοιγαροῦν καὶ ἀποκρίσεις ἐντεῦθεν ἀνεκινοῦντο͵ ἐβασάνιζέν τε ὁ λόγος τὴν διάνοιαν τῶν εἰρημένων· καὶ δὴ καὶ τὸ ἐκ τῆς οὐσίας ὡμολόγητο πρὸς αὐτῶν͵ δηλωτικὸν εἶναι τοῦ ἐκ μὲν τοῦ Πατρὸς εἶναι͵ οὐ μὴν ὡς μέρος ὑπάρχειν τοῦ Πατρός· ταύτῃ δὲ καὶ ἡμῖν ἐδόκει καλῶς ἔχειν συγκατατίθεσθαι τῇ διανοίᾳ͵ τῆς εὐσεβοῦς διδασκαλίας ὑπαγο ρευούσης ἐκ τοῦ Πατρὸς εἶναι τὸν υἱὸν͵ οὐ μὴν μέρος τῆς οὐσίας αὐτοῦ τυγχάνειν. Διόπερ τῇ διανοίᾳ καὶ αὐτοὶ συντιθέμεθα͵ οὐδὲ τὴν φωνὴν τοῦ ὁμοουσίου παραιτούμενοι͵ τοῦ τῆς εἰρήνης σκοποῦ πρὸ ὀφθαλμῶν ἡμῖν κειμένου͵ καὶ τοῦ μὴ τῆς ὀρθῆς ἐκπεσεῖν διανοίας. Κατὰ τὰ αὐτὰ δὲ͵ καὶ τὸ γεννηθέντα καὶ οὐ ποιηθέντα κατεδεξάμεθα͵ ἐπειδὴ τὸ ποιηθὲν κοινὸν ἔφασκον εἶναι πρόσρημα τῶν λοιπῶν κτισμάτων͵ τῶν διὰ τοῦ Υἱοῦ γενο μένων͵ ὧν οὐδὲν ὅμοιον ἔχειν τὸν Υἱόν· διὸ δὴ μὴ εἶναι αὐτὸν ποίημα͵ τοῖς δι΄ αὐτοῦ γενομένοις ὅμοιον· κρείττονος δὲ ἢ κατὰ πᾶν ποίημα τυγχάνειν οὐσίας͵ ἣν ἐκ τοῦ Πατρὸς γεγεννῆσθαι διδάσκει τὰ θεῖα λόγια͵ τοῦ τρόπου τῆς γεννήσεως ἀνεκφράστου καὶ ἀνεπιλογίστου πάσῃ γενητῇ φύσει τυγχά νοντος. Οὕτω δὲ καὶ τὸ ὁμοούσιον εἶναι τοῦ Πατρὸς τὸν Υἱὸν ἐξεταζόμενος ὁ λόγος συνίστησιν͵ οὐ κατὰ τὸν τῶν σωμάτων τρόπον͵ οὐδὲ τοῖς θνητοῖς ζῴοις παραπλησίως· οὔτε γὰρ κατὰ διαίρεσιν τῆς οὐσίας͵ οὔτε κατὰ ἀποτο μὴν͵ ἢ ἀλλοίωσιν τῆς τοῦ Πατρὸς οὐσίας τε καὶ δυνάμεως· τούτων γὰρ πάντων ἀλλοτρίαν εἶναι τὴν ἀγέννητον φύσιν τοῦ Πατρός· παραστατικὸν δὲ εἶναι τῷ Πατρὶ τὸ ὁμοούσιον͵ τὸ μηδεμίαν ἐμφέρειαν πρὸς τὰ γενητὰ κτίσματα τὸν Υἱὸν τοῦ Θεοῦ ἐμφαίνειν· μόνῳ δὲ τῷ Πατρὶ τῷ γεγεννηκότι κατὰ πάντα τρόπον ἀφωμοιῶσθαι͵ καὶ μὴ εἶναι ἐξ ἑτέρας τὲ ὑποστάσεως καὶ οὐσίας͵ ἀλλ΄ ἐκ τοῦ Πατρός. Ὧι καὶ αὐτῷ τοῦτον ἑρμηνευθέντι τὸν τρόπον͵ καλῶς ἔχειν ἐφάνη συγκαταθέσθαι· ἐπεὶ καὶ τῶν παλαιῶν τινὰς λογίους καὶ ἐπιφανεῖς ἐπισκόπους καὶ συγγραφέας ἔγνωμεν͵ ἐπὶ τῆς τοῦ Πατρὸς καὶ Υἱοῦ θεολογίας τῷ τοῦ ὁμοουσίου συγχρησαμένους ὀνόματι. Ταῦτα μὲν οὖν περὶ τῆς ἐκτεθείσης εἰρήσθω πίστεως͵ ᾗ συνεφωνήσαμεν οἱ πάντες οὐκ ἀνεξετάστως͵ ἀλλὰ κατὰ τὰς ἀποδοθείσας διανοίας͵ ἐπ΄ αὐτοῦ τοῦ θεοφιλεστάτου βασιλέως ἐξετασθείσας͵ καὶ τοῖς εἰρημένοις λογισμοῖς συνομολογηθείσας· καὶ τὸν ἀναθεματισμὸν δὲ τὸν μετὰ τὴν πίστιν πρὸς αὐτῶν ἐκτεθέντα͵ ἄλυπον εἶναι ἡγησάμεθα͵ διὰ τὸ ἀπείργειν ἀγράφοις χρήσασθαι φωναῖς· διὸ σχεδὸν ἡ πᾶσα γέγονε σύγχυσίς τε καὶ ἀκαταστασία τῶν ἐκκλησιῶν. Μηδεμιᾶς γοῦν θεοπνεύστου γραφῆς τῷ ἐξ οὐκ ὄντων͵ καὶ τῷ ἦν ποτὲ ὅτε οὐκ ἦν͵ καὶ τοῖς ἑξῆς ἐπιλεγομένοις κεχρημένης͵ οὐκ εὔλογον ἐφάνη ταῦτα λέγειν καὶ διδάσκειν· ᾧ καὶ αὐτῷ καλῶς δόξαντι συνεθέμεθα͵ ἐπεὶ μηδὲ ἐν τῷ πρὸ τούτου χρόνῳ͵ τούτοις εἰώθαμεν χρῆσθαι τοῖς ῥήμασι ..... Ταῦτα ὑμῖν ἀναγκαίως διεπεμψάμεθα͵ ἀγαπητοὶ͵ τὸ κεκριμένον τῆς ἡμετέρας ἐξετάσεώς τε καὶ συγκαταθέσεως φανερὸν ὑμῖν καθιστῶντες· καὶ͵ ὡς εὐλόγως͵ τότε μὲν καὶ μέχρι ὑστάτης ὥρας ἐνιστάμεθα͵ ὅθ΄ ἡμῖν τὰ ἑτεροίως γραφέντα προσ έκοπτεν· τότε δὲ ἀφιλονείκως τὰ μὴ λυποῦντα κατεδεξάμεθα͵ ὅτε ἡμῖν εὐγνω μόνως ἐξετάζουσι τῶν λόγων τὴν διάνοιαν ἐφάνη συντρέχειν τοῖς ὑφ΄ ἡμῶν αὐτῶν ἐν τῇ προεκτεθείσῃ πίστει ὡμολογημένοις.

Τοιαῦτα μὲν ὁ τοῦ Παμφίλου Εὐσέβιος εἰς τὴν Παλαιστίνης Καισάρειαν διεπέμψατο. Καὶ τῇ Ἀλεξανδρέων δὲ ἐκκλησίᾳ͵ καὶ τοῖς ἐν Αἰγύπτῳ καὶ Λιβύῃ καὶ Πενταπόλει͵ κοινῇ ψήφῳ τάδε ἡ σύνοδος ἔγραψεν.

1.9 Ἐπιστολὴ τῆς συνόδου͵ περὶ ὧν ὥρισεν ἡ σύνοδος· καὶ ὡς καθῃρέθη Ἄρειος͵ καὶ οἱ ὁμοφρονοῦντες αὐτῷ. Τῇ ἁγίᾳ Θεοῦ χάριτι͵ καὶ μεγάλῃ Ἀλεξανδρέων ἐκκλησίᾳ͵ καὶ τοῖς κατ΄ Αἴγυπτον͵ καὶ Λιβύην καὶ Πεντάπολιν ἀγαπητοῖς ἀδελφοῖς͵ οἱ ἐν Νικαίᾳ συναχθέντες͵ καὶ τὴν μεγάλην καὶ ἁγίαν σύνοδον συγκροτήσαντες ἐπίσκοποι͵ ἐν Κυρίῳ χαίρειν. Ἐπειδὴ τῆς τοῦ Θεοῦ χάριτος͵ καὶ τοῦ θεοφιλεστάτου βασιλέως Κωνσταντίνου συναγαγόντος ἡμᾶς ἐκ διαφόρων πόλεών τε καὶ ἐπαρχιῶν͵ μεγάλη καὶ ἁγία σύνοδος ἐν Νικαίᾳ συνεκροτήθη͵ ἐξ ἅπαντος ἀναγκαῖον ἐφάνη͵ παρὰ τῆς ἱερᾶς συνόδου καὶ πρὸς ὑμᾶς ἐπιστεῖλαι γράμματα· ἵν΄ εἰδέναι ἔχοιτε τίνα μὲν ἐκινήθη καὶ ἐξητάσθη͵ τίνα δὲ ἔδοξε καὶ ἐκρατύνθη. Πρῶτον μὲν οὖν ἐξ ἁπάντων ἐξητάσθη τὰ κατὰ τὴν ἀσέβειαν καὶ τὴν παρανομίαν Ἀρείου καὶ τῶν σὺν αὐτῷ ἐπὶ παρουσίᾳ τοῦ θεοφιλεστάτου βασιλέως Κωνσταντίνου· καὶ παμψηφεὶ ἔδοξεν ἀναθεματισθῆναι τὴν ἀσεβῆ αὐτοῦ δόξαν͵ καὶ τὰ ῥήματα καὶ τὰ ὀνόματα τὰ βλάσφημα͵ οἷς ἐκέχρητο βλασφημῶν͵ τὸν Υἱὸν τοῦ Θεοῦ λέγων ἐξ οὐκ ὄντων͵ καὶ εἶναι ποτὲ ὅτε οὐκ ἦν͵ καὶ αὐτεξουσιότητι κακίας καὶ ἀρετῆς δεκτικὸν τὸν Υἱὸν τοῦ Θεοῦ λέγοντος͵ καὶ κτίσμα καὶ ποίημα ὀνομά ζοντος͵ ἅπαντα ταῦτα ἀνεθεμάτισεν ἡ ἁγία σύνοδος͵ οὐδὲ ὅσον ἀκοῦσαι τῆς ἀσεβοῦς δόξης ἢ ἀπονοίας͵ καὶ τῶν βλασφήμων ῥημάτων͵ ἀνασχομένη. Καὶ τὰ μὲν κατ΄ ἐκεῖνον οἵου τέλους τετύχηκε͵ πάντως ἢ ἀκηκόατε ἢ ἀκούσεσθε͵ ἵνα μὴ δόξωμεν ἐπεμβαίνειν ἀνδρὶ δι΄ οἰκείαν ἁμαρτίαν ἄξια τὰ ἐπίχειρα κομισαμένῳ. Τοσοῦτον δὲ ἴσχυσε αὐτοῦ ἡ ἀσέβεια͵ ὡς καὶ παραπολέσαι Θεωνᾶν ἀπὸ Μαρμαρικῆς͵ καὶ Σεκοῦνδον ἀπὸ Πτολεμαΐδος· τῶν γὰρ αὐτῶν κἀκεῖνοι τετυχήκασιν. Ἀλλ΄ ἐπειδὴ ἡ τοῦ Θεοῦ χάρις τῆς μὲν κακοδοξίας ἐκείνης καὶ ἀσεβείας καὶ τῆς βλασφημίας͵ καὶ τῶν προσώπων τῶν τολμησάντων διάστασιν καὶ διαίρεσιν ποιήσασθαι τοῦ εἰρηνευομένου ἄνωθεν λαοῦ͵ ἠλευθέρωσεν ἡμᾶς͵ ἐλείπετο δὲ τὸ κατὰ τὴν προπέτειαν Μελιτίου͵ καὶ τῶν ὑπ΄ αὐτοῦ χειροτονη θέντων· καὶ περὶ τούτου τοῦ μέρους ἃ ἔδοξε τῇ συνόδῳ͵ ἐμφανίζομεν ὑμῖν͵ ἀγαπητοὶ ἀδελφοί. Ἔδοξεν οὖν Μελίτιον μὲν͵ φιλανθρωπότερον κινηθείσης τῆς συνόδου͵ κατὰ γὰρ τὸν ἀκριβῆ λόγον οὐδεμιᾶς συγγνώμης ἄξιος ἦν͵ μένειν ἐν τῇ πόλει ἑαυτοῦ͵ καὶ μηδεμίαν ἐξουσίαν ἔχειν αὐτὸν μήτε χειροθετεῖν͵ μήτε προχειρίζεσθαι͵ μήτε ἐν χώρᾳ μήτε ἐν πόλει ἑτέρᾳ φαίνεσθαι ταύτης τῆς προφάσεως ἕνεκα· ψιλὸν δὲ τὸ ὄνομα τῆς τιμῆς κεκτῆσθα. Τοὺς δὲ ὑπ΄ αὐτοῦ κατασταθέντας͵ μυστικωτέρᾳ χειροτονίᾳ βεβαιωθέντας κοινωνῆσαι ἐπὶ τούτοις͵ ἐφ΄ ᾧτε ἔχειν μὲν αὐτοὺς τὴν τιμὴν καὶ λειτουργίαν͵ δευτέρους δὲ εἶναι ἐξάπαντος πάντων τῶν ἐν ἑκάστῃ παροικίᾳ τε καὶ ἐκκλησίᾳ ἐξεταζομένων͵ τῶν ὑπὸ τοῦ τιμιωτάτου καὶ συλλειτουργοῦ ἡμῶν Ἀλεξάνδρου προκεχειρισμένων· ὥστε τούτοις μηδεμίαν ἐξουσίαν εἶναι τοὺς ἀρέσκοντας αὐτοῖς προχειρίζεσθαι͵ ἢ ὑποβάλλειν ὀνόματα͵ ἢ ὅλως ποιεῖν τι χωρὶς γνώμης τῶν τῆς καθολικῆς ἐκκλησίας ἐπισκόπων͵ τῶν ὑπὸ Ἀλέξανδρον. Τοὺς δὲ χάριτι Θεοῦ καὶ εὐχαῖς ὑμετέραις ἐν μηδενὶ σχίσματι εὑρεθέντας͵ ἀλλὰ ἀκηλι δώτους ἐν τῇ καθολικῇ ἐκκλησίᾳ ὄντας͵ καὶ ἐξουσίαν ἔχειν προχειρίζεσθαι καὶ ὀνόματα ἐπιλέγεσθαι τῶν ἀξίων τοῦ κλήρου͵ καὶ ὅλως πάντα ποιεῖν κατὰ νόμον καὶ θεσμὸν τὸν ἐκκλησιαστικόν. Εἰ δέ τινας συμβαίη ἀναπαύσασθαι τῶν ἐν τῇ ἐκκλησίᾳ͵ τηνικαῦτα προσαναβαίνειν εἰς τὴν τιμὴν τοῦ τετελευτη κότος τοὺς ἄρτι προσληφθέντας͵ μόνον εἰ ἄξιοι φαίνοιντο͵ καὶ ὁ λαὸς αἱροῖτο͵ συνεπιψηφίζοντος αὐτῷ καὶ ἐπισφραγίζοντος τοῦ τῆς Ἀλεξανδρείας ἐπισκόπου. Τοῦτο δὲ τοῖς μὲν ἄλλοις πᾶσι συνεχωρήθη· ἐπὶ δὲ τοῦ Μελιτίου προσώπου οὐκέτι τὰ αὐτὰ ἔδοξε͵ διὰ τὴν ἀνέκαθεν αὐτοῦ ἀταξίαν͵ καὶ διὰ τὸ πρόχειρον καὶ προπετὲς τῆς γνώμης͵ ἵνα μηδεμία ἐξουσία ἢ αὐθεντία αὐτῷ δοθείη͵ ἀνθρώπῳ δυναμένῳ πάλιν τὰς αὐτὰς ἀταξίας ἐμποιῆσαι. Ταῦτα ἐστὶ τὰ ἐξαίρετα καὶ διαφέροντα Αἰγύπτῳ͵ καὶ τῇ ἁγιωτάτῃ Ἀλεξανδρέων ἐκκλησίᾳ. Εἰ δέ τι ἄλλο ἐκανονίσθη ἢ ἐδογματίσθη͵ συμπαρόντος τοῦ κυρίου καὶ τιμιω τάτου συλλειτουργοῦ καὶ ἀδελφοῦ ἡμῶν Ἀλεξάνδρου͵ αὐτὸς παρὼν ἀκριβέ στερον ἀνοίσει πρὸς ὑμᾶς͵ ἅτε δὴ καὶ κύριος καὶ κοινωνὸς τῶν γεγενημένων τυγχάνων. Εὐαγγελιζόμεθα δὲ ὑμῖν͵ περὶ τῆς συμφωνίας τοῦ ἁγιωτάτου Πάσχα͵ ὅτι ὑμετέραις εὐχαῖς κατωρθώθη καὶ τοῦτο τὸ μέρος· ὥς τε πάντας τοὺς ἐν τῇ ἑῴᾳ ἀδελφοὺς͵ τοὺς μετὰ τῶν Ἰουδαίων τὸ πρότερον ποιοῦντας͵ συμφώνως Ρωμαίοις καὶ ἡμῖν͵ καὶ πᾶσιν ὑμῖν τοῖς ἐξ ἀρχαίου μεθ΄ ἡμῶν φυλάττουσι τὸ Πάσχα͵ ἐκ τοῦ δεῦρο ἄγειν. Χαίροντες οὖν ἐπὶ τοῖς κατορθώ μασι͵ καὶ τῇ τῆς εἰρήνης συμφωνίᾳ͵ καὶ ἐπὶ τῷ πᾶσαν αἵρεσιν ἐκκοπῆναι͵ ἀποδέξασθε μὲν μετὰ μείζονος τιμῆς καὶ πλείονος ἀγάπης τὸν συλλειτουργὸν ἡμῶν͵ ὑμῶν δὲ ἐπίσκοπον Ἀλέξανδρον͵ τὸν εὐφράναντα ἡμᾶς ἐν τῇ παρουσίᾳ͵ καὶ ἐν ταύτῃ τῇ ἡλικίᾳ τοσοῦτον πόνον ὑποστάντα ὑπὲρ τοῦ εἰρήνην γενέσθαι καὶ παρ΄ ὑμῖν. Εὔχεσθε δὲ ὑπὲρ ἡμῶν ἁπάντων͵ ἵνα τὰ καλῶς ἔχειν δόξαντα͵ ταῦτα βέβαια μένῃ͵ διὰ τοῦ παντοκράτορος Θεοῦ͵ καὶ διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ͵ σὺν Ἁγίῳ Πνεύματι· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας͵ ἀμήν.ῃ Ἐν ταύτῃ τῇ τῆς συνόδου ἐπιστολῇ φανερὸν καθίστησιν͵ ὅτι οὐ μόνον Ἄρειον καὶ τοὺς ὁμοδόξους αὐτοῦ ἀνεθεμάτισαν͵ ἀλλὰ καὶ τὰς λέξεις τῆς δόξης αὐτοῦ· καὶ ὅτι περὶ τοῦ Πάσχα ὁμοφρονή σαντες͵ ἐδέξαντο τὸν αἱρεσιάρχην Μελίτιον͵ τὴν μὲν ἀξίαν τῆς ἐπισκοπῆς ἔχειν αὐτὸν συγχωρήσαντες͵ τὴν δὲ ἐξουσίαν τοῦ πράτ τειν αὐτὸν τινὰ ὡς ἐπίσκοπον͵ περιελόντες· δι΄ ἣν αἰτίαν νομίζω͵ ἄχρι νῦν κεχωρίσθαι τῆς ἐκκλησίας τοὺς ἐν Αἰγύπτῳ Μελιτιανοὺς͵ ὅτι περιεῖλεν ἡ σύνοδος Μελιτίου τὸ δύνασθαι. Ἰστέον δὲ͵ ὅτι Ἄρειος βιβλίον συνέγραψε περὶ τῆς ἑαυτοῦ δόξης͵ ὃ ἐπέγραψε Θάλειαν· ἔστι δὲ ὁ χαρακτὴρ τοῦ βιβλίου χαῦνος καὶ διαλελυμένος͵ τοῖς Σωταδίοις ᾄσμασιν͵ ἤτοι μέτροις͵ παραπλήσιος· ὅπερ καὶ αὐτὸ τότε ἡ σύνοδος ἀπεκήρυξεν. Οὐ μόνη δὲ ἡ σύνοδος τοῦ γράψαι περὶ τῆς γενομένης εἰρήνης ἐφρόντισεν͵ ἀλλὰ γὰρ καὶ ὁ βασιλεὺς Κωνσταντῖνος δι΄ οἰκείων γραμμάτων τῇ Ἀλεξανδρέων ἐκκλησίᾳ τάδε ἐπέστειλεν.

Ἡ ἐπιστολὴ τοῦ βασιλέως. Κωνσταντῖνος Σεβαστὸς͵ τῇ καθολικῇ Ἀλεξανδρέων ἐκκλησίᾳ. Χαίρετε ἀγαπητοὶ ἀδελφοί. Τελείαν παρὰ τῆς θείας προνοίας εἰλήφαμεν χάριν͵ ἵνα πάσης πλάνης ἀπαλλαγέντες͵ μίαν καὶ τὴν αὐτὴν ἐπιγινώσκωμεν πίστιν. Οὐδὲν λοιπὸν τῷ διαβόλῳ ἔξεστι καθ΄ ἡμῶν· πᾶν εἴ τι δ΄ ἂν κακοτεχνησάμενος ἐπεχείρησεν͵ ἐκ βάθρων ἀνῄρηται· τὰς διχονοίας͵ τὰ σχίσματα͵ τοὺς θορύβους ἐκείνους͵ καὶ τὰ τῶν διαφωνιῶν͵ ἵν΄ οὕτως εἴπω͵ θανάσιμα φάρμακα͵ κατὰ τὴν τοῦ Θεοῦ κέλευσιν͵ ἡ τῆς ἀληθείας ἐνίκησε λαμπρότης. Ἕνα τοιγαρ οῦν ἅπαντες καὶ τῷ ὀνόματι προσκυνοῦμεν͵ καὶ εἶναι πεπιστεύκαμεν. Ἵνα δὲ τοῦτο γένηται͵ ὑπομνήσει Θεοῦ συνεκάλεσα εἰς τὴν Νικαέων πόλιν τοὺς πλείστους τῶν ἐπισκόπων͵ μεθ΄ ὧν περ εἷς ἐξ ὑμῶν ἐγὼ͵ ὁ συνθεράπων ὑμέτερος καθ΄ ὑπερβολὴν εἶναι χαίρων͵ καὶ αὐτὸς τὴν τῆς ἀληθείας ἐξέτασιν ἀνεδεξάμην. Ἠλέγχθη γοῦν ἅπαντα͵ καὶ ἀκριβῶς ἐξήτασται͵ ὅσα δὴ ἀμφιβολίαν ἢ διχονοίας πρόφασιν ἐδόκει γεννᾷν. Καὶ φεισάσθω ἡ θεία μεγαλειό της͵ ἡλίκα καὶ ὡς δεινὰ τὰ περὶ τοῦ μεγάλου Σωτῆρος͵ περὶ τῆς ἐλπίδος καὶ ζωῆς ἡμῶν͵ ἀπρεπῶς ἐβλασφήμουν τινες͵ τἀναντία ταῖς θεοπνεύστοις γραφαῖς καὶ τῇ ἁγίᾳ πίστει φθεγγόμενοί τε καὶ πιστεύειν ὁμολογοῦντες. Τριακοσίων γοῦν καὶ πλειόνων ἐπισκόπων͵ ἐπὶ σωφροσύνῃ τε καὶ ἀγχινοίᾳ θαυμαζομένων͵ μίαν καὶ τὴν αὐτὴν πίστιν͵ ἣ καὶ ταῖς ἀληθείαις καὶ ἀκριβείαις τοῦ θείου νόμου πέφυκε πίστις εἶναι͵ βεβαιούντων͵ μόνος Ἄρειος ἐφωράθη τῆς διαβολικῆς ἐνεργείας ἡττημένος͵ καὶ τὸ κακὸν τοῦτο πρῶτον μὲν παρ΄ ὑμῖν͵ ἔπειτα καὶ παρ΄ ἑτέροις ἀσεβεῖ γνώμῃ διασπείρας. Ἀναδεξώμεθα τοιγαροῦν͵ ἣν ὁ παντοκράτωρ παρέσχε γνώμην· ἐπανέλθωμεν ἐπὶ τοὺς ἀγαπητοὺς ἡμῶν ἀδελφοὺς͵ ὧν ἡμᾶς τοῦ διαβόλου ἀναιδής τις ὑπηρέτης ἐχώρισεν· ἐπὶ τὸ κοινὸν σῶμα͵ καὶ τὰ γνήσια ἡμῶν μέλη͵ σπουδῇ πάσῃ ἴωμεν. Τοῦτο γὰρ καὶ τῇ ἀγχινοίᾳ͵ καὶ τῇ πίστει͵ καὶ τῇ ὁσιότητι τῇ ὑμετέρᾳ πρέπει͵ ἵνα τῆς πλάνης ἐλεγχθείσης ἐκείνου͵ ὃν τῆς ἀληθείας εἶναι ἐχθρὸν συνέστηκεν͵ πρὸς τὴν θείαν ἐπανέλθητε χάριν. Ὃ γὰρ τοῖς τριακοσίοις ἤρεσεν ἐπισκόποις͵ οὐδὲ ἔστιν ἕτερον͵ ἢ τοῦ Θεοῦ γνώμη͵ μάλιστά γε ὅπου τὸ ἅγιον Πνεῦμα τοιούτων καὶ τηλικούτων ἀνδρῶν ταῖς διανοίαις ἐγκείμενον τὴν θείαν βούλησιν ἐξεφώτισεν. Διὸ μηδεὶς ἀμφιβαλλέτω͵ μηδεὶς ὑπερτιθέσθω· ἀλλὰ προθύμως πάντες εἰς τὴν ἀληθεστάτην ὁδὸν ἐπάνιτε· ἵν΄ ἐπειδὰν ὅσον οὐδέπω πρὸς ὑμᾶς ἀφίκωμαι͵ τὰς ὀφειλομένας τῷ παντεφόρῳ Θεῷ μεθ΄ ὑμῶν ὁμολογήσω χάριτας͵ ὅτι τὴν εἰλικρινῆ πίστιν ἐπιδείξας͵ τὴν εὐκταίαν ὑμῖν ἀγάπην ἀποδέδωκεν. Ὁ Θεὸς ὑμᾶς διαφυλάξοι͵ ἀγαπητοὶ ἀδελφοί.

Ὁ μὲν δὴ βασιλεὺς τοιαῦτα ἔγραφε τῷ Ἀλεξανδρέων δήμῳ͵ μηνύων ὅτι οὐχ ἁπλῶς͵ οὐδὲ ὡς ἔτυχε͵ γέγονεν ὁ ὅρος τῆς πίστεως· ἀλλ΄ ὅτι μετὰ πολλῆς συζητήσεως καὶ δοκιμασίας αὐτὸν ὑπηγόρευσαν· καὶ οὐχ ὅτι τινὰ μὲν ἐλέχθη͵ τινὰ δὲ ἀπεσιγήθη͵ ἀλλ΄ ὅτι ὅσα πρὸς σύστασιν τοῦ δόγματος λεχθῆναι ἥρμοζε͵ πάντα ἐκινήθη· καὶ ὅτι οὐχ ἁπλῶς ὡρίσθη͵ ἀλλ΄ ἀκριβῶς ἐξητάσθη πρότερον· ὥστε πάντα ὅσα ἢ ἀμφιβολίας͵ ἢ διχονοίας πρόφασιν ἐδόκει γεννᾷν͵ ταῦτα ἐκποδὼν γεγενῆσθαι. Τὸ κεφάλαιον δὲ͵ γνώμην Θεοῦ τὴν πάντων τῶν ἐκεῖ συνελθόντων γνώμην καλεῖ͵ καὶ Πνεύματι ἁγίῳ τῶν τοσούτων καὶ τηλικούτων ἐπισκόπων τὴν ὁμοφωνίαν γενέσθαι οὐκ ἀπιστεῖ. Σαβῖνος δὲ͵ ὁ τῆς Μακεδονίου αἱρέσεως προεστὼς͵ τούτοις μὲν ἑκὼν οὐ προσέχει· ἀλλ΄ ἰδιώτας͵ καὶ μὴ ἔχειν γνῶσιν͵ τοὺς ἐκεῖ συνελθόντας φησὶν͵ κινδυνεύων καὶ αὐτὸν τὸν Καισαρέα Εὐσέβιον ἐπὶ ἀγνωσίᾳ διαβάλλειν· καὶ οὐκ ἐνθυμεῖται ὡς͵ εἰ καὶ ἰδιῶται ἦσαν οἱ τῆς συνόδου͵ κατελάμποντο δὲ ὑπὸ τοῦ Θεοῦ͵ καὶ τῆς χάριτος τοῦ ἁγίου Πνεύματος͵ οὐδαμῶς ἀστοχῆσαι τῆς ἀληθείας ἐδύναντο. Ἐπάκουσον γοῦν͵ οἷα καὶ δι΄ ἑτέρας ἐπιστολῆς ὁ βασιλεὺς͵ κατά τε Ἀρείου καὶ τῶν ὁμοδόξων αὐτοῦ νομοθετήσας͵ τοῖς πανταχοῦ ἐπισκόποις τε καὶ λαοῖς διεπέμψατο.

Ἄλλη ἐπιστολὴ Κωνσταντίνου. Νικητὴς Κωνσταντῖνος͵ μέγιστος͵ Σεβαστὸς͵ ἐπισκόποις καὶ λαοῖς. Τοὺς πονηροὺς καὶ ἀσεβεῖς μιμησάμενος Ἄρειος͵ δίκαιός ἐστι τὴν αὐτὴν ἐκείνοις ὑπέχειν ἀτιμίαν. Ὥσπερ τοίνυν Πορφύριος ὁ τῆς θεοσεβείας ἐχθρὸς͵ συντάγματα παράνομα κατὰ τῆς θρησκείας συστησάμενος͵ ἄξιον εὕρετο μισθὸν͵ καὶ τοιοῦτον ὥστε ἐπονείδιστον μὲν αὐτὸν πρὸς τὸν ἑξῆς γενέσθαι χρόνον καὶ πλείστης ἀναπλησθῆναι κακοδοξίας͵ ἀφανισθῆναι δὲ τὰ ἀσεβῆ αὐτοῦ συγγράμματα· οὕτω καὶ νῦν ἔδοξεν Ἄρειόν τε καὶ τοὺς Ἀρείου ὁμογνώμονας Πορφυριανοὺς μὲν καλεῖσθαι͵ ἵν΄ ὧν τοὺς τρόπους μεμίμηνται͵ τούτων ἔχωσι καὶ τὴν προσηγορίαν. Πρὸς δὲ τούτοις͵ καὶ εἴ τι σύγγραμμα ὑπὸ Ἀρείου συντεταγμένον εὑρίσκοιτο͵ τοῦτο πυρὶ παραδίδοσθαι· ἵνα μὴ μόνον τὰ φαῦλα αὐτοῦ τῆς διδασκαλίας ἀφανισθείη͵ ἀλλὰ μηδὲ ὑπόμνημα αὐτοῦ ὅλως ὑπολείποιτο. Ἐκεῖνο μέντοι προαγορεύω͵ ὡς εἴ τις σύγγραμμα ὑπὸ Ἀρείου συνταγὲν φωραθείη κρύψας͵ καὶ μὴ εὐθέως προσενεγκὼν πυρὶ καταναλώσῃ͵ τούτῳ θάνατος ἔσται ἡ ζημία· παραχρῆμα γὰρ ἁλοὺς ἐπὶ τούτῳ͵ κεφαλικὴν ὑποστήσεται τιμωρίαν. Ὁ Θεὸς ὑμᾶς διαφυλάξοι.

Ἄλλη ἐπιστολή. Κωνσταντῖνος Σεβαστὸς ταῖς ἐκκλησίαις. Πεῖραν λαβὼν ἐκ τῆς τῶν κοινῶν εὐπραξίας͵ ὅση τῆς θείας δυνάμεως πέφυκε χάρις͵ τοῦτον πρὸ πάντων ἔκρινα εἶναί μοι προσήκειν σκοπὸν͵ ὅπως παρὰ τοῖς μακαριωτάτοις τῆς καθολικῆς ἐκκλησίας πλήθεσι πίστις μία͵ καὶ εἰλικρινὴς ἀγάπη͵ ὁμογνώμων τε περὶ τὸν παγκρατῆ Θεὸν εὐσέβεια τηρῆται. Ἀλλ΄ ἐπειδὴ τοῦτο ἑτέρως οὐχ οἷόν τε ἦν ἀκλινῆ καὶ βεβαίαν τάξιν λαβεῖν͵ εἰ μὴ εἰς ταὐτὸ πάντων ὁμοῦ͵ ἢ τῶν γοῦν πλειόνων ἐπισκόπων συνελθόντων͵ ἑκάστου τῶν προσηκόντων τῇ ἁγιωτάτῃ θρησκείᾳ διάκρισις γένοιτο· τούτου ἕνεκεν πλείστων ὅσων συναθροισθέντων͵ καὶ αὐτὸς δὲ καθάπερ εἷς ἐξ ὑμῶν ἐτύγχανον συμπαρών͵ οὐ γὰρ ἀρνησαίμην ἂν ἐφ΄ ᾧ μάλιστα χαίρω͵ συνθερά πων ὑμέτερος πεφυκέναι͵ ἄχρι τοσούτου ἅπαντα τῆς προσηκούσης τετύχηκεν ἐξετάσεως͵ ἄχρις οὗ ἡ τῷ πάντων ἐφόρῳ ἀρέσκουσα γνώμη πρὸς τὴν τῆς ἑνό τητος συμφωνίαν εἰς φῶς προήχθη· ὡς μηδὲν ἔτι πρὸς διχόνοιαν ἢ πίστεως ἀμφισβήτησιν ὑπολείπεσθαι. Ἔνθα καὶ περὶ τῆς τοῦ Πάσχα ἁγιωτάτης ἡμέρας γενομένης ζητήσεως͵ ἔδοξε κοινῇ γνώμῃ καλῶς ἔχειν͵ ἐπὶ μιᾶς ἡμέρας πάντας τοὺς ἁπανταχοῦ ἐπιτελεῖν. Τί γὰρ ἡμῖν κάλλιον͵ τί δὲ σεμνότερον ὑπάρξαι δυνήσεται͵ τοῦ τὴν ἑορτὴν ταύτην͵ παρ΄ ἧς τὴν τῆς ἀθανασίας εἰλήφαμεν ἐλπίδα͵ μιᾷ τάξει καὶ φανερῷ λόγῳ͵ παρὰ πᾶσιν ἀδιαπτώτως φυλάττεσθαι; καὶ πρῶτον μὲν͵ ἀνάξιον ἔδοξεν εἶναι τὴν ἁγιωτάτην ἐκείνην ἑορτὴν τῇ τῶν Ἰουδαίων ἑπομένους συνηθείᾳ πληροῦν· οἳ τὰς ἑαυτῶν χεῖρας ἀθεμίτῳ πλημμελήματι χράναντες͵ εἰκότως τὰς ψυχὰς οἱ μιαροὶ τυφλώττουσιν· ἔξεστι γὰρ τοῦ ἐκείνων ἔθους ἀποβληθέντος͵ ἀληθεστέρᾳ τάξει͵ ἣν ἐκ πρώτης τοῦ πάθους ἡμέρας μέχρι τοῦ παρόντος ἐφυλάξαμεν͵ καὶ ἐπὶ τοὺς μέλλοντας αἰῶνας τὴν τῆς ἐπιτηρήσεως ταύτης συμπλήρωσιν ἐγγίνεσθαι. Μηδὲν τοίνυν ἔστω ὑμῖν κοινὸν μετὰ τοῦ ἐχθίστου τῶν Ἰουδαίων ὄχλου. Εἰλήφαμεν παρὰ τοῦ Σωτῆρος ἑτέραν ὁδόν· πρόκειται γὰρ δρόμος τῇ ἱερωτάτῃ ἡμῶν θρησκείᾳ καὶ νόμιμος καὶ πρέπων· τοῦτον συμφώνως ἀντιλαμβανόμενοι͵ τῆς αἰσχρᾶς ἐκείνης ἑαυτοὺς συνειδήσεως ἀποσπάσωμεν͵ ἀδελφοὶ τιμιώτατοι. Ἔστι γὰρ ὡς ἀληθῶς ἀτοπώτατον ἐκείνους αὐχεῖν͵ ὡς ἄρα παρεκτὸς τῆς αὐτῶν διδασκαλίας ταῦτα φυλάττειν οὐκ ἦμεν ἱκανοί. Τί δὲ φρονεῖν ἐκεῖνοι ὀρθὸν δυνήσονται͵ οἳ μετὰ τὴν Κυριοκτονίαν ἐκείνην ἐκστάντες τῶν φρενῶν͵ ἄγονται οὐ λογισμῷ τινὶ͵ ἀλλ΄ ὁρμῇ ἀκατασχέτῳ͵ ὅποι ἂν αὐτοὺς ἡ ἔμφυτος αὐτῶν ἀγάγῃ μανία; ἐκεῖθεν τοίνυν κἀν τούτῳ τῷ μέρει τὴν ἀλήθειαν οὐχ ὁρῶσιν͵ ὡς ἀεὶ κατὰ πλεῖστον αὐτοὺς πλανωμένους͵ ἀντὶ τῆς προσηκούσης ἐπανορ θώσεως͵ ἐν τῷ αὐτῷ ἔτει δεύτερον τὸ Πάσχα ἐπιτελεῖν. Τίνος οὖν χάριν τούτοις ἑπόμεθα͵ οἳ δεινὴν πλάνην νοσεῖν ὡμολόγηνται; δεύτερόν γε τὸ Πάσχα ἐν ἑνὶ ἐνιαυτῷ οὐκ ἄν ποτε ποιεῖν ἀνεξόμεθα. Ἀλλ΄ εἰ καὶ ταῦτα μὴ προΰκειτο͵ τὴν ὑμετέραν ἀγχίνοιαν ἐχρῆν καὶ διὰ σπουδῆς καὶ δι΄ εὐχῆς ἔχειν πάντοτε͵ ἐν μηδενὸς ὁμοιότητι τὸ καθαρὸν τῆς ἡμετέρας ψυχῆς κοινω νεῖν͵ ἢ δοκεῖν͵ ἀνθρώπων ἔθεσι παγκάκων. Πρὸς τούτοις͵ κἀκεῖνο πάρεστι συνορᾷν͵ ὡς ἐν τηλικούτῳ πράγματι καὶ τοιαύτης θρησκείας ἑορτῇ διαφωνίαν ὑπάρχειν͵ ἐστὶν ἀθεώτατον· μίαν γὰρ ἡμῖν τὴν τῆς ἡμετέρας ἐλευθερίας ἡμέραν͵ τουτέστι τὴν τοῦ ἁγιωτάτου πάθους͵ ὁ ἡμέτερος παρέδωκε Σωτὴρ͵ μίαν εἶναι τὴν καθολικὴν αὐτοῦ ἐκκλησίαν βεβούληται· ἧς εἰ καὶ τὰ μάλιστα εἰς πολλούς τε καὶ διαφόρους τόπους τὰ μέρη διῄρηται͵ ἀλλ΄ ὅμως ἑνὶ πνεύ ματι͵ τουτέστι τῷ θείῳ βουλήματι͵ θάλπεται. Λογισάσθω δὲ ἡ τῆς ὑμετέρας ὁσιότητος ἀγχίνοια͵ ὅπως ἐστὶ δεινόν τε καὶ ἀπρεπὲς͵ κατὰ τὰς αὐτὰς ἡμέρας ἑτέρους μὲν ταῖς νηστείαις σχολάζειν͵ ἑτέρους δὲ συμπόσια τελεῖν· καὶ μετὰ τὰς τοῦ Πάσχα ἡμέρας͵ ἄλλους μὲν ἐν ἑορταῖς καὶ ἀνέσεσιν ἐξετάζεσθαι͵ ἄλλους δὲ ταῖς ὡρισμέναις ἐκδεδόσθαι νηστείαις. Διὰ τοῦτο γοῦν τῆς προσηκούσης ἐπανορθώσεως τυχεῖν͵ καὶ πρὸς μίαν διατύπωσιν ἄγεσθαι τοῦτο͵ ἡ θεία πρόνοια βούλεται͵ ὡς ἔγωγε ἅπαντας ἡγοῦμαι συνορᾷν. Ὅθεν ἐπειδὴ τοῦτο οὕτως ἐπανορθοῦσθαι προσῆκεν͵ ὡς μηδὲν μετὰ τῶν πατροκτόνων τε καὶ Κυριοκτόνων ἐκείνων εἶναι κοινόν· ἔστι τε τάξις εὐπρεπὴς͵ ἣν ἅπασαι τῶν δυτικῶν τε καὶ μεσημβρινῶν καὶ ἀρκτῴων τῆς οἰκουμένης μερῶν παραφυλάττουσιν αἱ ἐκκλησίαι͵ καί τινες τῶν κατὰ τὴν ἑῴαν τόπων· ὧν ἕνεκεν ἐπὶ τοῦ παρόντος καλῶς ἔχειν ἅπαντες ἡγήσαντο͵ καὶ αὐτὸς δὲ τῇ ὑμετέρᾳ ἀγχινοίᾳ ἀρέσειν ὑπεσχόμην· ἵν΄ ὅπερ ἂν κατὰ τὴν Ρωμαίων πόλιν͵ Ἰταλίαν τε καὶ Ἀφρικὴν͵ ἅπασαν Αἴγυπτον͵ Ἱσπανίας͵ Γαλλίας͵ Βρεττανίας͵ Λιβύην͵ ὅλην Ἑλλάδα͵ Ἀσιανήν τε διοίκησιν καὶ Ποντικὴν καὶ Κιλικίαν͵ μιᾷ καὶ συμφώνῳ φυλάττεται γνώμῃ͵ ἀσμένως τοῦτο καὶ ἡ ὑμετέρα προσδέξηται σύνεσις· λογιζομένη ὡς οὐ μόνον πλείων ἐστὶν ὁ τῶν κατὰ τοὺς προειρημένους τόπους ἐκκλησιῶν ἀριθμός͵ ἀλλὰ καὶ ὡς τοῦτο μάλιστα κοινῇ πάντας ὁσιώτατόν ἐστι βούλεσθαι͵ ὅπερ καὶ ὁ ἀκριβὴς ἀπαιτεῖν δοκεῖ λόγος͵ καὶ οὐδεμίαν μετὰ τῆς Ἰουδαίων ἐπιορκίας ἔχειν κοινωνίαν. Ἵνα δὲ τὸ κεφαλαιωδέστατον συντόμως εἴπω͵ κοινῇ πάντων ἤρεσε κρίσει͵ τὴν ἁγιωτάτην τοῦ Πάσχα ἑορτὴν μιᾷ καὶ τῇ αὐτῇ ἡμέρᾳ συντελεῖσθαι. Οὐδὲ γὰρ πρέπει ἐν τοιαύτῃ ἁγιότητι εἶναι τινὰ διαφοράν· καὶ κάλλιον ἕπεσθαι τῇ γνώμῃ ταύτῃ͵ ἐν ᾗ οὐδεμία ἔσται ἀλλοτρίας πλάνης καὶ ἁμαρτήματος ἐπιμιξία. Τούτων οὖν οὕτω στοιχούντων͵ ἀσμένως δέχεσθε τὴν οὐρανίαν καὶ θείαν ὡς ἀληθῶς ἐντολήν· πᾶν γὰρ ὅ τι δ΄ ἂν ἐν τοῖς ἁγίοις τῶν ἐπισκόπων συνεδρίοις πράττηται͵ τοῦτο πρὸς τὴν θείαν βούλησιν ἔχει τὴν ἀναφοράν. Διὸ πᾶσι τοῖς ἀγαπητοῖς ἡμῶν ἀδελφοῖς ἐμφανίσαντες τὰ προγεγραμμένα͵ ἤδη καὶ τὸν προειρημένον λόγον͵ καὶ τὴν παρατήρησιν τῆς ἁγιωτάτης ἡμέρας ὑποδέχεσθαί τε καὶ διατάττειν ὀφείλετε· ἵν΄ ἐπειδὰν πρὸς τὴν πάλαι μοι ποθουμένην τῆς ὑμετέρας διαθέσεως ὄψιν ἀφίκωμαι͵ ἐν μιᾷ καὶ τῇ αὐτῇ ἡμέρᾳ͵ τὴν ἁγίαν μεθ΄ ὑμῶν ἑορτὴν ἐπιτελέσαι δυνηθῶ· καὶ πάντων ἕνεκεν μεθ΄ ὑμῶν εὐδοκήσω͵ συνορῶν τὴν διαβολικὴν ὠμότητα ὑπὸ τῆς θείας δυνάμεως διὰ τῶν ἡμετέρων πράξεων ἀνῃρημένην͵ ἀκμαζούσης πανταχοῦ τῆς ὑμετέρας πίστεως καὶ εἰρήνης καὶ ὁμονοίας. Ὁ Θεὸς ὑμᾶς διαφυλάξοι͵ ἀδελφοὶ ἀγαπητοί.

Ἄλλη ἐπιστολὴ πρὸς Εὐσέβιον. Νικητὴς Κωνσταντῖνος͵ μέγιστος͵ Σεβαστὸς͵ Εὐσεβίῳ. Ἕως τοῦ παρόντος χρόνου͵ τῆς ἀνοσίου βουλήσεως καὶ τυραννίδος τοὺς ὑπηρέτας τοῦ Σωτῆρος Θεοῦ διωκούσης͵ πεπίστευκα καὶ ἀκριβῶς ἐμαυτὸν πέπεικα͵ πασῶν τῶν ἐκκλησιῶν τὰ ἔργα ἢ ὑπὸ ἀμελείας διεφθάρθαι ἢ φόβῳ τῆς ἐπικειμένης ἐνεργείας ἐλάττονα τῆς ἀξίας γεγενῆσθαι͵ ἀδελφὲ προσφι λέστατε. Νυνὶ δὲ τῆς ἐλευθερίας ἀποδοθείσης͵ καὶ τοῦ δράκοντος ἐκείνου Λικιννίου τοῦ διώκτου ἀπὸ τῆς τῶν κοινῶν διοικήσεως Θεοῦ τοῦ μεγίστου προνοίᾳ ἡμετέρᾳ δὲ ὑπηρεσίᾳ διωχθέντος͵ ἡγοῦμαι καὶ πᾶσι φανερὰν γενέσθαι τὴν θείαν δύναμιν͵ καὶ τοὺς ἢ φόβῳ ἢ ἀπιστίᾳ ἢ ἁμαρτήμασί τισι περιπεσόντας͵ ἐπιγνόντας δὲ τὸν ὄντως ὄντα Θεὸν͵ ἥξειν ἐπὶ τὴν ἀληθῆ καὶ ὀρθὴν τοῦ βίου κατάστασιν. Ὅσων τοίνυν ἢ αὐτὸς προΐστασαι ἐκκλησιῶν͵ ἢ ἄλλους τοὺς κατὰ τόπον προϊσταμένους ἐπισκόπους πρεσβυτέρους τε ἢ διακόνους οἶσθα͵ ὑπόμνησον σπουδάζειν περὶ τὰ ἔργα τῶν ἐκκλησιῶν͵ ἢ ἐπανορθοῦσθαι τὰ ὄντα͵ ἢ εἰς μείζονα αὔξειν͵ ἢ ἔνθα ἂν ἡ χρεία ἀπαιτῇ͵ καινὰ ποιεῖν. αἰτήσεις δὲ καὶ αὐτὸς͵ καὶ διὰ σοῦ οἱ λοιποὶ τὰ ἀναγκαῖα͵ παρά τε τῶν ἡγεμονευόντων καὶ τῆς ἐπαρχικῆς τάξεως· τούτοις γὰρ ἐπεστάλη͵ πάσῃ σπουδῇ ἐξυπηρετήσασθαι τοῖς ὑπὸ τῆς σῆς ὁσιότητος λεγομένοις. Ὁ Θεὸς διαφυλάξοι σε͵ ἀγαπητὲ ἀδελφέ.

Ταῦτα μὲν οὖν περὶ τῆς τῶν ἐκκλησιῶν οἰκοδομῆς πρὸς τοὺς καθ΄ ἑκάστην ἐναρχίαν ἐπισκόπους ἐπέστειλεν. Ὁποῖα δὲ καὶ περὶ τῆς τῶν ἱερῶν βιβλίων κατασκευῆς πρὸς Εὐσέβιον ἔγραψε τὸν Παλαιστῖνον͵ ἐξ αὐτῶν τῶν γραμμάτων καταμαθεῖν εὐπετές.

Νικητὴς Κωνσταντῖνος͵ μέγιστος͵ Σεβαστὸς͵ Εὐσεβίῳ Καισαρείας. Κατὰ τὴν ἐπώνυμον ἡμῖν πόλιν͵ τῆς τοῦ Σωτῆρος Θεοῦ συναιρομένης προ νοίας͵ μέγιστον πλῆθος ἀνθρώπων τῇ ἁγιωτάτῃ ἐκκλησίᾳ ἀνατέθεικεν ἑαυτὸν ὡς πάντων ἐκεῖσε πολλὴν λαβόντων αὔξησιν. Σφόδρα τοίνυν ἄξιον καταφαί νεται͵ καὶ ἐκκλησίας ἐν αὐτῇ κατασκευασθῆναι πλείους· τοιγάρτοι δέδεξο προθυμότατα τὸ δόξαν τῇ ἡμετέρᾳ προαιρέσει· πρέπον γὰρ κατεφάνη δηλῶσαι τοῦτο τῇ σῇ συνέσει͵ ὅπως ἂν πεντήκοντα σωμάτια ἐν διφθέραις ἐγκατασκεύοις εὐανάγνωστά τε καὶ πρὸς τὴν χρῆσιν εὐπαρακόμιστα͵ ὑπὸ τεχνιτῶν καλλιγράφων καὶ ἀκριβῶς τὴν τέχνην ἐπισταμένων͵ γραφῆναι κελεύσειας· τῶν θείων δηλαδὴ γραφῶν͵ ὧν μάλιστα τὴν ἐπισκευὴν καὶ τὴν χρῆσιν τῷ τῆς ἐκκλησίας λόγῳ ἀναγκαίαν εἶναι γινώσκεις. Ἀπέσταλται δὲ γράμματα παρὰ τῆς ἡμετέρας ἡμερότητος πρὸς τὸν τῆς διοικήσεως καθολικὸν͵ ὅπως ἂν πάντα τὰ πρὸς τὴν ἐπισκευὴν αὐτῶν ἐπιτήδεια παρασχεῖν φροντίσειεν. Ἵνα γὰρ ὡς τάχιστα τὰ γραφέντα σωμάτια κατασκευασθείη͵ τῆς σῆς ἐπιμελείας ἔργον τοῦτο γενήσεται· καὶ γὰρ δύο δημοσίων ὀχημάτων ἐξουσίαν εἰς διακομιδὴν͵ ἐκ τῆς αὐθεντίας τοῦ γράμματος ἡμῶν τούτου λαβεῖν σε προσήκει. Οὕτω γὰρ ἂν μάλιστα τὰ καλῶς γραφέντα καὶ μέχρι τῶν ἡμετέρων ὄψεων ῥᾷστα διακομισθείη͵ ἑνὸς δηλαδὴ τοῦτο πληροῦντος τῶν ἐκ τῆς σῆς ἐκκλησίας διακόνων· ὃς ἐπειδὰν ἀφίκηται πρὸς ἡμᾶς͵ τῆς ἡμετέρας πειραθήσεται φιλανθρωπίας. Ὁ Θεός σε διαφυλάξοι͵ ἀδελφὲ ἀγαπητέ.

Ἄλλη ἐπιστολὴ πρὸς Μακάριον. Νικητὴς Κωνσταντῖνος͵ μέγιστος͵ Σεβαστὸς͵ Μακαρίῳ Ἱεροσολύμων. Τοσαύτη τοῦ Σωτῆρος ἡμῶν ἐστὶν ἡ χάρις͵ ὡς μηδεμίαν λόγων χορηγίαν τοῦ παρόντος πράγματος ἀξίαν εἶναι δοκεῖν. Τὸ γὰρ γνώρισμα τοῦ ἁγιωτάτου ἐκείνου πάθους ὑπὸ τῇ γῇ πάλαι κρυπτόμενον τοσαύταις ἐτῶν περιόδοις λαθεῖν͵ ἄχρις οὗ διὰ τῆς τοῦ κοινοῦ πάντων ἐχθροῦ ἀναιρέσεως͵ ἐλευθερωθεῖσι τοῖς ἑαυτοῦ θεράπουσιν ἀναλάμπειν ἔμελλε͵ πᾶσαν ἔκπληξιν ὡς ἀληθῶς ὑπερβαίνει. Εἰ γὰρ πάντες οἱ διὰ πάσης τῆς οἰκουμένης εἶναι δοκοῦντες σοφοὶ εἰς ἓν καὶ τὸ αὐτὸ συνελθόντες ἄξιόν τι τοῦ πράγματος ἐθελήσωσιν εἰπεῖν͵ οὐδ΄ ἂν πρὸς τὸ βραχύτατον ἁμιλληθῆναι δυνήσονται· ἐπὶ τοσούτῳ πᾶσαν ἀνθρωπίνου λογισμοῦ χωρητικὴν φύσιν ἡ τοῦ θαύματος τούτου πίστις ὑπερβαίνει͵ ὅσῳ τῶν ἀνθρωπίνων τὰ οὐράνια συνέστηκεν εἶναι δυνατώτερα. Διὰ τοῦτο γοῦν οὗτος ἀεὶ καὶ πρῶτος καὶ μόνος ἔστι μοὶ σκοπὸς͵ ἵν΄ ὥσπερ ἑαυτὴν ὁσημέραι καινοτέροις θαύμασιν͵ ἡ τῆς ἀληθείας πίστις ἐπιδείκνυσιν͵ οὕτω καὶ αἱ ψυχαὶ πάντων ἡμῶν περὶ τὸν ἅγιον νόμον σωφροσύνῃ καὶ ὁμογνώμονι προθυμίᾳ σπουδαιότεραι γίγνοιντο. Ὅπερ ἐπειδὴ πᾶσιν εἶναι νομίζω φανερὸν͵ ἐκεῖνο μάλιστά σε πεπεῖσθαι βούλομαι͵ ὡς ἄρα πάντων μοι μέλει μᾶλλον͵ ὅπως τὸν ἱερὸν ἐκεῖνον τόπον͵ ὃν Θεοῦ προστάγματι αἰσχίστης εἰδώλου προσθήκης͵ ὥσπερ τινος ἐπικειμένου βάρους͵ ἐκούφισα͵ ἅγιον μὲν ἐξ ἀρχῆς Θεοῦ κρίσει γεγενημένον͵ ἁγιώτερον δὲ ἀποφανθέντα ἀφ΄ οὗ τὴν τοῦ σωτηρίου πάθους πίστιν εἰς φῶς προήγαγεν͵ οἰκοδομημάτων κάλλει κοσμή σωμεν. Προσήκει τοίνυν τὴν σὴν ἀγχίνοιαν οὕτω διατάξαι τε καὶ ἑκάστου τῶν ἀναγκαίων ποιήσασθαι πρόνοιαν͵ ὡς οὐ μόνον βασιλικὴν τῶν πανταχοῦ βελτίονα͵ ἀλλὰ καὶ τὰ λοιπὰ τοιαῦτα γενέσθαι͵ ὡς πάντα τὰ ἐφ΄ ἑκάστης πόλεως καλλιστεύοντα ὑπὸ τοῦ κτίσματος τούτου νικᾶσθαι. Καὶ περὶ μὲν τῆς τῶν τοίχων ἐργασίας τε καὶ καλλιεργίας͵ Δρακιλλιανῷ τῷ ἡμετέρῳ φίλῳ διέποντι τῶν λαμπροτάτων ἐπάρχων τὰ μέρη͵ καὶ τῷ τῆς ἐπαρχίας ἄρχοντι͵ παρ΄ ἡμῶν ἐγκεχειρίσθαι τὴν φροντίδα γίνωσκε. Κεκέλευσται γὰρ ὑπὸ τῆς ἐμῆς εὐσεβείας͵ καὶ τεχνίτας καὶ ἐργάτας͵ καὶ πάνθ΄ ὅσα περὶ τὴν οἰκοδομὴν ἀναγκαῖα τυγχάνειν παρὰ τῆς σῆς καταμάθοιεν ἀγχινοίας͵ παραχρῆμα διὰ τῆς ἐκείνων προνοίας ἀποσταλῆναι. Περὶ δὲ τῶν κιόνων͵ ἢ τῶν μαρμάρων͵ ἃ δ΄ ἂν νομίσῃς εἶναι τιμιώτερά τε καὶ χρησιμώτερα͵ αὐτὸς συνόψεως γενομένης πρὸς ἡμᾶς γράψαι σπούδασον· ἵν΄ ὅσων δ΄ ἂν καὶ ὁποίων χρείαν εἶναι διὰ τοῦ γράμματος ἐπιγνῶμεν͵ ταῦτα πανταχόθεν μετενεχθῆναι δυνηθῇ. Τὸν γὰρ τοῦ κόσμου θαυμασιώτερον τόπον κατ΄ ἀξίαν φαιδρύνεσθαι δίκαιον. Τὴν δὲ τῆς βασιλικῆς καμάραν͵ πότερον λακωναρίαν ἢ διά τινος ἑτέρας ἐργασίας γενέσθαι δοκεῖ͵ παρὰ σοῦ γνῶναι βούλομαι· εἰ γὰρ λακωναρία μέλλοι εἶναι͵ δυνήσεται καὶ χρυσῷ καλλωπισθῆναι. Τὸ λειπόμενον͵ ἵνα ἡ σὴ ὁσιότης τοῖς προειρημένοις δικασταῖς ᾗ τάχος γνωρισθῆναι ποιήσῃ͵ ὅσων τε καὶ ἐργατῶν καὶ τεχνιτῶν καὶ ἀναλωμάτων χρεία· καὶ πρὸς ἐμὲ εὐθέως ἀνενεγκεῖν σπούδασον͵ οὐ μόνον περὶ τῶν μαρμάρων τε καὶ κιόνων͵ ἀλλὰ καὶ περὶ τῶν λακωναριῶν͵ εἴγε τοῦτο κάλλιον ἐπικρίνειας. Ὁ Θεός σε διαφυλάξοι͵ ἀδελφὲ ἀγαπητέ.

Καὶ ἄλλας δὲ ἐπιστολὰς ὁ βασιλεὺς κατὰ Ἀρείου καὶ τῶν ὁμοδόξων αὐτοῦ πανηγυρικώτερον γράψας πανταχοῦ κατὰ πόλεις προσέθηκε͵ διακωμῳδῶν καὶ τῷ τῆς εἰρωνείας ἤθει διαβάλλων αὐτόν. Οὐ μὴν ἀλλὰ καὶ Νικομηδεῦσι κατὰ Εὐσεβίου καὶ Θεόγνιδος γράφων͵ καθάπτεται μὲν τῆς Εὐσεβίου κακοτροπίας͵ οὐ μόνον ἐπὶ τῷ Ἀρειανισμῷ͵ ἀλλ΄ ὅτι καὶ τῷ τυράννῳ ἤδη πρότερον εὐνοῶν τοῖς αὐτοῦ πράγμασιν ἐπεβούλευσε· παραινεῖ δὲ ἕτερον ἑλέσθαι ἐπίσκοπον ἀντ΄ αὐτοῦ. Ἀλλὰ τὰς περὶ τούτων ἐπιστολὰς͵ διὰ τὸ ἐν αὐταῖς μῆκος͵ ἐνταῦθα προσγράψαι περιττὸν εἶναι ἐνόμισα· ἔξεστι δὲ τοῖς βουλομένοις ἀναζητῆσαι καὶ ἐντυγχάνειν αὐταῖς. Καὶ περὶ τούτων τοσαῦτα εἰρήσθω.

1.10 Ὅτι καὶ τὸν Ναυατιανῶν ἐπίσκοπον Ἀκέσιον κεκλήκει εἰς τὴν σύνοδον ὁ βασιλεύς. Κινεῖ δέ με ἡ τοῦ βασιλέως σπουδὴ καὶ ἑτέρου πράγματος μνήμην ποιήσασθαι τῆς αὐτοῦ γνώμης͵ ὅπως ἐφρόντιζε τῆς εἰρήνης. Τῆς γὰρ ἐκκλησιαστικῆς ὁμονοίας πρόνοιαν ποιούμενος͵ κέκληκε πρὸς τὴν σύνοδον καὶ Ἀκέσιον τῆς τῶν Ναυατιανῶν θρησκείας ἐπίσκοπον. Μετὰ οὖν τὸ γραφῆναι καὶ ὑπογραφῆναι παρὰ τῆς συνόδου τὸν ὅρον τῆς πίστεως͵ ἠρώτα ὁ βασιλεὺς τὸν Ἀκέσιον͵ εἰ καὶ αὐτὸς τῇ πίστει συντίθεται καὶ τῷ ὁρισμῷ τῆς τοῦ Πάσχα ἑορτῆς· ὁ δὲ͵ Οὐδὲν καινὸν͵ ἔφη͵ ὦ βασιλεῦ͵ ἡ σύνοδος ὥρισεν· οὕτω γὰρ ἄνωθεν καὶ ἐξ ἀρχῆς ἐκ τῶν ἀποστολικῶν χρόνων παρείληφα καὶ τὸν ὅρον τῆς πίστεως καὶ τὸν χρόνον τῆς τοῦ Πάσχα ἑορτῆς. Ἐπανερομένου οὖν τοῦ βασιλέως͵ Διὰ τί οὖν τῆς κοινωνίας χωρίζῃ; ἐκεῖνος τὰ ἐπὶ Δεκίου γενόμενα κατὰ τὸν διωγμὸν ἐδίδασκε· καὶ τὴν ἀκρίβειαν τοῦ αὐστηροῦ κανόνος ἔλεγεν͵ ὡς ἄρα οὐ χρὴ τοὺς μετὰ τὸ βάπτισμα ἡμαρτηκότας ἁμαρτίαν͵ ἣν πρὸς θάνατον καλοῦσιν αἱ θεῖαι γραφαὶ͵ τῆς κοινωνίας τῶν θείων μυστη ρίων ἀξιοῦσθαι· ἀλλ΄ ἐπὶ μετάνοιαν μὲν αὐτοὺς προτρέπειν͵ ἐλπίδα δὲ τῆς ἀφέσεως μὴ παρὰ τῶν ἱερέων͵ ἀλλὰ παρὰ τοῦ Θεοῦ ἐκδέχεσθαι͵ τοῦ δυναμένου καὶ ἐξουσίαν ἔχοντος συγχωρεῖν ἁμαρτήματα. Ταῦτα εἰπόντος τοῦ Ἀκεσίου͵ ἐπειπεῖν τὸν βασιλέα͵ Θὲς͵ ὦ Ἀκέσιε͵ κλίμακα͵ καὶ μόνος ἀνάβηθι εἰς τὸν οὐρανόν. Τούτων οὔτε ὁ Παμφίλου Εὐσέβιος͵ οὔτε ἄλλος τις ἐμνημόνευσε πώποτε· ἐγὼ δὲ παρὰ ἀνδρὸς ἤκουσα οὐδαμῶς ψευδομένου͵ ὃς παλαιός τε ἦν σφόδρα͵ καὶ ὡς ἱστορήσας τὰ κατὰ τὴν σύνοδον ἔλεγεν. Ὅθεν καὶ τεκμαίρομαι τοῦτο πεπονθέναι τοὺς σιωπῇ ταῦτα παραπεμψαμένους͵ ὃ πολλοὶ τῶν ἱστορίας συγγραψαμένων πεπόνθασιν· ἐκεῖνοι γὰρ πολλὰ παραλείπουσιν͵ ἢ προσπάσχοντές τισιν͵ ἢ προσώποις χαριζόμενοι. Τὰ μὲν οὖν Ἀκεσίου τοσαῦτα.

1.11 Περὶ Παφνουτίου τοῦ ἐπισκόπου. Ἐπεὶ δὲ Παφνουτίου καὶ Σπυρίδωνος ποιήσασθαι μνήμην ἀνω τέρω ἐπηγγειλάμεθα͵ εὔκαιρον ἐνταῦθα περὶ αὐτῶν εἰπεῖν. Παφνούτιος γὰρ μιᾶς πόλεως τῶν ἄνω Θηβῶν ἐπίσκοπος ἦν· οὕτω δὲ ἦν ἀνὴρ θεοφιλὴς͵ ὡς καὶ σημεῖα θαυμαστὰ γίνεσθαι ὑπ΄ αὐτοῦ. Οὗτος ἐν καιρῷ τοῦ διωγμοῦ τὸν ὀφθαλμὸν ἐξεκόπη· σφόδρα δὲ ὁ βασιλεὺς ἐτίμα τὸν ἄνδρα͵ καὶ συνεχῶς ἐπὶ τὰ βασίλεια μετε πέμπετο͵ καὶ τὸν ἐξορωρυγμένον ὀφθαλμὸν κατεφίλει. Τοσαύτη προσῆν τῷ βασιλεῖ Κωνσταντίνῳ εὐλάβεια. Ἓν μὲν οὖν τοῦτο περὶ Παφνουτίου εἰρήσθω· ὃ δὲ πρὸς λυσιτέλειαν τῆς ἐκκλησίας καὶ κόσμον τῶν ἱερωμένων διὰ τῆς αὐτοῦ συμβουλῆς τότε γέγονε͵ διηγήσομαι. Ἐδόκει τοῖς ἐπισκόποις νόμον νεαρὸν εἰς τὴν ἐκκλησίαν εἰσφέρειν͵ ὥστε τοὺς ἱερωμένους͵ λέγω δὲ ἐπισκόπους καὶ πρεσβυτέρους καὶ διακόνους͵ μὴ συγκαθεύδειν ταῖς γαμεταῖς͵ ἃς ἔτι λαϊκοὶ ὄντες ἠγάγοντο. Καὶ ἐπεὶ περὶ τούτου βουλεύεσθαι προὔκειτο͵ διαναστὰς ἐν μέσῳ τοῦ συλλόγου τῶν ἐπισκόπων ὁ Παφνούτιος ἐβόα μακρὰ͵ μὴ βαρὺν ζυγὸν ἐπιθεῖναι τοῖς ἱερωμένοις ἀνδράσι͵ τίμιον εἶναι τὸν γάμον αὐτὸν καὶ τὴν κοίτην ἀμίαντον παρὰ τῷ Θεῷ λέγων͵ μὴ τῇ ὑπερβολῇ τῆς ἀκριβείας μᾶλλον τὴν ἐκκλησίαν προσβλάψωσιν· οὐ γὰρ πάντας δύνασθαι φέρειν τῆς ἀπαθείας τὴν ἄσκησιν͵ οὐδὲ ἴσως φυλαχθήσεσθαι τὴν σωφροσύνην τῆς ἑκάστου γαμετῆς· σωφροσύνην δὲ ἐκάλει καὶ τῆς νομίμου γυναικὸς τὴν συνέλευσιν· ἀρκεῖσθαι τε τὸν φθάσαντα κλήρου τυχεῖν μηκέτι ἐπὶ γάμον ἔρχεσθαι͵ κατὰ τὴν τῆς ἐκκλησίας ἀρχαίαν παράδοσιν͵ μὴ μὴν ἀποζεύγνυσθαι ταύτης͵ ἣν ἅπαξ ἤδη πρότερον λαϊκὸς ὢν ἠγάγετο. Καὶ ταῦτ΄ ἔλεγεν ἄπειρος ὢν γάμου͵ καὶ ἁπλῶς εἰπεῖν͵ γυναικός· ἐκ παιδὸς γὰρ ἐν ἀσκητηρίῳ ἀνετέθραπτο͵ καὶ ἐπὶ σωφροσύνῃ͵ εἰ καί τις ἄλλος͵ περιβόητος ὤν. Πείθεται πᾶς ὁ τῶν ἱερωμένων σύλλογος τοῖς Παφνουτίου λόγοις. Διὸ καὶ τὴν περὶ τούτου ζήτησιν ἀπεσίγησαν͵ τῇ γνώμῃ τῶν βουλομένων ἀπέχεσθαι τῆς ὁμιλίας τῶν γαμετῶν καταλείψαντες. Καὶ τοσαῦτα μὲν περὶ Παφνουτίου.

1.12 Περὶ Σπυρίδωνος τοῦ Κυπρίων ἐπισκόπου. Περὶ δὲ Σπυρίδωνος͵ τοσαύτη τῷ ποιμένι προσῆν ὁσιότης͵ ὡς καὶ ἀξιωθῆναι αὐτὸν καὶ ἀνθρώπων ποιμένα γενέσθαι· ὃς μιᾶς τῶν ἐν Κύπρῳ πόλεων ὀνόματι Τριμιθοῦντος τὴν ἐπισκοπὴν ἐκεκλήρωτο͵ διὰ δὲ ἀτυφίαν πολλὴν ἐχόμενος τῆς ἐπισκοπῆς ἐποίμαινε καὶ τὰ πρόβατα. Πολλὰ μὲν οὖν τὰ περὶ αὐτοῦ λεγόμενα· ἑνὸς δὲ ἢ δύο ἐπιμνησθήσομαι͵ ἵνα μὴ ἔξω τοῦ προκειμένου δόξω πλανᾶσθαι. Μεσούσης ποτὲ τῆς νυκτὸς͵ κλέπται ταῖς ἐπαύλεσι τῶν προβάτων λαθραίως ἐπελθόντες ἀφαιρεῖσθαι τῶν προβάτων ἐσπούδαζον. Ὁ Θεὸς δὲ ἄρα ὁ τὸν ποιμένα σώζων ἔσωζε καὶ τὰ πρόβατα. Οἱ γὰρ κλέπται ἀοράτῳ δυνάμει παρὰ ταῖς ἐπαύλεσιν ἐδέδεντο. Ὄρθρος τε ἦν͵ καὶ ἧκε παρὰ τὰ ποίμνια· ὡς δὲ εὗρεν ὀπίσω τὰς χεῖρας ἔχοντας͵ ἔγνω τὸ γεγονός· καὶ εὐχόμενος λύει τοὺς κλέπτας͵ πολλά τε νουθετήσας͵ καὶ παραινέσας ἐκ δικαίων πόνων σπουδάζειν͵ μὴ μὴν ἐξ ἀδικίας λαμβάνειν͵ κριόν τε αὐτοῖς χαρισάμενος͵ ἀπέλυσε͵ καὶ χαριέντως ἐπιφθεγξάμενος͵ ἵνα μὴ͵ φησὶ͵ μάτην ἠγρυπνηκότες φανείητε. Ἓν μὲν δὴ τοῦτο τῶν περὶ Σπυρίδωνος θαυμάτων. Ἕτερον δὲ τοιοῦτο· ἦν αὐτῷ θυγάτηρ παρθένος͵ τῆς τοῦ πατρὸς εὐλαβείας μετέχουσα͵ τοὔνομα Εἰρήνη. Ταύτῃ γνώριμός τις πολύτιμον παρέθετο κόσμιον· ἡ δὲ ἀσφαλέστερον ποιοῦσα͵ γῇ τὴν παρακαταθήκην ἔκρυψε· μετ΄ οὐ πολὺ δὲ τὸν βίον ἀπέλιπεν. ῞Ηκει μετὰ χρόνον ὁ παραθέμενος· μὴ εὑρών τε τὴν παρθένον͵ ἐμπλέκεται τῷ πατρὶ͵ νῦν μὲν ἐγκαλῶν͵ ἔστιν δὲ ὅτε καὶ παρακαλῶν. Ἐπεὶ δὲ συμφορὰν ἐποιεῖτο τὴν τοῦ παραθεμένου ζημίαν ὁ γέρων͵ ἐλθὼν ἐπὶ τὸ μνῆμα τῆς θυγατρὸς͵ ἐπεκαλεῖτο τὸν Θεὸν͵ πρὸ καιροῦ δεῖξαι αὐτῷ τὴν ἐπαγγελλομένην ἀνάστασιν· καὶ τῆς ἐλπίδος οὐχ ἥμαρτε. Ζῶσα γὰρ αὖθις ἡ παρθένος͵ φαίνεται τῷ πατρὶ͵ καὶ τὸν τόπον σημάνασα͵ ἔνθα τὸ κόσμιον ἀπεκέκρυπτο͵ αὖθις ἀπεχώρει. Τοιοῦτοι ἄνδρες ἐν τοῖς χρόνοις τοῦ βασιλέως Κωνσταντίνου κατὰ τὰς ἐκκλησίας ἐξέλαμπον. Ταῦτα δὲ ἐγὼ καὶ ἀκοῇ παρὰ πολλῶν Κυπρίων παρέλαβον͵ καὶ συντάγματι Ρουφίνου τινος πρεσβυτέρου ἐνέτυχον͵ Ρωμαϊκῇ λέξει συγγεγραμμένῳ͵ ἀφ΄ ὧν ταῦτα καὶ ἕτερα τινὰ τῶν μετ΄ οὐ πολὺ ῥηθησομένων συνήγαγον.

1.13 Περὶ Εὐτυχιανοῦ τοῦ μοναχοῦ. ῎Ηκουσα δὲ ἐγὼ καὶ περὶ Εὐτυχιανοῦ͵ θεοφιλοῦς ἀνδρὸς κατὰ τοὺς αὐτοὺς χρόνους ἀκμάσαντος· ὃς καὶ αὐτὸς τῆς ἐκκλησίας τῶν Ναυατιανῶν τυγχάνων͵ παραπλήσια ἔργα ποιῶν ἐθαυμάζετο. Τίς τε ὁ περὶ τούτου διηγησάμενος͵ ἐρῶ μετὰ ἀκριβείας͵ καὶ οὐκ ἀπο κρύψομαι͵ κἂν δόξω τισιν ἀπεχθάνεσθαι. Αὐξάνων τις τῆς Ναυα τιανῶν ἐκκλησίας πρεσβύτερος μακροβιώτατος γέγονεν· ὃς καὶ τῇ ἐν Νικαίᾳ συνόδῳ͵ κομιδῇ νήπιος ὢν͵ ἅμα τῷ Ἀκεσίῳ παρέβαλλε͵ καὶ τὰ κατὰ Ἀκέσιον ἐμοὶ διηγήσατο. Οὗτος ἐξ ἐκείνων τῶν χρόνων ἄχρι τῆς βασιλείας τοῦ νέου Θεοδοσίου ἐξέτεινε͵ καὶ νεωτέρῳ μοι σφόδρα τυγχάνοντι τὰ περὶ Εὐτυχιανοῦ διηγήσατο͵ πολλὰ μὲν διεξελθὼν περὶ τῆς προσούσης αὐτῷ θείας χάριτος· ἓν δὲ κἀκεῖνο μνήμης ἄξιον ἐπὶ τοῦ βασιλέως ἔφη Κωνσταντίνου. Τῶν δορυφόρων τις͵ οὓς οἰκείους καλεῖ ὁ βασιλεὺς͵ τυραννικά τινα πράττειν ὑποπτευθεὶς͵ φυγῇ ἐχρήσατο. Ὁ βασιλεὺς δὲ ἐκέλευσεν ἀπειλῇ ἀναιρεῖσθαι αὐτὸν͵ ἔνθα ἂν εὑρίσκοιτο. Ὃς περὶ τὸν Βιθυνὸν Ὄλυμπον εὑρεθεὶς͵ βαρυτάτοις καὶ χαλεποῖς σιδήροις ἐν εἱρκτῇ κατεκέκλειστο περὶ τὰ μέρη τοῦ Ὀλύμπου͵ ἔνθα ἦν καὶ ὁ Εὐτυχιανὸς͵ τὸν μονήρη βίον ἀσκῶν͵ πολλῶν τε τὰ σώματα καὶ τὰς ψυχὰς ἐθεράπευεν· συνῆν δὲ αὐτῷ καὶ ὁ μακροβιώτατος Αὐξάνων͵ νέος ὢν πάνυ͵ καὶ τὰ τοῦ μοναχικοῦ βίου ὑπ΄ αὐτῷ παιδευόμενος. Παρὰ τοῦτον τὸν Εὐτυχιανὸν ἧκον πολλοὶ͵ παρα καλοῦντες ῥύεσθαι τὸν δέσμιον βασιλεῖ παρακλήσεις προσφέροντα. Καὶ γὰρ ἐληλύθει εἰς τὰς ἀκοὰς τοῦ βασιλέως τὰ παρὰ τοῦ Εὐτυχια νοῦ γινόμενα θαύματα. Ὁ δὲ ἑτοίμως ὑπέσχετο παρὰ τὸν βασιλέα πορεύεσθαι. Ἐπεὶ δὲ ὁ δεσμώτης ἐκ τῶν δεσμῶν ἀνήκεστα ἔπασχεν͵ οἱ παρακαλοῦντες ὑπὲρ αὐτοῦ φθάνειν ἔλεγον καὶ τὴν παρὰ βασι λέως τιμωρίαν καὶ τὰς ὑπὲρ αὐτοῦ παρακλήσεις τὸν ἐκ τῶν δεσμῶν ἐπικείμενον θάνατον. Εὐτυχιανὸς δὲ πέμψας παρακαλεῖ τοὺς δεσμοφύλακας ἀνεῖναι τὸν ἄνθρωπον. Τῶν δὲ λεγόντων κίνδυνον φέρειν αὐτοῖς τὴν ἄνεσιν τοῦ δεσμώτου͵ αὐτὸς δι΄ ἑαυτοῦ ἅμα τῷ Αὐξάνοντι πρὸς τὸ δεσμωτήριον παραγίνεται. Ἐκείνων δὲ μὴ βουλομένων ἀνοίγειν τὴν εἱρκτὴν͵ ἡ προσοῦσα χάρις Εὐτυχιανῷ φανερωτέρα ἐγίνετο· αὐτόματοι γὰρ αἱ πύλαι τοῦ δεσμωτηρίου ἠνοίγοντο͵ τῶν δεσμοφυλάκων τὰς κλεῖς ἐχόντων παρ΄ ἑαυτοῖς. Εἰσελθόντος δὲ τοῦ Εὐτυχιανοῦ ἅμα τῷ Αὐξάνοντι͵ καὶ πολλῆς τοῖς τότε παροῦσιν ἐκπλήξεως γενομένης͵ αὐτόματοι οἱ δεσμοὶ τὸν δεσμώτην ἀπέλιπον. Μετὰ ταῦτα ἐπὶ τὸ πάλαι μὲν Βυζάντιον͵ ὕστερον δὲ Κωνσταντινούπολιν͵ ἅμα τῷ Αὐξάνοντι παρεγένετο. Δεχθείς τε εἰς τὰς βασιλικὰς αὐλὰς τοῦ θανάτου ἐρρύσατο τὸν ἄνθρωπον. Ἑτοίμως γὰρ ὁ βασιλεὺς τιμῶν τὸν ἄνδρα κατένευσε πρὸς τὴν αἴτησιν. Τοῦτο μὲν οὖν ὕστερον ἐγένετο. Τότε δὲ οἱ ἐν τῇ συνόδῳ ἐπίσκοποι καὶ ἄλλα τινὰ ἐγγράψαντες͵ ἃ κανόνας ὀνομάζειν εἰώθασιν͵ αὖθις κατὰ πόλιν τὴν ἑαυτῶν ἀνεχώρησαν. Φιλομαθὲς δὲ εἶναι νομίζω καὶ τὰ ὀνόματα τῶν ἐν Νικαίᾳ συνελθόντων ἐπισκόπων͵ ἃ εὑρεῖν ἐδυνήθημεν͵ καὶ ἧς ἕκαστος ἐπαρχίας τε καὶ πόλεως ἦν͵ καὶ τὸν χρόνον ἐν ᾧ συνῆλθον͵ παραθέσθαι ἐνταῦθα. Ὅσιος ἐπίσκοπος Κουδρούβης Ἱσπανίας͵ οὕτως πιστεύω ὡς προγέγραπται· Ρώμης Βίτων καὶ Βικεντῖνος πρεσβύτεροι· Αἰγύπτου Ἀλέξανδρος· Ἀντιοχείας τῆς μεγάλης Εὐστάθιος· Ἱεροσολύμων Μακάριος· Ἁρποκρατίων Κύνων· καὶ τῶν λοιπῶν· ὧν εἰς πλῆρες τὰ ὀνόματα κεῖται ἐν τῷ Συνοδικῷ Ἀθανασίου τοῦ Ἀλεξανδρείας ἐπισκόπου. Καὶ ὁ χρόνος δὲ τῆς συνόδου͵ ὡς ἐν παρασημειώσεσιν εὕρομεν͵ ὑπατείας Παυλίνου καὶ Ἰουλιανοῦ τῇ εἰκάδι τοῦ Μαΐου μηνός· τοῦτο δὲ ἦν ἑξακοσιοστὸν τριακοστὸν ἕκτον ἔτος͵ ἀπὸ τῆς Ἀλεξάνδρου τοῦ Μακεδόνος βασιλείας. Τὰ μὲν οὖν τῆς συνόδου τέλος εἶχεν· ἰστέον δὲ͵ ὅτι μετὰ τὴν σύνοδον ὁ βασιλεὺς ἐπὶ τὰ ἑσπέρια μέρη ἀφίκετο.

1.14 Ὅτι Εὐσέβιος ὁ Νικομηδείας καὶ Θέογνις ὁ Νικαίας ἐξορισθέντες διὰ τὸ συμφρονῆσαι Ἀρείῳ͵ ὕστερον βιβλίον μετανοίας διαπεμψάμενοι͵ καὶ συνθέμενοι τῇ ἐκθέσει τῆς πίστεως͵ τοὺς ἑαυτῶν ἀπέλαβον θρόνους. Εὐσέβιος δὲ καὶ Θέογνις͵ βιβλίον μετανοίας τοῖς κορυφαίοις τῶν ἐπισκόπων ἀποστείλαντες͵ ἀνεκλήθησάν τε τῆς ἐξορίας ἐκ βασιλικοῦ προστάγματος͵ καὶ τὰς ἐκκλησίας ἑαυτῶν ἀπέλαβον· τοὺς εἰς τόπον ἑαυτῶν χειροτονηθέντας ἐξωθήσαντες͵ Ἀμφίωνα μὲν Εὐσέβιος͵ Χρῆστον δὲ Θέογνις. Οὗ βιβλίον τὸ ἀντίγραφον ἔστι τόδε. ῎Ηδη μὲν οὖν καταψηφισθέντες πρὸ κρίσεως παρὰ τῆς εὐλαβείας ὑμῶν͵ ἐν ἡσυχίᾳ φέρειν τὰ κεκριμένα παρὰ τῆς ἁγίας ὑμῶν ἐπικρίσεως ὀφείλομεν. Ἀλλ΄ ἐπειδὴ ἄτοπον καθ΄ ἑαυτῶν δοῦναι τῶν συκοφαντῶν τὴν ἀπόδειξιν τῇ σιωπῇ͵ τούτου ἕνεκα ἀναφέρομεν ὡς ἡμεῖς καὶ τῇ πίστει συνεδράμομεν͵ καὶ τὴν ἔννοιαν ἐξετάσαντες ἐπὶ τῷ ὁμοουσίῳ ὅλοι ἐγενόμεθα τῆς εἰρήνης͵ οἱ μηδαμοῦ τῇ αἱρέσει ἐξακολουθήσαντες. Ὑπομνήσαντες δὲ ἐπὶ ἀσφαλείᾳ τῶν ἐκκλησιῶν ὅσα τὸν λογισμὸν ἡμῶν ὑπέτρεχε͵ καὶ πληροφορήσαντες τοὺς δι΄ ἡμῶν πεισθῆναι ὀφείλοντας͵ ὑπεσημῃνάμεθα τῇ πίστει· τῷ δὲ ἀναθεμα τισμῷ οὐχ ὑπεγράψαμεν͵ οὐχ ὡς τῆς πίστεως κατηγοροῦντες͵ ἀλλ΄ ὡς ἀπιστοῦντες τοιοῦτον εἶναι τὸν κατηγορηθέντα͵ ἐκ τῶν ἰδίᾳ πρὸς ἡμᾶς παρ΄ αὐτοῦ διά τε ἐπιστολῶν καὶ τῶν εἰς πρόσωπον διαλέξεων πεπληροφορημένοι μὴ τοιοῦτον εἶναι. Εἰ δὲ ἐπείσθη ἡ ἁγία ὑμῶν σύνοδος͵ οὐκ ἀντιτείνοντες͵ ἀλλὰ συντιθέμενοι τοῖς παρ΄ ὑμῖν κεκριμένοις͵ καὶ διὰ τούτου τοῦ γράμματος πληροφοροῦμεν τὴν συγκατάθεσιν· οὐ τὴν ἐξορίαν βαρέως φέροντες͵ ἀλλὰ τὴν ὑπόνοιαν τῆς αἱρέσεως ἀποδυόμενοι. Εἰ γὰρ καταξιώσητε νῦν γοῦν εἰς πρόσωπον ἐπαναλαβεῖν ἡμᾶς͵ ἔχετε ἐν πᾶσι συμψύχους͵ ἀκολουθοῦντας τοῖς παρ΄ ὑμῖν κεκριμένοις· ὁπότε αὐτὸν τὸν ἐπὶ τούτοις ἐναγόμενον͵ ἔδοξε τῇ ὑμῶν εὐλαβείᾳ φιλανθρωπεύσασθαι καὶ ἀνακαλέσασθαι. Ἄτοπον δὲ͵ τοῦ δοκοῦντος εἶναι ὑπευθύνου ἀνακεκλημένου καὶ ἀπολογησαμένου ἐφ΄ οἷς διεβάλλετο͵ ἡμᾶς σιωπᾷν͵ καθ΄ ἑαυτῶν διδόντας τὸν ἔλεγχον. Καταξιώσατε γοῦν͵ ὡς ἁρμόζει τῇ φιλοχρίστῳ ὑμῶν εὐλαβείᾳ καὶ τὸν θεοφιλέστατον βασιλέα ὑπομνῆσαι͵ καὶ τὰς δεήσεις ἡμῶν ἐγχειρίσαι͵ καὶ θᾶττον βουλεύ σασθαι τὰ ὑμῖν ἁρμόζοντα ἐφ΄ ἡμῖν. Καὶ τοῦτο μὲν τὸ τῆς παλινῳδίας βιβλίον Εὐσεβίου καὶ Θεόγνιδός ἐστιν· ἀπὸ δὲ τῶν ῥημάτων αὐτοῦ τεκμαίρομαι͵ ὅτι οὗτοι μὲν τῇ ὑπαγορευθείσῃ πίστει ὑπεσημῄναντο͵ τῇ δὲ καθαιρέσει Ἀρείου σύμψηφοι γενέσθαι οὐκ ἐβουλήθησαν· καὶ ὅτι Ἄρειος πρὸ τούτων φαίνεται ἀνακληθείς. Ἀλλ΄ εἰ καὶ τοῦτο οὕτως ἔχειν δοκεῖ͵ ὅμως τῆς Ἀλεξανδρείας ἐπιβαίνειν κεκώλυτο· τοῦτο δὲ δείκνυται͵ ἀφ΄ ὧν ὕστερον ἑαυτῷ κάθοδον εἰς τὴν ἐκκλησίαν καὶ εἰς τὴν Ἀλεξάνδρειαν ἐπενόησεν͵ ἐπιπλάστῳ μετανοίᾳ χρησάμενος͵ ὡς κατὰ χώραν ἐροῦμεν.

1.15 Ὅτι μετὰ τὴν σύνοδον͵ Ἀλεξάνδρου τελευτήσαντος͵ Ἀθανάσιος καθίσταται τῆς Ἀλεξανδρέων πόλεως ἐπίσκοπος. Μετὰ ταῦτα δὲ εὐθέως Ἀλεξάνδρου τοῦ ἐπισκόπου τῆς Ἀλεξανδρείας τελευτήσαντος͵ προΐσταται τῆς ἐκκλησίας Ἀθανάσιος. Τοῦ τον φησὶν ὁ Ρουφῖνος κομιδῇ νήπιον ὄντα͵ παίζειν σὺν ἑτέροις ἡλικιώταις ἱερὸν παίγνιον. Τοῦτο δὲ ἦν μίμησις ἱερωσύνης καὶ τοῦ καταλόγου τῶν ἱερωμένων ἀνδρῶν. Ἐν δὴ οὖν τῷ παιγνίῳ τούτῳ Ἀθανάσιος μὲν τῆς ἐπισκοπῆς ἐκεκλήρωτο τὸν θρόνον· τῶν δὲ ἄλλων νέων ἕκαστος ἢ πρεσβύτερον ἢ διάκονον ἐμιμεῖτο. Ταῦτα ἔπαιζον οἱ παῖδες κατὰ τὴν ἡμέραν͵ ἐν ᾗ τοῦ μάρτυρος καὶ ἐπισκόπου Πέτρου ἐπετελεῖτο μνήμη. Τότε δὴ καὶ Ἀλέξανδρος ὁ τῆς Ἀλεξανδρείας ἐπίσκοπος διαβαίνων͵ ὁρᾷ τὸ γιγνόμενον παίγνιον· καὶ μεταπεμψάμενος τοὺς παῖδας͵ ἐπύθετο παρ΄ αὐτῶν τὸν ἐν τῷ παιγνίῳ κληρωθέντα τόπον ἑκάστῳ͵ προμηνύεσθαί τι διὰ τοῦ γεγονότος ἡγησάμενος. Ἐκέλευσέν τε ἐν τῇ ἐκκλησίᾳ ἄγεσθαι τοὺς παῖδας͵ καὶ παιδείας μεταλαμβάνειν͵ ἐξαιρέτως δὲ τὸν Ἀθανάσιον· εἶτα ἐν τελείᾳ γενόμενον ἡλικίᾳ καὶ διάκονον χειροτονήσας͵ ἦλεν ἐπὶ τὴν Νίκαιαν͵ συναγωνιζόμενον αὐτῷ ἐκεῖ͵ ὅτε συνεκροτεῖτο ἡ σύνοδος. Ταῦτα μὲν ὁ Ρουφῖνος περὶ αὐτοῦ Ἀθανασίου ἐν τοῖς συντάγμασιν ἑαυτοῦ εἴρηκεν. Οὐκ ἀπεικὸς δὲ γενέσθαι· καὶ γὰρ πολλὰ τοιαῦτα γενόμενα πολλάκις ἐφεύρηται. Περὶ οὗ τέως τοσαῦτα εἰρήσθω μοι.

1.16 Ὡς βασιλεὺς Κωνσταντῖνος τὸ πάλαι Βυζάντιον αὐξήσας͵ Κωνσταντίνου πόλιν ἐπωνόμασεν. Ὁ βασιλεὺς δὲ μετὰ τὴν σύνοδον ἐν εὐφροσύνῃ διῆγεν· ἐπιτε λέσας οὖν δημοτελῆ τῆς εἰκοσαετηρίδος αὐτοῦ ἑορτὴν͵ εὐθέως περὶ τὸ ἀνορθοῦν τὰς ἐκκλησίας ἐσπούδαζεν· ἐποίει τε τοῦτο κατὰ τὰς ἄλλας πόλεις καὶ ἐν τῇ αὐτοῦ ἐπωνύμῳ͵ ἣν Βυζάντιον καλουμένην τὸ πρότερον ηὔξησε͵ τείχη μεγάλα περιβαλὼν͵ καὶ διαφόροις κοσμή σας οἰκοδομήμασιν· ἴσην τε τῇ βασιλευούσῃ Ρώμῃ ἀποδείξας͵ καὶ Κωνσταντινούπολιν μετονομάσας͵ χρηματίζειν δευτέραν Ρώμην νόμῳ ἐκύρωσεν· ὃς νόμος ἐν λιθίνῃ γέγραπται στήλῃ͵ καὶ δημοσίᾳ ἐν τῷ καλουμένῳ στρατηγίῳ πλησίον τοῦ ἑαυτοῦ ἐφίππου παρέθηκε. Καὶ ἐν ταύτῃ τῇ πόλει͵ δύο μὲν οἰκοδομήσας ἐκκλησίας͵ μίαν ἐπωνόμασεν Εἰρήνην͵ ἑτέραν δὲ τὴν τῶν Ἀποστόλων ἐπώνυμον. Καὶ οὐ μόνον͵ ὡς ἔφην͵ ηὔξει τὰ τῶν Χριστιανῶν͵ ἀλλὰ καὶ τὰ τῶν Ἑλλήνων καθῄρει. Τὰ γοῦν ἀγάλματα κόσμον τῇ Κωνσταντίνου πόλει προὐτίθει δημοσίᾳ͵ καὶ τοὺς Δελφικοὺς τρίποδας ἐν τῷ ἱπποδρομίῳ δημοσιεύσας προὔθηκε. Ταῦτα μὲν οὖν δόξει περιττὰ λέγεσθαι νῦν· ὁρᾶται γὰρ πρότερον ἢ ἀκούεται. Τότε δὲ ὅμως μεγίστην ἐπίδοσιν ἔλαβε τὰ τοῦ Χριστιανισμοῦ· καὶ γὰρ ἐν τοῖς καιροῖς τοῦ βασιλέως Κωνσταντίνου͵ καὶ ἄλλα πλεῖστα ἡ τοῦ Θεοῦ ἐφύλαττε πρόνοια. Οὕτω τῶν τοῦ βασιλέως ἐγκωμίων μετὰ μεγαλοφώνου φράσεως ὁ Παμφίλου Εὐσέβιος μνήμην πεποίηται· οὐκ ἄκαιρον δὲ ἡγοῦμαι καὶ ἡμᾶς περὶ τῶν αὐτῶν͵ ὡς οἷόν τε͵ διὰ βραχέων εἰπεῖν.

1.17 Ὡς τοῦ βασιλέως μήτηρ Ἑλένη͵ ἐπὶ τὰ Ἱεροσόλυμα παραγενομένη͵ τὸν σταυρὸν τοῦ Χριστοῦ ἀναζητήσασα εὗρε͵ καὶ ἐκκλησίαν ἀνῳκοδόμησεν. Ἡ τοῦ βασιλέως μήτηρ Ἑλένη͵ ἧς ἐπ΄ ὀνόματι τὴν ποτὲ κώμην Δρεπάνην πόλιν ποιήσας ὁ βασιλεὺς Ἑλενούπολιν ἐπωνόμασε͵ δι΄ ὀνείρων χρηματισθεῖσα εἰς τὰ Ἱεροσόλυμα παρεγένετο· καὶ τὴν ποτὲ Ἱερουσαλὴμ ἔρημον ὡς ὀπωροφυλάκιον κατὰ τὸν προ φήτην εὑροῦσα͵ τὸ τοῦ Χριστοῦ μνῆμα͵ ἔνθα ταφεὶς ἀνέστη͵ σπουδαίως ἐζήτει· καὶ δυσχερῶς μὲν͵ σὺν Θεῷ δὲ εὑρίσκει. Τίς δὲ ἡ αἰτία τῆς δυσχερείας͵ διὰ βραχέων ἐρῶ· ὅτι οἱ μὲν τὰ τοῦ Χριστοῦ φρονοῦντες μετὰ τὸν καιρὸν τοῦ πάθους ἐτίμων τὸ μνῆμα· οἱ δὲ φεύγοντες τὰ τοῦ Χριστοῦ͵ χώσαντες τὸν τόπον͵ Ἀφροδίτης κατ΄ αὐτοῦ ναὸν κατασκευάσαντες ἐπέστησαν ἄγαλμα͵ μὴ ποιοῦντες μνήμην τοῦ τόπου. Τοῦτο μὲν οὖν πάλαι προὐχώρει. Τῇ δὲ μητρὶ τοῦ βασιλέως φανερὸν τοῦτο ἐγένετο. Καθελοῦσα οὖν τὸ ξόανον͵ καὶ τὸν τόπον ἐκχώσασα καὶ καθαρὸν ἐργασαμένη͵ τρεῖς εὑρίσκει σταυροὺς ἐν τῷ μνήματι· ἕνα μὲν τὸν μακαριστὸν͵ ἐν ᾧ Χριστὸς ἐξετανύσθη· τοὺς δὲ ἑτέρους͵ ἐν οἷς οἱ συσταυρωθέντες δύο λῃσταὶ τεθνήκεσαν. Σὺν αὐτοῖς δὲ εὕρητο καὶ ἡ τοῦ Πιλάτου σανὶς͵ ἐν ᾗ βασιλέα τῶν Ἰουδαίων τὸν σταυρωθέντα Χριστὸν προσγράφων͵ ἐν διαφόροις γράμμασι ἐκήρυττεν. Ἐπεὶ δὲ ἀμφίβολος ἦν ὁ σταυρὸς ὁ ζητούμενος͵ οὐχ ἡ τυχοῦσα λύπη κατεῖχε τὴν τοῦ βασιλέως μητέρα. Οὐκ εἰς μακρὰν δὲ παύει τὰ τῆς λύπης ὁ τῶν Ἱεροσολύμων ἐπίσκοπος͵ ᾧ ὄνομα ἦν Μακάριος· λύει δὲ πίστει τὸ ἀμφίβολον· σημεῖον γὰρ ᾔτει παρὰ τοῦ Θεοῦ͵ καὶ ἐλάμβανε. Τὸ δὲ σημεῖον ἦν τοιοῦτο· γυνή τις τῶν ἐγχωρίων͵ νόσῳ χρονίᾳ ληφθεῖσα͵ πρὸς αὐτῷ λοιπὸν τῷ θανάτῳ ἐγένετο. Προσάγεσθαι οὖν τῇ ἀποθνησκούσῃ τῶν σταυρῶν ἕκαστον ὁ ἐπίσκοπος παρεσκεύασε͵ πιστεύσας ἀναρρωσθῆναι τὴν γυναῖκα ἁψαμένην τοῦ τιμίου σταυροῦ· καὶ τῆς ἐλπίδος οὐχ ἥμαρτε· προσενεχθέντων γὰρ τῶν μὴ κυρίων δύο σταυρῶν͵ ἔμενεν οὐδὲν ἧττον ἡ γυνὴ ἀπο θνήσκουσα. Ὡς δὲ ὁ τρίτος ὁ γνήσιος προσηνέχθη͵ ἡ ἀποθνήσκουσα εὐθὺς ἀνερρώσθη͵ καὶ ἐν τοῖς ὑγιαίνουσιν ἦν. Τοῦτον μὲν οὖν τὸν τρόπον τὸ τοῦ σταυροῦ ξύλον ηὕρηται. Ἡ δὲ τοῦ βασιλέως μήτηρ οἶκον μὲν εὐκτήριον ἐν τῷ τοῦ μνήματος τόπῳ πολυτελῆ κατεσκεύ ασεν͵ Ἱερουσαλήμ τε νέαν ἐπωνόμασεν͵ ἀντιπρόσωπον τῇ παλαιᾷ ἐκείνῃ καὶ καταλελειμμένῃ ποιήσασα. Τοῦ δὲ σταυροῦ μέρος μέν τι θήκῃ ἀργυρᾷ περικλείσασα͵ μνημόσυνον τοῖς ἱστορεῖν βουλομένοις αὐτόθι κατέλιπε· τὸ δὲ ἕτερον μέρος ἀποστέλλει τῷ βασιλεῖ. Ὅπερ δεξάμενος͵ καὶ πιστεύσας τελείως σωθήσεσθαι τὴν πόλιν ἔνθα ἂν ἐκεῖνο φυλάττηται͵ τῷ ἑαυτοῦ ἀνδριάντι κατέκρυψεν͵ ὃς ἐν τῇ αὐτῇ Κωνσταντίνου πόλει͵ ἐν τῇ ἐπιλεγομένῃ ἀγορᾷ Κωνσταντίνου͵ ἐπὶ τοῦ πορφυροῦ καὶ μεγάλου κίονος ἵδρυται. Τοῦτο μὲν ἀκοῇ γράψας ἔχω· πάντες δὲ σχεδὸν οἱ τὴν Κωνσταντίνου πόλιν οἰκοῦντες͵ ἀληθὲς εἶναι φασί. Καὶ τοὺς ἥλους δὲ͵ οἳ ταῖς χερσὶ τοῦ Χριστοῦ κατὰ τὸν σταυρὸν ἐνεπάγησαν͵ ὁ Κωνσταντῖνος λαβὼν͵ (καὶ γὰρ καὶ τούτους ἡ μήτηρ ἐν τῷ μνήματι εὑροῦσα ἀπέστειλεν)͵ χαλινούς τε καὶ περικεφαλαίαν ποιήσας͵ ἐν τοῖς πολέμοις ἐκέχρητο. Ἐχορήγει μὲν οὖν πάσας τὰς ὕλας ὁ βασιλεὺς εἰς τὴν κατασκευὴν τῶν ἐκκλησιῶν· ἔγραφε δὲ καὶ Μακαρίῳ τῷ ἐπισκόπῳ͵ ἐπισπεύδειν τὰς οἰκοδομάς. Ἡ δὲ τοῦ βασιλέως μήτηρ͵ ποιήσασα τὴν νέαν Ἱερουσαλὴμ͵ καὶ ἐν τῷ ἄντρῳ τῆς Βηθλεὲμ͵ ἔνθα ἡ κατὰ σάρκα γέννησις τοῦ Χριστοῦ͵ ἑτέραν ἐκκλησίαν οὐχ ἥττω κατεσκεύαζεν· οὐ μὴν ἀλλὰ καὶ ἐν τῷ ὄρει τῆς ἀναλήψεως. Οὕτω δὲ εἶχεν εὐλαβῶς περὶ ταῦτα͵ ὡς καὶ συνεύχεσθαι ἐν τῷ τῶν γυναικῶν τάγματι· καὶ τὰς παρθένους τὰς ἀναγεγραμμένας ἐν τῷ τῶν ἐκκλησιῶν κανόνι ἐπὶ ἑστίασιν προτρεπομένη͵ δι΄ ἑαυτῆς λειτουργοῦσα͵ τὰ ὄψα ταῖς τραπέζαις προσέφερε. Πολλὰ δὲ καὶ ἐδωρεῖτο ταῖς ἐκκλησίαις καὶ τοῖς πένησιν· εὐσεβῶς τε διανύσασα τὴν ζωὴν͵ ἐτελεύτησε περὶ ὀγδοηκοστὸν ἔτος· καὶ τὸ σῶμα αὐτῆς εἰς τὴν βασιλεύουσαν νέαν Ρώμην διακομισθὲν ἐν τοῖς βασιλικοῖς μνήμασιν ἀπετέθη.

1.18 Ὡς καὶ ὁ βασιλεὺς Κωνσταντῖνος τὰ μὲν Ἑλλήνων καθῄρει͵ πολλὰς δὲ ἐκκλησίας ἐν διαφόροις τόποις ἵδρυσεν. Καὶ μετὰ ταῦτα δὲ ὁ βασιλεὺς ἐπιμελέστερος ὢν περὶ τὰ Χριστιανῶν ἀπεστράφη τὰς Ἑλληνικὰς θρησκείας. Καὶ παύει μὲν τὰ μονομάχια· εἰκόνας δὲ τὰς ἰδίας ἐν τοῖς ναοῖς ἐναπέθετο. Λεγόν των δὲ τῶν Ἑλλήνων͵ ὡς ἄρα ὁ Σάραπις εἴη ὁ τὸν Νεῖλον ἀνάγων ἐπὶ ἀρδείᾳ τῆς Αἰγύπτου͵ τῷ τὸν πῆχυν εἰς τὸν ναὸν τοῦ Σαράπιδος κομίζεσθαι͵ αὐτὸς εἰς τὴν ἐκκλησίαν τὸν πῆχυν Ἀλεξανδρέων μετατιθέναι ἐκέλευσε. Τῶν δὲ φημιζόντων͵ ὡς οὐκ ἀναβήσεται ὁ Νεῖλος ὀργῇ τοῦ Σαράπιδος͵ ἥτε ἄνοδος τοῦ ποταμοῦ τῷ τε ἑξῆς ἔτει καὶ εἰς τὸ μετὰ ταῦτα ἐγένετό τε καὶ γίνεται· ἔργῳ τε δείκνυται ὡς οὐ διὰ θρησκείαν͵ ἀλλὰ διὰ τοὺς ὅρους τῆς προνοίας͵ ἡ τοῦ Νείλου ἀνάβασις γίνεται. Ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους καὶ βαρβάρων Σαρματῶν καὶ Γότθων κατατρεχόντων τὴν Ρωμαίων γῆν͵ οὐδαμῶς ἡ περὶ τὰς ἐκκλησίας τοῦ βασιλέως πρόθεσις ἐνε κόπτετο· ἀλλ΄ ἀμφοτέρων τὴν ἁρμόζουσαν ἐποιήσατο πρόνοιαν· τοὺς μὲν γὰρ τῷ Χριστιανικῷ τροπαίῳ πεπιστευκὼς κατὰ κράτος ἐνίκα͵ ὡς καὶ τὸ εἰωθὸς παρὰ τῶν πάλαι βασιλέων δίδοσθαι χρυσίον τοῖς βαρβάροις περιελεῖν͵ ἐκείνους τε ἐκπεπληγμένους τῷ παρα λόγῳ τῆς ἥττης πιστεῦσαι τότε πρῶτον τῇ Χριστιανισμοῦ θρησκείᾳ͵ δι΄ ἧς καὶ Κωνσταντῖνος ἐσώζετο. Αὖθις δὲ ἑτέρας ἐκκλησίας ἐποίει· καὶ μίαν μὲν ἐν τῇ καλουμένῃ δρυῒ τῇ Μαμβρῇ͵ ὑφ΄ ἣν τοὺς ἀγγέλους ἐξενίσθαι πρὸς τοῦ Ἀβραὰμ οἱ ἱεροὶ λόγοι μηνύουσι͵ κατεσκεύαζε. Μαθὼν γὰρ ὁ βασιλεὺς βωμοὺς ὑπὸ τῇ δρυῒ ἱδρύσθαι͵ καὶ θυσίας Ἑλληνικὰς τελεῖσθαι ἐπ΄ αὐτῷ͵ μέμφεται μὲν δι΄ ἐπιστολῆς Εὐσεβίῳ τῷ τῆς Καισαρείας ἐπισκόπῳ· κελεύει δὲ͵ τὸν μὲν βωμὸν ἀνατραπῆναι͵ πρὸς δὲ τὴν δρῦν κατασκευασθῆναι οἶκον εὐκτήριον. Ἑτέραν δὲ ἐκκλησίαν ἐν Ἡλιουπόλει τῆς Φοινίκης κατασκευασθῆναι προσέταξε͵ δι΄ αἰτίαν τοιαύτην· οἱ Ἡλιουπολῖται͵ τίνα μὲν ἔσχον ἐξ ἀρχῆς νομοθέτην οὐκ ἔχω εἰπεῖν͵ ὁποῖος ἦν τὸ ἦθος· τὸ δὲ ἦθος ἐκ τῆς πόλεως δείκνυται. Κοινὰς γὰρ εἶναι παρ΄ αὐτοῖς τὰς γυναῖκας ἐγχώριος νόμος ἐκέλευε· καὶ διὰ τοῦτο͵ ἀμφίβολα μὲν ἦν παρ΄ αὐτοῖς τὰ τικτόμενα· γονέων γὰρ καὶ τέκνων οὐδεμία διάκρισις ἦν· τὰς γὰρ παρθένους τοῖς παριοῦσι ξένοις παρεῖχον πορνεύεσθαι. Καὶ τοῦτο ἐξ ἀρχαίου κρατοῦν παρ΄ αὐτοῖς͵ λῦσαι ἐσπούδασε. Νόμῳ γὰρ σεμνῷ τῶν αἰσχρῶν ἀνελὼν τὸ μῦσος͵ τὰ γένη ἑαυτὰ ἐπιγινώσκειν παρεσκεύασεν. Ἐκκλησίας τε κτίσας͵ καὶ ἐπίσκοπον χειροτονηθῆναι παρεσκεύασε͵ καὶ κλῆρον ἱερόν. Οὕτω τὰ Ἡλιουπολιτῶν κακὰ μετριώτερα ἀπειργάσατο. Παραπλησίῳ δὲ τρόπῳ καὶ τὸ ἐν Ἀφάκοις τοῦ Λιβάνου ἱερὸν τῆς Ἀφροδίτης καθελὼν͵ τὰς ἐκεῖ γιγνομένας ἀνέδην ἀρρητοποιΐας ἐξέκοψε. Τί δ΄ ἂν εἴποιμι ὅπως τὸν ἐν Κιλικίᾳ Πυθωνικὸν ἐξήλασε δαίμονα͵ τὸν οἶκον ἐν ᾧ ἐνεφώλευεν ἐκ θεμελίων ἀνατραπῆναι κελεύσας; Τοσοῦτος δὲ ἦν ὁ τοῦ βασιλέως περὶ τὸν Χριστιανισμὸν πόθος͵ ὡς καὶ Περσικοῦ μέλλοντος κινεῖσθαι πολέμου͵ κατασκευάσας σκηνὴν ἐκ ποικίλης ὀθόνης ἐκκλησίας τύπον ἀποτελοῦσαν͵ ὥσπερ Μωϋσῆς ἐν τῇ ἐρήμῳ πεποιήκει͵ καὶ ταύτην φέρεσθαι͵ ἵνα ἔχοι κατὰ τοὺς ἐρημοτάτους τόπους εὐκτήριον ηὐτρεπισμένον. Ἀλλ΄ οὐ προέβη τότε ὁ πόλεμος· ἔφθη γὰρ δέει τοῦ βασιλέως σβεσθῆναι. Ὅτι δὲ καὶ περὶ τὸ ἀνορθοῦν τὰς πόλεις σπουδαῖος ἦν ὁ βασιλεὺς͵ καὶ ὅπως κώμας πολλὰς πόλεις ἀπέδειξεν͵ ὡς τὴν Δρεπάνην ἐπώνυμον τῆς μητρὸς͵ καὶ ἐν Παλαιστίνῃ Κωνσταντίαν ἐπ΄ ὀνόματι τῆς ἑαυτοῦ ἀδελφῆς Κωνσταντίας͵ οὐκ εὔκαιρον ἡγοῦμαι γράφειν. Οὐ γὰρ πρόκειται τὰς πράξεις τοῦ βασιλέως ἀριθμεῖν͵ ὅτι μὴ ὅσαι πρὸς Χριστιανισμὸν ἁρμόζουσιν͵ ἀλλ΄ ὅσαι μόνον περὶ τὰς ἐκκλησίας ἐγένοντο· διὸ τὰ κατορθώματα τοῦ βασιλέως ἑτέρας ὑποθέσεως ὄντα͵ ἰδίας τε δεόμενα πραγματείας͵ ἑτέροις ἀφίημι͵ τοῖς τὰ τοιαῦτα συγγράφειν δυναμένοις. Ἐγὼ δὲ͵ εἰ μὲν ἀδιαίρετος ἡ ἐκκλησία μεμενήκει͵ καὶ αὐτὸς ἡσυχίαν ἂν ἦγον. Ὅπου γὰρ ὑπόθεσις μὴ χορηγεῖ τὰ γινόμενα͵ περιττὸς ὁ λέγων ἐστίν. Ἐπειδὴ δὲ τὴν ἀποστολικὴν τοῦ Χριστιανισμοῦ πίστιν ἡ διαλεκτικὴ καὶ κενὴ ἀπάτη συνέχεεν ἐν ταὐτῷ καὶ διέσπειρεν͵ ᾠήθην δεῖν γραφῇ ταῦτα παραδοῦναι͵ ὅπως ἂν μὴ ἀφανῆ γένηται τὰ κατὰ τὰς ἐκκλησίας γενόμενα· ἡ γὰρ περὶ τούτων γνῶσις παρὰ μὲν τοῖς πολλοῖς καὶ εὔκλειαν φέρει͵ αὐτὸν δὲ τὸν ἐπιστάμενον ἀσφαλέστερον ἀπεργά ζεται͵ διδάσκει τε μὴ σαλεύεσθαι͵ κενοφωνίας τινὸς ἐμπεσούσης ἐκ λέξεων.

1.19 Τίνα τρόπον ἐπὶ τῶν χρόνων Κωνσταντίνου τὰ ἐνδοτέρω ἔθνη τῶν Ἰνδῶν ἐχριστιάνισαν. Αὖθις οὖν μνημονευτέον καὶ ὅπως ἐπὶ τῶν καιρῶν τοῦ βασιλέως ὁ Χριστιανισμὸς ἐπλατύνετο· τηνικαῦτα γὰρ Ἰνδῶν τε τῶν ἐνδο τέρω καὶ Ἰβήρων τὰ ἔθνη πρὸς τὸ Χριστιανίζειν ἐλάμβανε τὴν ἀρχήν. Τίνος δὲ ἕνεκεν τῇ προσθήκῃ τῶν ἐνδοτέρω ἐχρησάμην͵ διὰ βραχέων ἐρῶ. Ἡνίκα οἱ ἀπόστολοι κλήρῳ τὴν εἰς τὰ ἔθνη πορείαν ἐποιοῦντο͵ Θωμᾶς μὲν τὴν Πάρθων ἀποστολὴν ὑπεδέχετο͵ Ματθαῖος δὲ τὴν Αἰθιοπίαν͵ Βαρθολομαῖος δὲ ἐκληροῦτο τὴν συνημμένην ταύτῃ Ἰνδίαν· τὴν μέντοι ἐνδοτέρω Ἰνδίαν͵ ᾗ προσοικεῖ βαρβάρων ἔθνη πολλὰ͵ διαφόροις χρώμενα γλώσσαις͵ οὐδέ πω πρὸ τῶν Κωνσταντίνου χρόνων ὁ τοῦ Χριστιανισμοῦ λόγος ἐφώτιζε. Τίς δὲ ἡ αἰτία τοῦ καὶ αὐτοὺς Χριστιανίσαι͵ νῦν ἔρχομαι καταλέξων. Μερόπιός τις φιλόσοφος͵ τῷ γένει Τύριος͵ ἱστορῆσαι τὴν Ἰνδῶν χώραν ἔσπευσεν͵ ἁμιλλησάμενος πρὸς τὸν φιλόσοφον Μητρόδωρον͵ ὃς πρὸ αὐτοῦ τὴν Ἰνδῶν χώραν ἱστόρησεν. Παραλαβὼν οὖν δύο παιδάρια συγγενῆ ὁ Μερόπιος͵ Ἑλληνικῆς οὐκ ἄμοιρα διαλέκτου͵ καταλαμβάνει πλοίῳ τὴν χώραν· ἱστορήσας τε ὅσα ἐβούλετο͵ προσορμίζει χρείᾳ τῶν ἐπιτηδείων τόπῳ λιμένα ἔχοντι ἀσφαλῆ. Συμβεβήκει δὲ τότε πρὸς ὀλίγον τὰς σπονδὰς διεσπᾶσθαι τὰς μεταξὺ Ρωμαίων τε καὶ Ἰνδῶν. Συλλαβόντες δὲ οἱ Ἰνδοὶ τὸν φιλόσοφον καὶ τοὺς συμπλέοντας͵ πλὴν τῶν δύο συγγενῶν παιδα ρίων͵ ἅπαντας διεχρήσαντο· τοὺς δὲ δύο παῖδας͵ οἴκτῳ τῆς ἡλικίας διασώσαντες͵ δῶρον τῷ Ἰνδῶν βασιλεῖ προσκομίζουσιν. Ὁ δὲ ἡσθεὶς τῇ προσόψει τῶν νέων͵ ἕνα μὲν αὐτῶν͵ ᾧ ὄνομα ἦν Αἰδέσιος͵ οἰνοχόον τῆς αὐτοῦ τραπέζης καθίστησι· τὸν δὲ ἕτερον͵ Φουρμέντιος ὄνομα αὐτῷ͵ τῶν βασιλικῶν γραμματοφυλάκων φροντίζειν προσέταξεν. Μετ΄ οὐ πολὺ δὲ τελευτῶν ὁ βασιλεὺς ἐπὶ υἱῷ κομιδῇ νηπίῳ καὶ γυναικὶ͵ ἐλευθέρους τούτους ἀφίησιν. Ἡ δὲ γυνὴ τοῦ βασιλέως͵ υἱὸν ἔχουσα καταλελειμμένον ἐν ἡλικίᾳ μικρᾷ͵ εἶπεν αὐτοῖς πρόνοιαν αὐτοῦ ποιήσασθαι͵ ἄχρις οὗ εἰς ἄνδρα τελέσῃ. Πεισθέντες οὖν οἱ νεανίσκοι πρόνοιαν ποιοῦνται τῶν τοῦ βασιλέως πραγμάτων. Φουρμέντιος δὲ ἦν μάλιστα ὁ διοικῶν σύμπαντα· ἔργον δὲ ἐποιεῖτο͵ τοὺς ἐπιδημοῦντας τῇ χώρᾳ Ρωμαίους ἐμπόρους ζητεῖν͵ εἴπου τινὰ τῶν Χριστιανιζόντων ἐφεύροι. Εὑρὼν δὲ͵ καὶ τὰ καθ΄ ἑαυτὸν διδάσκων͵ παρεκάλει τόπους καταλαμβάνειν ἰδιάζοντας ἐπὶ τῷ τὰς Χριστιανικὰς ἐκτελεῖν εὐχάς. Κατὰ βραχὺ δὲ προϊόντος τοῦ χρόνου͵ καὶ εὐκτήριον κατεσκεύασε͵ καί τινας τῶν Ἰνδῶν κατη χοῦντες συνεύχεσθαι αὐτοῖς παρεσκεύασαν. Ἐπεὶ δὲ ὁ τοῦ βασιλέως παῖς τῆς τελείας ἡλικίας ἐπέβη͵ οἱ περὶ τὸν Φουρμέντιον παραδόντες τὰ καλῶς ὑπ΄ αὐτῶν διοικηθέντα πράγματα͵ ᾔτουν ἐπὶ τὴν ἑαυτῶν ἀποχωρῆσαι πατρίδα· τοῦ δὲ βασιλέως καὶ τῆς ἑαυτοῦ μητρὸς ἐπιμένειν παρακαλούντων καὶ μὴ πεισάντων͵ ἀνεχώρουν ἐπιθυμίᾳ τῆς ἐνεγκαμένης. Αἰδέσιος μὲν οὖν ὡς ἐπὶ τὴν Τύρον ἐσπουδάζεν͵ ὀψόμενος γονέας τε καὶ συγγενεῖς· Φουρμέντιος δὲ καταλαβὼν τὴν Ἀλεξάνδρειαν͵ τῷ ἐπισκόπῳ Ἀθανασίῳ τότε νεωστὶ τῆς ἐπισκοπῆς ἀξιωθέντι͵ ὑπαναφέρει τὸ πρᾶγμα͵ διδάξας τά τε τῆς ἑαυτοῦ ἀποδημίας͵ καὶ ὡς ἐλπίδας ἔχουσιν Ἰνδοὶ τὸν Χριστιανισμὸν παραδέξασθαι· ἐπίσκοπόν τε καὶ κλῆρον ἀποστέλ λειν͵ καὶ μηδαμῶς περιορᾷν τοὺς δυναμένους σωθῆναι. Ἀθανά σιος δὲ λαβὼν εἰς ἔννοιαν τὸ λυσιτελὲς͵ αὐτὸν Φουρμέντιον τὴν ἐπισκοπὴν ἀναδέξασθαι παρεσκεύασεν͵ εἰπὼν μὴ ἔχειν αὐτοῦ ἐπιτηδειότερον. Γίνεται δὴ τοῦτο· καὶ Φουρμέντιος ἀξιωθεὶς τῆς ἐπισκοπῆς αὖθις ἐπὶ τὴν Ἰνδῶν παραγίνεται χώραν͵ καὶ κῆρυξ τοῦ Χριστιανισμοῦ γίνεται͵ εὐκτήριά τε πολλὰ ἱδρύει͵ ἀξιωθείς τε θείας χάριτος͵ πολλὰ μὲν σημεῖα͵ πολλῶν δὲ σὺν τῇ ψυχῇ καὶ τὰ σώματα ἐθεράπευε. Ταῦτα δὲ ὁ Ρουφῖνος παρὰ τοῦ Αἰδεσίου͵ ὕστερον καὶ αὐτοῦ ἱερωσύνης ἀξιωθέντος ἐν τῇ Τύρῳ͵ ἀκηκοέναι φησίν.

1.20 Τίνα τρόπον Ἴβηρες ἐχριστιάνισαν. Καιρὸς δὲ ἤδη λέγειν͵ ὅπως καὶ Ἴβηρες ὑπὸ τὸν αὐτὸν χρόνον ἐχριστιάνισαν. Γυνή τις͵ βίον σεμνὸν καὶ σώφρονα μετερχομένη͵ θείᾳ τινὶ προνοίᾳ ὑπ΄ Ἰβήρων αἰχμάλωτος γίνεται. Ἴβηρες δὲ οὗτοι προσοικοῦσι μὲν τὸν Εὔξεινον πόντον͵ ἄποικοι δὲ εἰσὶν Ἰβήρων τῶν ἐν Ἱσπανίᾳ. Ἡ γυνὴ τοίνυν ἡ αἰχμάλωτος ἐν μέσοις οὖσα τοῖς βαρβάροις ἐφιλοσόφει· σὺν γὰρ τῇ πολλῇ τῆς σωφροσύνης ἀσκήσει͵ νηστείᾳ τε βαθυτάτῃ καὶ συντόνοις προσ έκειτο ταῖς εὐχαῖς· τοῦτο δὲ ὁρῶντες οἱ βάρβαροι τὸν ξενισμὸν τοῦ πραττομένου ἐθαύμαζον. Συμβαίνει δὴ τὸν τοῦ βασιλέως παῖδα νήπιον ὄντα ἀρρωστίᾳ περιπεσεῖν· καὶ ἔθει τινὶ ἐγχωρίῳ͵ παρὰ τὰς ἄλλας γυναῖκας ἡ τοῦ βασιλέως γυνὴ ἔπεμπε τὸν παῖδα θεραπευ θησόμενον͵ εἴπου τι βοήθημα πρὸς τὴν νόσον ἐκ πείρας ἐπίστανται. Ὡς δὲ περιαχθεὶς ὁ παῖς ὑπὸ τῆς τροφοῦ͵ παρ΄ οὐδεμιᾶς τῶν γυναι κῶν θεραπείας ἐτύγχανε͵ τέλος ἄγεται πρὸς τὴν αἰχμάλωτον. Ἡ δὲ͵ ἐπὶ παρουσίᾳ πολλῶν γυναικῶν͵ ὑλικὸν μὲν βοήθημα προσ έφερεν οὐδέν· οὐδὲ γὰρ ἠπίστατο· δεξαμένη δὲ τὸν παῖδα͵ καὶ εἰς τὸ ἐκ τριχῶν ὑφασμένον αὐτῇ στρωμάτιον ἀνακλίνασα͵ λόγον εἶπεν ἁπλοῦν· Ὁ Χριστὸς͵ φησὶν͵ ὁ πολλοὺς ἰασάμενος͵ καὶ τοῦτο τὸ βρέφος ἰάσεται. Ἐπευξαμένης τε ἐπὶ τῷ λόγῳ τούτῳ͵ καὶ ἐπικαλε σαμένης Θεὸν͵ παραχρῆμα ὁ παῖς ἀνερρώννυτο͵ καὶ εἶχεν ἐξ ἐκείνου καλῶς· φήμη τε ἐντεῦθεν τὰς τῶν βαρβάρων γυναῖκας καὶ αὐτὴν τὴν τοῦ βασιλέως διέτρεχε· καὶ φανερωτέρα ἡ αἰχμάλωτος ἐγίνετο. Μετ΄ οὐ πολὺ δὲ καὶ ἡ τοῦ βασιλέως γυνὴ ἀρρωστίᾳ περιπεσοῦσα τὴν αἰχμάλωτον γυναῖκα μετεπέμπετο. Τῆς δὲ παραιτησαμένης μετριαζούσης τε ἐν τοῖς ἤθεσιν͵ αὐτὴ φέρεται παρ΄ αὐτήν· ποιεῖ δὲ ἡ αἰχμάλωτος ἃ καὶ ἐπὶ τοῦ παιδὸς πεποιήκει πρότερον· παρα χρῆμα δὲ ἡ νοσοῦσα ἐρρώσθη καὶ ηὐχαρίστει τῇ γυναικί. Ἡ δὲ͵ Οὐκ ἐμὸν͵ ἔφη͵ τὸ ἔργον͵ ἀλλὰ Χριστοῦ͵ ὃς Υἱός ἐστι τοῦ Θεοῦ͵ τοῦ τὸν κόσμον ποιήσαντος· τοῦτόν τε ἐπικαλεῖσθαι παρῄνει͵ καὶ ἀληθῆ γνωρίζειν Θεόν. Θαυμάσας δὲ ὁ βασιλεὺς τῶν Ἰβήρων τὴν ἐκ τῆς νόσου εἰς ὑγιείαν ταχυτῆτα͵ πυθόμενός τε τίς εἴη ὁ θεραπεύσας͵ δώροις ἠμείβετο τὴν αἰχμάλωτον. Ἡ δὲ οὐκ ἔφη δεῖσθαι πλούτου· ἔχειν γὰρ πλοῦτον τὴν εὐσέβειαν͵ καὶ δέχεσθαι μέγα δῶρον͵ εἰ ἐπιγνώσειε τὸν Θεὸν͵ τὸν ὑπ΄ αὐτῆς γινωσκόμενον. Ταῦτα εἰποῦσα͵ τὰ δῶρα ἀντέπεμπεν· ὁ δὲ βασιλεὺς τὸν μὲν λόγον ἐταμιεύσατο. Μεθ΄ ἡμέραν δὲ ἐξελθόντι αὐτῷ εἰς θήραν͵ συμβαίνει τοιοῦτό τι. Τὰς κορυφὰς τῶν ὀρέων καὶ τὰς νάπας ἔνθα ἐθήρα κατέχεεν ὁμίχλη σκότος τε πολύ. καὶ ἦν ἄπορος μὲν ἡ θήρα͵ ἀδιεξίτητος δὲ ἡ ὁδός· ἐν ἀμηχανίᾳ δὲ γενόμενος πολὺ τοὺς θεοὺς ἐπεκαλεῖτο οὓς ἔσεβεν. Ὡς δὲ οὐδὲν ἤνυε πλέον͵ τέλος εἰς ἔννοιαν τῆς αἰχμαλώτου λαμβάνει τὸν Θεὸν͵ καὶ τοῦτον καλεῖ βοηθόν· καὶ ἅμα γε εὔχετο͵ καὶ τὸ ἐκ τῆς ὁμίχλης διελύετο σκότος. Θαυμάζων δὲ τὸ γενόμενον͵ χαίρων ἐπὶ τὰ οἰκεῖα ἀνεχώρει͵ καὶ τὸ συμβε βηκὸς διηγεῖτο τῇ γυναικί. Καὶ τὴν αἰχμάλωτον εὐθὺς μεταπέμπεται͵ καὶ τίς εἴη ὃν σέβει Θεὸν ἐπυνθάνετο· ἡ δὲ εἰς πρόσωπον ἐλθοῦσα͵ κήρυκα τοῦ Χριστοῦ τὸν τῶν Ἰβήρων βασιλέα ἐποίησε γενέσθαι. Πιστεύσας γὰρ τῷ Χριστῷ διὰ τῆς εὐσεβοῦς γυναικὸς͵ πάντας τοὺς ὑπ΄ αὐτὸν Ἰβήρας συγκαλεῖ· καὶ τὰ συμβάντα περί τε τῆς θεραπείας τῆς γυναικὸς καὶ τοῦ παιδίου͵ οὐ μὴν ἀλλὰ καὶ τὰ κατὰ τὴν θήραν ἐκθέμενος͵ παρῄνει σέβεσθαι τὸν τῆς αἰχμαλώτου Θεόν. Ἐγένοντο οὖν ἀμφότεροι κήρυκες τοῦ Χριστοῦ· ὁ μὲν βασιλεὺς τοῖς ἀνδράσιν͵ ἡ δὲ γυνὴ ταῖς γυναιξί· μαθὼν δὲ παρὰ τῆς αἰχμαλώτου τὸ σχῆμα τῶν παρὰ Ρωμαίοις ἐκκλησιῶν͵ εὐκτήριον οἶκον ἐκέλευσε γενέσθαι· εὐθύς τε τὰ πρὸς οἰκοδομὴν προσέταξεν εὐτρεπίζεσθαι. Καὶ ὁ οἶκος ἠγείρετο. Ἐπεὶ δὲ καὶ τοὺς στύλους ἀνορθοῦν ἐπειρῶντο͵ οἰκονομεῖ τι πρὸς πίστιν τοὺς ἐνοικοῦντας ἡ τοῦ Θεοῦ ἕλκουσα πρόνοια. Εἷς γὰρ τῶν στύλων ἀκίνητος ἔμενε· καὶ οὐδεμία εὑρίσκετο μηχανὴ δυναμένη κινῆσαι αὐτὸν͵ ἀλλὰ τὰ μὲν καλώδια διερρήγνυτο͵ τὰ δὲ μηχανήματα κατεάγνυτο· ἀπεγνωκότες οὖν οἱ ἐργαζόμενοι ἀπεχώρουν. Τότε δείκνυται τῆς αἰχμαλώτου ἡ πίστις· νυκτὸς γὰρ μηδενὸς ἐγνωκότος καταλαμβάνει τὸν τόπον͵ καὶ διανυκτερεύει τῇ εὐχῇ σχολάζουσα. Προνοίᾳ τε Θεοῦ ὁ στύλος ἀνορθοῦται͵ καὶ ὑψηλότερος τῆς βάσεως ἐν τῷ ἀέρι ἐστήρικτο͵ μηδαμῶς τῆς κρηπῖδος ἁπτόμενος. Ἡμέρα δὲ ἦν͵ καὶ ὁ βασιλεὺς ἔμφρων τις ὢν ἐπὶ τὴν οἰκοδομὴν παρῆν͵ ὁρᾷ τε τὸν στύλον ἐπὶ τὴν ἰδίαν κρεμάμενον βάσιν· καὶ ἐκπλήτ τεται μὲν αὐτὸς ἐπὶ τῷ γεγονότι͵ ἐκπλήττονται δὲ καὶ οἱ παρόντες σὺν αὐτῷ. Μετ΄ οὐ πολὺ γὰρ ἐπ΄ ὀφθαλμοῖς αὐτῶν τῇ ἰδίᾳ βάσει ὁ στύλος κατιὼν ἱδρύεται· βοή τε ἐντεῦθεν τῶν ἀνθρώπων βοώντων͵ καὶ ἀληθῆ τὴν πίστιν ἀνακαλούντων τοῦ βασιλέως͵ καὶ ὑμνούντων τὸν τῆς αἰχμαλώτου Θεόν· ἐπίστευόν τε λοιπὸν͵ καὶ σὺν προθυμίᾳ πολλῇ τοὺς ὑπολοίπους στύλους ἀνώρθουν· καὶ οὐκ εἰς μακρὰν τὸ ἔργον τετέλεστο. Πρεσβεία ἐντεῦθεν πρὸς τὸν βασιλέα Κωνσταν τῖνον ἐγένετο· παρεκάλουν τε τοῦ λοιποῦ ὑπόσπονδοι Ρωμαίων γίνεσθαι͵ λαμβάνειν τε ἐπίσκοπον καὶ ἱερὸν κλῆρον· πιστεύειν γὰρ εἰλικρινῶς ἔλεγον τῷ Χριστῷ. Ταῦτα φησὶν ὁ Ρουφῖνος παρὰ Βακουρίου μεμαθηκέναι͵ ὃς πρότερον μὲν ἦν βασιλίσκος Ἰβήρων͵ ὕστερον δὲ Ρωμαίοις προσελθὼν͵ ταξίαρχος τοῦ ἐν Παλαι στίνῃ στρατιωτικοῦ κατέστη· καὶ μετὰ ταῦτα στρατηλατῶν τὸν κατὰ Μαξίμου τοῦ τυράννου πόλεμον τῷ βασιλεῖ Θεοδοσίῳ συνηγωνί σατο. Τοῦτον μὲν τὸν τρόπον καὶ Ἴβηρες ἐχριστιάνισαν ἐπὶ τῶν Κωνσταντίνου χρόνων.

1.21 Περὶ Ἀντωνίου τοῦ μοναχοῦ. Ὁποῖος δὲ ἦν ἐπὶ τῶν αὐτῶν χρόνων καὶ ὁ μοναχὸς Ἀντώνιος ἐν τῇ ἐρήμῳ τῆς Αἰγύπτου͵ ὃς φανερῶς τοῖς δαίμοσιν ἀντεπάλαιεν͵ ἐφευρίσκων τε ἁπλῶς τὰς τέχνας αὐτῶν καὶ τοὺς ἄθλους͵ καὶ ὅπως πολλὰ ἐποίει τεράστια͵ περιττὸν λέγειν ἡμᾶς· ἔφθασε γὰρ Ἀθανά σιος ὁ Ἀλεξανδρείας ἐπίσκοπος͵ μονόβιβλον εἰς τὸν αὐτοῦ βίον ἐκθέμενος. Τοιούτων ἀγαθῶν εὐφορία κατὰ ταὐτὸν ὑπὸ τοὺς χρόνους Κωνσταντίνου τοῦ βασιλέως ἐγένετο.

1.22 Περὶ Μάνετος τοῦ ἀρχηγοῦ τῆς αἱρέσεως τῶν Μανιχαίων͵ καὶ ὅθεν ἦν τὴν ἀρχήν. Ἀλλὰ μεταξὺ τοῦ χρηστοῦ σίτου εἴωθε καὶ ζιζάνια φύεσθαι· φθόνος γὰρ τοῖς ἀγαθοῖς ἐφεδρεύειν φιλεῖ. Παρεφύη γὰρ μικρὸν ἔμπροσθεν τῶν Κωνσταντίνου χρόνων τῷ ἀληθεῖ Χριστιανισμῷ Ἑλληνίζων Χριστιανισμὸς͵ καθάπερ καὶ τοῖς προφήταις ψευδοπροφῆται͵ καὶ ἀποστόλοις ψευδαπόστολοι παρεφύοντο. Τηνικαῦτα γὰρ τὸ Ἐμπεδοκλέους τοῦ παρ΄ Ἕλλησι φιλοσόφου δόγμα διὰ τοῦ Μανιχαίου Χριστιανισμὸν ὑπεκρίνατο· περὶ οὗ Εὐσέβιος μὲν ὁ Παμφίλου ἐν τῇ ἑβδόμῃ τῆς ἐκκλησιαστικῆς ἱστορίας ἐπεμνήσθη· οὐ μὴν ἀκριβῶς διηγήσατο. Διόπερ τὸ παραλειφθὲν ἐκείνῳ ἀνα πληρῶσαι ἀναγκαῖον ἡγοῦμαι· γνωσθήσεται γὰρ͵ τίς τε ὢν ὁ Μανιχαῖος καὶ πόθεν͵ τοιαῦτα ἐτόλμησε. Σκυθιανός τις Σαρακηνὸς γυναῖκα εἶχεν αἰχμάλωτον ἐκ τῶν ἄνω Θηβῶν· δι΄ ἣν τὴν Αἴγυπτον οἰκήσας͵ καὶ τὴν Αἰγυπτίων παιδείαν μαθὼν͵ τὴν Ἐμπεδοκλέους καὶ Πυθαγόρου δόξαν εἰς τὸν Χριστιανισμὸν παρεισήγαγε· δύο φύσεις εἰπὼν͵ ἀγαθήν τε καὶ πονηρὰν͵ ὡς καὶ Ἐμπεδοκλῆς͵ νεῖκος ὀνομάζων τὴν πονηρὰν͵ φιλίαν δὲ τὴν ἀγαθήν. Τούτου δὲ τοῦ Σκυθιανοῦ μαθητὴς γίνεται Βούδδας͵ πρότερον Τερέβινθος καλούμενος· ὅς τις ἐπὶ τὴν Βαβυλωνίαν χώραν ὁρμήσας͵ ἥ τις ὑπὸ Περσῶν οἰκεῖται͵ πολλὰ περὶ ἑαυτοῦ ἐτερατεύετο͵ φάσκων ἐκ παρθένου γεγενῆσθαι͵ καὶ ἐν ὄρεσιν ἀνατετράφθαι. Εἶτα συγγράφει βιβλία τέσσαρα͵ ἓν μὲν ἐπονομάσας τῶν Μυστηρίων͵ ἕτερον δὲ͵ τὸ Εὐαγγέλιον· καὶ τὸν Θησαυρὸν τρίτον͵ καὶ τὰ Κεφάλαια τέταρτον. Τελετὰς δέ τινας ποιεῖν σχηματιζόμενος͵ ἐδισκεύθη ὑπὸ πνεύματος͵ καὶ οὕτως ἀπώλετο. Γυνὴ δέ τις͵ παρ΄ ᾗ κατέλυεν͵ ἔθαψεν αὐτόν· καὶ τὰ ἐκείνου χρήματα κατασχοῦσα͵ παιδάριον ὠνήσατο͵ περὶ ἑπτὰ ἔτη τὴν ἡλικίαν͵ ὀνόματι Κούβρικον· τοῦτον ἐλευθερώσασα͵ καὶ γράμματα ἐκδιδάξασα͵ μετὰ χρόνον ἐτελεύτησε͵ πάντα αὐτῷ τὰ χρήματα τοῦ Τερεβίνθου καταλείψασα͵ καὶ τὰ βιβλία ἅπερ ἦν συντάξας ἐκεῖνος͵ ὑπὸ Σκυθιανῷ παιδευόμενος. Ταῦτα λαβὼν ὁ ἀπελεύθερος Κούβρικος͵ καὶ ἐπὶ τὰ Περσῶν μέρη χωρήσας͵ μετονομάζει μὲν ἑαυτὸν Μάνην· τὰ δὲ τοῦ Βούδδα ἤτοι Τερεβίνθου βιβλία͵ ὡς οἰκεῖα͵ τοῖς ὑπ΄ αὐτοῦ πλανηθεῖσιν ἐξέδωκεν. Αἱ τῶν βίβλων τοίνυν ὑποθέσεις Χριστιανίζουσι μὲν τῇ φωνῇ͵ τοῖς δὲ δόγμασιν Ἑλληνίζουσι· καὶ γὰρ πολλοὺς θεοὺς σέβειν ὁ Μανιχαῖος προτρέπεται ἄθεος ὢν͵ καὶ τὸν ἥλιον προσκυνεῖν διδάσκει· καὶ εἱμαρμένην εἰσάγει͵ καὶ τὸ ἐφ΄ ἡμῖν ἀναιρεῖ· καὶ μετενσωμά τωσιν δογματίζει͵ φανερῶς Ἐμπεδοκλέους καὶ Πυθαγόρου καὶ Αἰγυπτίων ταῖς δόξαις ἀκολουθήσας· καὶ τὸν Χριστὸν ἐν σαρκὶ γεγονέναι οὐ βούλεται͵ φάντασμα αὐτὸν λέγων εἶναι· καὶ νόμον καὶ προφήτας ἀθετεῖ· καὶ ἑαυτὸν ὀνομάζει Παράκλητον· ἅπερ πάντα ἀλλότρια τῆς ὀρθοδόξου ἐκκλησίας καθέστηκεν. Ἐν δὲ ταῖς ἐπιστολαῖς͵ καὶ ἀπόστολον ἑαυτὸν ὀνομάζειν ἐτόλμησεν. Ἀλλὰ τοῦ τηλικούτου ψεύδους ἀξίαν εὕρετο δίκην διὰ τοιάνδε αἰτίαν. Τοῦ βασιλέως Περσῶν υἱὸς νόσῳ περιπεπτώκει· ὁ δὲ πατὴρ͵ τὸ δὴ λεγόμενον͵ πάντα λίθον ἐκίνει͵ τὸν υἱὸν σωθῆναι βουλόμενος· μαθών τε περὶ τοῦ Μανιχαίου͵ καὶ τὰς τερατείας αὐτοῦ νομίσας εἶναι ἀληθεῖς͵ ὡς ἀπόστολον μεταπέμπεται͵ πιστεύσας δι΄ αὐτοῦ σωθήσεσθαι τὸν υἱόν. Ὁ δὲ παραγενόμενος μετὰ τοῦ ἐπιπλάστου σχήματος ἐγχειρίζεται τὸν τοῦ βασιλέως υἱόν· ὁ δὲ βασιλεὺς ἑωρακὼς ὅτι ὁ παῖς ἐν ταῖς χερσὶν αὐτοῦ ἐτεθνήκει͵ συγκλείσας αὐτὸν͵ τιμωρεῖσθαι ἕτοιμος ἦν· ὁ δὲ διαδρὰς ἐπὶ τὴν Μεσοποταμίαν διασώζεται. Μαθών τε αὐτὸν ὁ τῶν Περσῶν βασιλεὺς ἐκεῖ διατρίβειν͵ ἀνάρπαστον ποιήσας͵ ζῶντα ἐξέδειρεν· καὶ ἀχύρων τὴν δορὰν πληρώσας͵ πρὸ τῆς πύλης τῆς πόλεως προὔθηκε. Ταῦτα δὲ ἡμεῖς͵ οὐ πλάσαντες λέγομεν͵ ἀλλὰ διαλόγῳ Ἀρχελάου τοῦ ἐπισκόπου Κασχάρων͵ μιᾶς τῶν ἐν Μεσοποταμίᾳ πόλεων͵ ἐντυχόντες συνηγάγομεν. Αὐτὸς γὰρ Ἀρχέλαος διαλεχθῆναι αὐτῷ φησὶ κατὰ πρόσωπον͵ καὶ τὰ προγεγραμμένα εἰς τὸν βίον αὐτοῦ ἐκτίθεται. Τοῖς οὖν ἀγαθοῖς ἐνακμάζουσιν ὁ φθόνος͵ καθὰ ἔφην͵ ἐφεδρεύειν φιλεῖ. Τίς δὲ ἡ αἰτία͵ δι΄ ἣν ὁ ἀγαθὸς Θεὸς τοῦτο γίνεσθαι συγχωρεῖ͵ πότερον γυμνάσαι τὰ ἀγαθὰ τῶν δογμάτων βουλόμενος τῆς ἐκκλησίας͵ καὶ τὴν ἐπὶ τῇ πίστει προσγινομένην ἀλαζονείαν ἐκκόπτειν͵ ἢ ὅπως ποτὲ ἔχοι͵ δυσχερὴς μὲν καὶ μακρὰ ἡ ἀπόδοσις͵ οὐκ εὐκαίρως δὲ νῦν ἐξετάζεται· οὔτε γὰρ δόγματα πρόκειται γυμνάζειν ἡμῖν͵ οὔτε τοὺς περὶ προνοίας καὶ κρίσεως τοῦ Θεοῦ δυσευρέτους λόγους κινεῖν͵ ἀλλ΄ ἱστορίαν γεγονότων περὶ τὰς ἐκκλησίας πραγμάτων ὡς οἷόν τε διηγήσασθαι. Ὅπως μὲν οὖν μικρὸν ἔμπροσθεν τῶν Κωνσταντίνου χρόνων ἡ Μανιχαίων παρεφύη θρησκεία͵ εἴρηται· ἐπανέλθωμεν δὲ ἐπὶ τοὺς χρόνους τῆς προκειμένης ἱστορίας.

1.23 Ὡς Εὐσέβιος ὁ Νικομηδείας καὶ Θέογνις ὁ Νικαίας ἀναθαρσήσαντες σπουδὴν πεποίηνται παρατρέψαι τὴν ἐν Νικαίᾳ πίστιν͵ διὰ τὸ σκευωρήσασθαι Ἀθανάσιον. Οἱ περὶ Εὐσέβιον καὶ Θέογνιν τῆς ἐξορίας ἐπανελθόντες τὰς μὲν ἐκκλησίας κατέλαβον͵ ἐξωθήσαντες͵ ὡς ἔφην͵ τοὺς χειροτονη θέντας εἰς τὸν τόπον αὐτῶν· παρρησίαν τε οὐ τὴν τυχοῦσαν ἐκτή σαντο παρὰ τῷ βασιλεῖ͵ ὃς πάνυ διὰ τιμῆς ἦγεν αὐτοὺς͵ ὡς ἀπὸ κακοδοξίας εἰς τὴν ὀρθοδοξίαν ἐπιστρέψαντας. Οἱ δὲ͵ τῇ δοθείσῃ παρρησίᾳ καταχρησάμενοι͵ μείζονα τῆς προλαβούσης ταραχὴν τῇ οἰκουμένῃ ἐκίνησαν͵ διχόθεν ὁρμώμενοι͵ ἔκ τε τῆς προκατασχούσης αὐτοὺς Ἀρειανῆς δόξης͵ καὶ ἐκ τῆς πρὸς Ἀθανάσιον ἀπεχθείας· ἐπειδὴ αὐτοῖς ἐκεῖνος ἐν τῇ συνόδῳ γενναίως περὶ τῶν ζητουμένων δογμάτων ἀντέπεσεν. Πρῶτον μὲν τὴν Ἀθανασίου χειροτονίαν διέβαλλον͵ καὶ ὡς ἀναξίου πρὸς τὴν ἐπισκοπὴν͵ καὶ μὴ ὡς ὑπὸ ἀξιοπίστων γεγενημένου· ἐπεὶ δὲ ἐκεῖνος κρείττων τῆς διαβολῆς ἐδείκνυτο͵ (ἐγκρατὴς γὰρ τῆς Ἀλεξανδρέων ἐκκλησίας γενόμενος͵ διαπύρως ὑπὲρ τῆς ἐν Νικαίᾳ πίστεως ἠγωνίζετο)͵ τότε δὴ οἱ περὶ Εὐσέβιον σπουδὴν ἐτίθεντο͵ Ἀθανάσιον μὲν σκευωρήσασθαι͵ Ἄρειον δὲ καταγαγεῖν εἰς τὴν Ἀλεξάνδρειαν· οὕτω γὰρ μόνως δυνήσεσθαι τὴν τοῦ ὁμοουσίου πίστιν ἐκβαλεῖν͵ παρεισάγειν δὲ τὴν Ἀρειανί ζουσαν. Ἔγραφεν οὖν Εὐσέβιος Ἀθανασίῳ͵ δέχεσθαι Ἄρειον καὶ τοὺς ἀμφ΄ αὐτόν· καὶ γράφων μὲν παρεκάλει͵ ἔξωθεν δὲ διηπείλει. Ἐπεὶ δὲ Ἀθανάσιος οὐδενὶ τρόπῳ ἐπείθετο͵ κατασκευάζει πεισθῆναι τὸν βασιλέα͵ δέξασθαι μὲν εἰς πρόσωπον τὸν Ἄρειον͵ καὶ κάθοδον αὐτῷ εἰς τὴν Ἀλεξάνδρειαν παρασχεῖν· καὶ ταῦτα μὲν ὅπως ἐξίσχυσε κατεργάσασθαι͵ κατὰ χώραν ἐρῶ. Πρὸ τούτων δὲ ἑτέρα ταῖς ἐκκλησίαις ἐπιγίνεται ταραχή· καὶ γὰρ πάλιν τὴν εἰρήνην οἱ οἰκεῖοι τῆς ἐκκλησίας ἐτάραττον. Εὐσέβιος μὲν οὖν ὁ Παμφίλου φησὶν͵ εὐθὺς μετὰ τὴν σύνοδον πρὸς ἑαυτὴν στασιάζειν τὴν Αἴγυπτον͵ τὴν αἰτίαν μὴ προστιθείς· ἐξ ὧν καὶ διγλώσσου δόξαν ἐκτήσατο͵ ὅτι τὰς αἰτίας λέγειν ἐκκλίνων͵ μὴ συνευδοκεῖν τοῖς ἐν Νικαίᾳ συνέθετο· ὡς δὲ ἡμεῖς ἐκ διαφόρων ἐπιστολῶν εὑρήκαμεν͵ ἃς μετὰ τὴν συνόδον οἱ ἐπίσκοποι πρὸς ἀλλήλους ἔγραφον͵ ἡ τοῦ ὁμοουσίου λέξις τινὰς διετάραττε· περὶ ἣν κατατριβόμενοι καὶ ἀκριβολογούμενοι τὸν κατὰ ἀλλήλων πόλεμον ἤγειραν· νυκτομαχίας τε οὐδὲν ἀπεῖχε τὰ γινόμενα· οὐδὲ γὰρ ἀλλήλους ἐφαίνοντο νοοῦντες͵ ἀφ΄ ὧν ἀλλήλους βλασφημεῖν ὑπελάμβανον. Οἱ μὲν γὰρ τοῦ ὁμοουσίου τὴν λέξιν ἐκκλίνοντες͵ τὴν Σαβελλίου καὶ Μοντανοῦ δόξαν εἰσηγεῖσθαι τοὺς αὐτὴν προσδεχομένους ἐνόμιζον· καὶ διὰ τοῦτο βλασφήμους ἐκάλουν͵ ὡς ἀναιροῦντας τὴν ὕπαρξιν τοῦ Υἱοῦ τοῦ Θεοῦ· οἱ δὲ πάλιν τῷ ὁμοουσίῳ προσκείμενοι͵ πολυθεΐαν εἰσάγειν τοὺς ἑτέρους νομίζοντες͵ ὡς Ἑλληνισμὸν εἰσάγοντας ἐξετρέποντο. Καὶ Εὐστάθιος μὲν ὁ Ἀντιοχείας ἐπίσκοπος διασύρει τὸν Παμφίλου Εὐσέβιον͵ ὡς τὴν ἐν Νικαίᾳ πίστιν παραχαράττοντα· Εὐσέβιος δὲ τὴν μὲν ἐν Νικαίᾳ πίστιν οὔ φησι παραβαίνειν͵ διαβάλλει δὲ Εὐστάθιον͵ ὡς τὴν Σαβελλίου δόξαν εἰσάγοντα· διὰ ταῦτα ἕκαστοι ὡς κατὰ ἀντιπάλων τοὺς λόγους συνέγραφον· ἀμφότεροί τε λέγοντες ἐνυπόστατόν τε καὶ ἐνυπάρχοντα τὸν Υἱὸν εἶναι τοῦ Θεοῦ͵ ἕνα τε Θεὸν ἐν τρισὶν ὑποστάσεσιν εἶναι ὁμολογοῦντες͵ ἀλλήλοις͵ οὐκ οἶδ΄ ὅπως͵ συμφωνῆσαι οὐκ ἴσχυον· καὶ διὰ ταῦτα ἡσυχάζειν οὐδενὶ τρόπῳ ἠνείχοντο.

1.24 Περὶ τῆς γενομένης συνόδου ἐν Ἀντιοχείᾳ͵ ἣ καθεῖλεν Εὐστάθιον τὸν Ἀντιοχείας ἐπίσκοπον· ἐφ΄ ᾧ στάσεως γενομένης͵ μικροῦ ἀνετράπη ἡ πόλις. Σύνοδον οὖν ἐν Ἀντιοχείᾳ ποιήσαντες͵ καθαιροῦσιν Εὐστάθιον͵ ὡς τὰ Σαβελλίου μᾶλλον φρονοῦντα͵ ἢ ἅπερ ἡ ἐν Νικαίᾳ σύνοδος ἐδογμάτισεν· ὡς μὲν οὖν τινες φασὶν͵ δι΄ ἄλλας οὐκ ἀγαθὰς αἰτίας· φανερῶς γὰρ οὐκ εἰρήκασι. Τοῦτο δὲ ἐπὶ πάντων εἰώθασι τῶν καθαιρουμένων ποιεῖν οἱ ἐπίσκοποι͵ κατηγοροῦντες μὲν καὶ ἀσεβεῖν λέγοντες͵ τὰς δὲ αἰτίας τῆς ἀσεβείας οὐ προστιθέντες. Ὅτι μέντοι ὡς Σαβελλίζοντα καθεῖλον Εὐστάθιον͵ Κύρου τοῦ Βεροίας ἐπισκόπου κατηγοροῦντος αὐτοῦ͵ Γεώργιος ὁ Λαοδικείας τῆς ἐν Συρίᾳ ἐπίσκοπος͵ εἷς ὢν τῶν μισούντων τὸ ὁμοούσιον͵ ἐν τῷ ἐγκωμίῳ τῷ εἰς Εὐσέβιον τὸν Ἐμισηνὸν ἔγραψεν [εἰρηκέναι]. Καὶ περὶ μὲν τοῦ Ἐμισηνοῦ Εὐσεβίου κατὰ χώραν ἐροῦμεν. Γεώργιος δὲ περὶ Εὐσταθίου γράφει· φάσκων γὰρ Εὐστάθιον ὑπὸ τοῦ Κύρου κατηγορεῖσθαι ὡς Σαβελλίζοντα͵ αὖθις τὸν Κῦρον ἐπὶ τοῖς αὐτοῖς ἁλόντα καθῃρῆσθαι φησί. Καὶ πῶς οἷόν τε͵ Κῦρον τὰ Σαβελλίου φρο νοῦντα κατηγορεῖν Εὐσταθίου ὡς Σαβελλίζοντος; Ἔοικεν οὖν Εὐστάθιον δι΄ ἑτέρας καθῃρῆσθαι προφάσεις. Τότε δὲ ἐν τῇ Ἀντιοχείᾳ δεινὴ στάσις ἐπὶ τῇ αὐτοῦ καθαιρέσει γεγένηται· καὶ μετὰ ταῦτα πολλάκις περὶ ἐπιλογῆς ἐπισκόπου τοσοῦτος ἐξήφθη πυρσὸς͵ ὡς μικροῦ δεῆσαι τὴν πᾶσαν ἀνατραπῆναι πόλιν͵ εἰς δύο τμήματα διαιρεθέντος τοῦ λαοῦ· τῶν μὲν Εὐσέβιον τὸν Παμφίλου ἐκ τῆς ἐν Παλαιστίνῃ Καισαρείας μεταφέρειν φιλονεικούντων ἐπὶ τὴν Ἀντιόχειαν͵ τῶν δὲ σπευδόντων ἐπαναγαγεῖν Εὐστάθιον. Συνελαμβάνετο δὲ ἑκατέρῳ μέρει καὶ τὸ κοινὸν τῆς πόλεως· καὶ στρατιωτικὴ χεὶρ͵ ὡς κατὰ πολεμίων κεκίνητο͵ ὡς καὶ ξιφῶν μέλλειν ἅπτεσθαι͵ εἰ μὴ ὁ Θεός τε καὶ ὁ παρὰ τοῦ βασιλέως φόβος τὰς ὁρμὰς τοῦ πλήθους ἀνέστειλεν. Ὁ μὲν γὰρ βασιλεὺς δι΄ ἐπιστολῶν τὰ γεγενημένα καὶ τὰς στάσεις κατέπαυσεν͵ Εὐσέβιος δὲ παραιτη σάμενος· ἐφ΄ ᾧ καὶ θαυμάσας αὐτὸν ὁ βασιλεὺς͵ γράφει τε αὐτῷ καὶ τὴν πρόθεσιν αὐτοῦ ἐπαινέσας͵ μακάριον ἀποκαλεῖ͵ ὅτι οὐ μιᾶς πόλεως͵ ἀλλὰ πάσης σχεδὸν τῆς οἰκουμένης ἐπίσκοπος ἄξιος εἶναι ἐκρίθη. Ἐφεξῆς οὖν ἐπὶ ἔτη ὀκτὼ λέγεται τὸν ἐν Ἀντιοχείᾳ θρόνον τῆς ἐκκλησίας σχολάσαι· ὀψὲ δέ ποτε σπουδῇ τῶν τὴν ἐν Νικαίᾳ πίστιν παρατρέπειν σπουδαζόντων͵ χειροτονεῖται Εὐφρόνιος. Τοσαῦτα μὲν περὶ τῆς συνόδου͵ ἣ κατὰ τὴν Ἀντιόχειαν δι΄ Εὐστά θιον γέγονεν͵ ἱστορείσθω. Μετὰ ταῦτα δὲ εὐθὺς καὶ ὁ τὴν Βηρυτὸν μὲν πάλαι καταλιπὼν Εὐσέβιος͵ τότε δὲ τῆς ἐν Νικομηδείᾳ κρατῶν ἐκκλησίας͵ σπουδὴν ἔθετο σὺν τοῖς ἀμφ΄ αὐτὸν͵ Ἄρειον καταγαγεῖν εἰς τὴν Ἀλεξάνδρειαν· πῶς δὲ ἐξίσχυσαν τοῦτο κατεργάσασθαι͵ καὶ πῶς ἐπείσθη ὁ βασιλεὺς εἰς πρόσωπον δέξασθαι Ἄρειον καὶ τὸν σὺν αὐτῷ Εὐζώϊον͵ ἤδη λεκτέον.

1.25 Περὶ τοῦ πρεσβυτέρου τοῦ σπουδάσαντος ἀνακληθῆναι Ἄρειον. ῏Ην ἀδελφὴ τῷ βασιλεῖ Κωνσταντίνῳ͵ τοὔνομα Κωνσταντία· γυνὴ δὲ ἐγεγόνει Λικιννίου͵ τοῦ πρότερον μὲν συμβασιλεύσαντος αὐτῷ Κωνσταντίνῳ͵ μετὰ ταῦτα δὲ τυραννήσαντος͵ καὶ διὰ τοῦτο ἀναιρεθέντος. Ταύτῃ πρεσβύτερός τις τῷ Ἀρειανῶν προσκείμενος δόγματι γνώριμος ἦν͵ καὶ ἐν τοῖς οἰκείοις ἐτάττετο. Ὑποβαλόντος οὖν Εὐσεβίου καὶ τῶν σὺν αὐτῷ͵ λόγους περὶ Ἀρείου πρὸς τὴν γυναῖκα παρέσπειρεν͵ ἠδικῆσθαι φάσκων αὐτὸν ὑπὸ τῆς συνόδου͵ καὶ μὴ φρονεῖν ὡς περὶ αὐτοῦ λόγος κατέχει. Ταῦτα ἀκούσασα ἡ Κωνσταντία τῷ μὲν πρεσβυτέρῳ ἐπίστευεν͵ τῷ δὲ βασιλεῖ λέγειν οὐκ ἐτόλμα. Συμβαίνει δὲ χαλεπῇ νόσῳ περιπεσεῖν τὴν Κωνσταντίαν· ὁ δὲ βασιλεὺς συνεχῶς ἀρρωστοῦσαν αὐτὴν ἐπεσκέπτετο. Ἐπειδὴ δὲ ἡ γυνὴ ἐκ τῆς νόσου χαλεπώτερον διετέθη͵ θνήσκειν δὲ προσεδόκα͵ παρακατατίθεται τῷ βασιλεῖ τὸν πρεσβύτερον͵ μαρτυροῦσα αὐτῷ σπουδὴν καὶ εὐλάβειαν͵ καὶ ὡς εὔνους εἴη περὶ τὴν βασιλείαν αὐτοῦ. Ἡ μὲν οὖν μετ΄ οὐ πολὺ τεθνήκει· ὁ δὲ πρεσβύτερος ἐν τοῖς οἰκειοτάτοις τοῦ βασιλέως ἐτάττετο· καὶ δὴ κατὰ βραχὺ τὴν παρρησίαν αὐξήσας͵ τοὺς αὐτοὺς ἀναφέρει λόγους περὶ τοῦ Ἀρείου τῷ βασιλεῖ͵ οἷς πρὸς τὴν ἀδελφὴν ἐχρήσατο πρότερον· φάσκων μὴ ἄλλως φρονεῖν Ἄρειον͵ ἢ ὃ τῇ συνόδῳ δοκεῖ· ἐλθόντα τε αὐτὸν κατὰ πρόσωπον͵ συντίθεσθαι τούτοις͵ καὶ ἀλόγως συκο φαντεῖσθαι τούτοις. Ξένα καταφαίνεται τῷ βασιλεῖ τὰ παρὰ τοῦ πρεσβυτέρου λεγόμενα· καὶ εἰ Ἄρειος͵ ἔφη͵ συντίθεται τῇ συνόδῳ͵ καὶ εἰ τὰ ἐκείνης φρονεῖ͵ δέξομαί τε αὐτὸν εἰς πρόσωπον͵ καὶ σὺν τιμῇ ἐκπέμψω ἐπὶ τὴν Ἀλεξάνδρειαν. Ταῦτα ἔλεγε͵ καὶ αὐτίκα πρὸς αὐτὸν ἔγραφε τάδε.

Νικητὴς Κωνσταντῖνος μέγιστος σεβαστὸς Ἀρείῳ. Πάλαι μὲν ἐδηλώθη τῇ στερρότητί σου͵ ὅπως ἂν εἰς τὸ ἐμὸν στρατόπεδον ἀφίκοιο͵ ἵνα τῆς ἡμετέρας θέας ἀπολαῦσαι δυνηθείης. Θαυμάζομεν δὲ σφόδρα͵ μὴ παραχρῆμα τοῦτο πεποιηκότα. Διόπερ νῦν ἐπιβὰς ὀχήματος δημοσίου εἰς τὸ ἡμέτερον στρατόπεδον ἀφικέσθαι ἐπείχθητι· ὅπως ἂν τῆς παρ΄ ἡμῶν εὐμενείας τε καὶ ἐπιμελείας τυχὼν͵ ἐπὶ τὴν πατρίδα ἀφικέσθαι δυνηθῇς. Ὁ Θεός σε διαφυλάττοι͵ ἀγαπητέ. Ἐδόθη τῇ πρὸ πέντε καλανδῶν Δεκεμ βρίων.

Καὶ αὕτη μὲν ἡ πρὸς Ἄρειον τοῦ βασιλέως ἐπιστολή. Θαυμάσαι δέ μοι ἔπεισι τὴν σπουδὴν καὶ τὸν ζῆλον͵ ὃν εἶχεν ὁ βασιλεὺς περὶ τὴν θεοσέβειαν· φαίνεται γὰρ διὰ τῆς ἐπιστολῆς͵ ὡς πλειστάκις αὐτὸν ἐπὶ μετάνοιαν προτρεψάμενος͵ ἀφ΄ ὧν μέμφεται ὅτι πολλάκις αὐτοῦ γράψαντος͵ μὴ ταχέως Ἄρειος ἐπανῆλθεν εἰς τὴν ἀλήθειαν. Ἄρειος μὲν οὖν δεξάμενος τοῦ βασιλέως τὰ γράμματα͵ μετ΄ οὐ πολὺ παρῆν ἐπὶ τὴν Κωνσταντινούπολιν· συμπαρῆν δὲ αὐτῷ καὶ Εὐζώϊος͵ ὃν καθεῖλεν Ἀλέξανδρος ὄντα διάκονον͵ ὅτε καθῄρει τοὺς περὶ Ἄρειον. Δέχεται οὖν αὐτοὺς ὁ βασιλεὺς εἰς πρόσωπον͵ καὶ διεπυνθάνετο εἰ τῇ πίστει συντίθενται· τῶν δὲ συνθεμένων ἑτοίμως͵ ὁ βασιλεὺς ἔγγραφον αὐτοὺς ἐπιδιδόναι τὴν πίστιν ἐκέλευσεν.

1.26 Ὡς Ἄρειος ἀνακληθεὶς͵ βιβλίον μετανοίας δοὺς τῷ βασιλεῖ͵ τὴν ἐν Νικαίᾳ πίστιν ὑπεκρίνατο. Οἱ δὲ βιβλίον συντάξαντες͵ τῷ βασιλεῖ προσκομίζουσι͵ τοῦτον ἔχον τὸν τρόπον.

Τῷ εὐλαβεστάτῳ καὶ θεοφιλεστάτῳ δεσπότῃ ἡμῶν βασιλεῖ Κωνσταντίνῳ Ἄρειος καὶ Εὐζώϊος· καθὼς προσέταξεν ἡ θεοφιλής σου εὐσέβεια͵ δέσποτα βασιλεῦ͵ ἐκτιθέμεθα τὴν ἑαυτῶν πίστιν͵ καὶ ἐγγράφως ὁμολογοῦμεν ἐπὶ Θεοῦ͵ οὕτως πιστεύεις καὶ αὐτοὶ καὶ οἱ σὺν ἡμῖν͵ ὡς ὑποτέτακται.

Πιστεύομεν εἰς ἕνα Θεὸν͵ Πατέρα παντοκράτορα· καὶ εἰς Κύριον Ἰησοῦν Χριστὸν τὸν Υἱὸν αὐτοῦ͵ τὸν ἐξ αὐτοῦ πρὸ πάντων τῶν αἰώνων γεγεννημένον Θεὸν Λόγον͵ δι΄ οὗ τὰ πάντα ἐγένετο͵ τά τε ἐν τοῖς οὐρανοῖς͵ καὶ τὰ ἐπὶ τῆς γῆς· τὸν κατελθόντα͵ καὶ σαρκωθέντα͵ καὶ παθόντα͵ καὶ ἀναστάντα͵ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς͵ καὶ πάλιν ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς· καὶ εἰς τὸ Ἅγιον Πνεῦμα͵ καὶ εἰς σαρκὸς ἀνάστασιν͵ καὶ εἰς ζωὴν τοῦ μέλλοντος αἰῶνος͵ καὶ εἰς βασιλείαν οὐρανῶν͵ καὶ εἰς μίαν καθολικὴν ἐκκλησίαν τοῦ Θεοῦ͵ τὴν ἀπὸ περάτων ἕως περάτων. Ταύτην δὲ τὴν πίστιν παρειλήφαμεν ἐκ τῶν ἁγίων εὐαγγελίων͵ λέγοντος τοῦ Κυρίου τοῖς ἑαυτοῦ μαθηταῖς· “Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη͵ βαπτίζοντες αὐτοὺς εἰς ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος.” Εἰ δὲ μὴ ταῦτα οὕτως πιστεύομεν καὶ ἀποδεχόμεθα ἀληθῶς͵ Πατέρα͵ Υἱὸν͵ καὶ Πνεῦμα Ἅγιον͵ ὡς πᾶσα ἡ καθολικὴ ἐκκλησία καὶ αἱ γραφαὶ διδάσκουσιν͵ αἷς κατὰ πάντα πιστεύομεν͵ κριτὴς ἡμῶν ἐστὶν ὁ Θεὸς καὶ νῦν καὶ ἐν τῇ μελλούσῃ κρίσει. Διὸ παρακαλοῦμέν σου τὴν θεοσέβειαν͵ θεοφιλέστατε βασιλεῦ͵ ἐκκλησιαστικοὺς ἡμᾶς ὄντας͵ καὶ τὴν πίστιν καὶ τὸ φρόνημα τῆς ἐκκλησίας καὶ τῶν ἁγίων γραφῶν ἔχοντας͵ ἑνοῦσθαι ἡμᾶς διὰ τῆς εἰρηνοποιοῦ σοῦ καὶ θεοσεβοῦς εὐσεβείας͵ τῇ μητρὶ ἡμῶν͵ τῇ ἐκκλησίᾳ δηλαδὴ͵ περιῃρημένων τῶν ζητημάτων καὶ περισσολογιῶν· ἵνα καὶ ἡμεῖς καὶ ἡ ἐκκλησία εἰρηνεύσαντες μετ΄ ἀλλήλων τὰς συνήθεις εὐχὰς͵ ὑπὲρ τῆς εἰρηνικῆς σου βασιλείας καὶ παντὸς τοῦ γένους σου͵ κοινῇ πάντες ποιησώμεθα.

1.27 Ὡς Ἀρείου εἰς τὴν Ἀλεξάνδρειαν γνώμῃ τοῦ βασιλέως κατελθόντος͵ καὶ μὴ δεχθέντος ὑπὸ Ἀθανασίου͵ οἱ περὶ Εὐσέβιον διαφόρους κατὰ Ἀθανασίου διαβολὰς πρὸς τὸν βασιλέα πεποίηνται. Οὕτω μὲν οὖν Ἄρειος τὸν βασιλέα πείσας͵ ἐχώρει ἐπὶ τὴν Ἀλεξάνδρειαν. Οὐ μέντοι γε κρείσσων ἡ κατασκευὴ τῆς σιωπωμένης ἀληθείας ἐγίνετο· ὡς γὰρ καταλαμβάνοντα αὐτὸν τὴν Ἀλεξάνδρειαν Ἀθανάσιος οὐκ ἐδέχετο (ὡς μῦσος γὰρ αὐτὸν ἐξετρέπετο)͵ αὖθις ἀνακινεῖν ἐπεχείρει τὴν Ἀλεξάνδρειαν͵ παρεμβαλὼν τὴν αἵρεσιν. Τότε δὴ καὶ οἱ περὶ Εὐσέβιον αὐτοί τε ἔγραφον͵ καὶ τὸν βασιλέα γράφειν παρεσκεύαζον͵ ὅπως ἂν προσδεχθῶσιν οἱ περὶ Ἄρειον. Ἀθανάσιος μὲν οὖν πάντῃ τοῦ δέξασθαι αὐτοὺς ἀπηγόρευσε· καὶ τὸν βασιλέα γράφων ἐδίδασκεν͵ ἀδύνατον εἶναι τοὺς ἅπαξ τὴν πίστιν ἀθετήσαντας καὶ ἀναθεματισθέντας αὖθις ἐξ ὑποστροφῆς συλλαμβάνεσθαι. Ὁ δὲ βασιλεὺς βαρέως ἐνεγκὼν͵ τάδε Ἀθανασίῳ γράφων ἠπείλησε.

Μέρος ἐπιστολῆς τοῦ βασιλέως. Ἔχων τοίνυν τῆς ἐμῆς βουλῆς τὸ γνώρισμα͵ πᾶσι τοῖς βουλομένοις εἰς τὴν ἐκκλησίαν εἰσελθεῖν ἀκώλυτον παράσχου τὴν εἴσοδον. Ἐὰν γὰρ γνῶ ὡς κεκώλυκας τινὰς αὐτῶν τῆς ἐκκλησίας μεταποιουμένους͵ ἢ ἀπείρξας τῆς εἰσόδου͵ ἀποστελῶ παραχρῆμα τὸν καθαιρήσοντά σε ἐξ ἐμῆς κελεύσεως͵ καὶ τῶν τόπων μεταστήσοντα. Ταῦτα ἔγραφεν ὁ βασιλεὺς͵ τοῦ λυσιτελοῦντος γινόμενος͵ καὶ μὴ βουλόμενος τὴν ἐκκλησίαν διασπᾶσθαι· τοὺς γὰρ πάντας ἐπὶ τὴν ὁμόνοιαν ἄγειν ἐσπούδαζε. Τότε δὴ καιρὸν εὔκαιρον οἱ περὶ Εὐσέβιον εὑρηκέναι νομίσαντες͵ ἀπεχθῶς πρὸς Ἀθανάσιον ἔχοντες͵ τὴν τοῦ βασιλέως λύπην ὑπουργὸν ἐλάμβανον τοῦ ἰδίου σκοποῦ· καὶ διὰ τοῦτο ἐκύκων πάντα͵ ἀποκινῆσαι αὐτὸν τῆς ἐπισκοπῆς σπουδάζοντες· οὕτω γὰρ ἤλπιζον μόνως τὴν Ἀρειανὴν δόξαν κρατήσειν͵ Ἀθανασίου ἐκποδὼν γινομένου. Συμπαρατάττονται οὖν κατ΄ αὐτοῦ Εὐσέβιος ὁ Νικομηδείας͵ Θέογνις Νικαίας͵ Μάρις Χαλκηδόνος͵ Οὐρσάκιος Σιγγιδόνος τῆς ἄνω Μυσίας͵ καὶ Οὐάλης Μουρσῶν τῆς Παννονίας. Οὗτοι μισθοῦνται τινὰς τῆς Μελιτίου αἱρέσεως καὶ διαφόρους κατὰ Ἀθανασίου κατηγορίας ἐκίνησαν· καὶ πρῶτον μὲν διὰ Ἰσίωνος καὶ Εὐδαίμονος καὶ Καλλινίκου͵ Μελιτιανῶν͵ διαβολὴν ἐργάζονται͵ ὡς Ἀθανασίου λινῆν ἐσθῆτα τελεῖν τοὺς Αἰγυπτίους τῇ Ἀλεξανδρέων ἐκκλησίᾳ κελεύσαντος. Ἀλλὰ ταύτην μὲν τὴν διαβολὴν Ἀλύπιος καὶ Μακάριος πρεσβύτεροι τῆς Ἀλεξανδρέων͵ τότε τυχηρῶς ἐν Νικομηδείᾳ τυγ χάνοντες͵ κατέσβεσαν͵ ψευδῆ τὰ κατὰ Ἀθανασίου λεχθέντα διδά ξαντες εἶναι τὸν βασιλέα. Διὸ τῶν μὲν κατηγόρων διὰ γραμμάτων ὁ βασιλεὺς καθήψατο͵ Ἀθανάσιον δὲ πρὸς ἑαυτὸν ἐλθεῖν προετρέψατο. Πρὶν ἢ δὲ ἐπιστῆ͵ φθάσαντες οἱ περὶ Εὐσέβιον ἑτέραν ἐπισυνάπτουσι τῇ προτέρᾳ διαβολῇ καὶ πολλῷ τῆς προτέρας χείρονα· ὡς Ἀθανάσιος ἐπιβουλεύων τοῖς βασιλέως πράγμασι Φιλουμένῳ τινι ἔπεμψε γλωσσόκομον πλῆρες χρυσίου. Ἀλλὰ περὶ μὲν τούτου ὁ βασιλεὺς ἐν Ψαμαθίᾳ προάστειον δὲ τοῦτο τῆς Νικομηδείας ἐστὶ διαγνοὺς͵ καὶ ἀθῷον εὑρὼν Ἀθανάσιον μετὰ τιμῆς ἐξέπεμψε͵ γράψας τῇ Ἀλεξανδρέων ἐκκλησίᾳ͵ ὅτι αὐτῶν ἐπίσκοπος Ἀθανάσιος ψευδῶς διεβέβλητο. Οἷα μέντοι μετὰ ταῦτα οἱ περὶ Εὐσέβιον κατὰ Ἀθανασίου συνέθεσαν͵ καλὸν μὲν ἦν καὶ πρέπον σιγῇ παραδοῦναι͵ ἵνα μὴ ἡ τοῦ Χριστοῦ ἐκκλησία ὑπὸ τῶν μὴ φρονούντων τὰ τοῦ Χριστοῦ καταγινώσκηται. Ἐπειδὴ δὲ ἐγγράφως ἐπιδοθέντα φανερὰ τοῖς πᾶσιν ἐγένετο͵ διὰ τοῦτο ἀναγκαῖον ἡγησάμην ὡς οἷόν τε διὰ βραχέων εἰπεῖν τὰ ἰδιαζούσης πραγματείας δεόμενα· ὅθεν δὲ ἡ τῆς συκοφαντίας ὑπόθεσις καὶ οἱ τὰς συκοφαντίας κινήσαντες ἔλαβον τὴν ἀρχὴν͵ διὰ βραχέων ἐρῶ. Μαρεώτης χώρα τῆς Ἀλεξανδρείας ἐστί· κῶμαι δέ εἰσιν ἐν αὐτῇ πολλαὶ σφόδρα καὶ πολυάνθρωποι͵ καὶ ἐν αὐταῖς ἐκκλησίαι πολλαὶ καὶ λαμπραί· τάττονται δὲ αὕται αἱ ἐκκλησίαι ὑπὸ τῷ τῆς Ἀλεξανδρείας ἐπισκόπῳ͵ καὶ εἰσὶν ὑπὸ τὴν αὐτοῦ πόλιν ὡς παροικίαι. Ἐν δὲ τῷ Μαρεώτῃ τούτῳ Ἰσχύρας τις οὕτω καλούμενος πρᾶγμα ὑπέδυ πολλῶν θανάτων ἄξιον· οὐδὲ πώποτε γὰρ ἱερωσύνης τυχὼν͵ τὸ τοῦ πρεσβυτέρου ὄνομα ἑαυτῷ περιθέμενος τὰ ἱερέως πράττειν ἐτόλμησε. Φωραθεὶς τοίνυν ἐπὶ τοῖς λεγομένοις ὁ Ἰσχύρας ἀποδρὰς ἐκεῖθεν͵ καὶ καταλαβὼν τὴν Νικομήδειαν͵ προσφεύγει τοῖς περὶ Εὐσέβιον. Οἱ δὲ μίσει τῷ πρὸς Ἀθανάσιον͵ δέχονται μὲν αὐτὸν ὡς πρεσβύτερον͵ ἐπαγγέλλονται δὲ καὶ τῇ τῆς ἐπισκοπῆς ἀξίᾳ τιμῆσαι͵ εἰ κατηγορίαν ἐνστήσεται κατὰ Ἀθανασίου͵ πρόφασιν λαμβάνοντες ὅσα ὁ Ἰσχύρας ἐπλάττετο· ἐφήμιζε γὰρ͵ ὡς εἴη τὰ πάνδεινα ἐξ ἐφόδου πεπονθώς· καὶ ὅτι Μακάριος εἰσπηδήσας εἰς τὸ θυσιαστήριον ἀνέτρεψε μὲν τὴν τράπεζαν͵ ποτήριον δὲ κατέαξε μυστικόν· καὶ ὅτι τὰ ἱερὰ βιβλία κατέκαυσε. Μισθὸν οὖν αὐτῷ͵ ὡς ἔφην͵ τῆς κατηγορίας τὴν ἐπισκοπὴν ἐπηγγείλαντο͵ γινώσκοντες ὡς ἡ κατὰ Μακαρίου κατηγορία σὺν τῷ κατηγορουμένῳ καὶ τὸν πέμψαντα καθαιρεῖ Ἀθανάσιον. Ταύτην μὲν οὖν τὴν κατηγορίαν ὕστερον συνεστήσαντο· πρὸ δὲ ταύτης τὴν παντὸς πεπληρωμένην μύσους͵ περὶ ἧς ἤδη λεκτέον. Χεῖρα ἀνθρώπου οὐκ οἶδα πόθεν λαβόντες͵ πότερον ἀνελόντες τινα καὶ χειροκοπήσαντες͵ ἢ ἤδη νεκροῦ ὄντος ἀπέκοψαν͵ ὁ Θεὸς οἶδε͵ καὶ οἱ αὐθένται τῆς πράξεως· προεχειρίζοντο δ΄ οὖν ὅμως αὐτὴν͵ ὡς Ἀρσενίου τινὸς ἐπισκόπου τῆς Μελιτιανῶν θρησκείας τυγχάνουσαν· καὶ ταύτην ἔφερον ἐν μέσῳ͵ τὸν Ἀρσένιον ἀποκρύψαντες· καὶ ἔλεγον τὴν χεῖρα ταύτην Ἀθανάσιον ἐσχηκέναι πρὸς μαγείας τινάς. Τὸ μὲν οὖν μέγιστον κεφάλαιον͵ ὃ οἱ συκοφάνται συνέθεσαν͵ τοιοῦτον ἦν. Οἷα δὲ φιλεῖ ἐν τοῖς τοιούτοις γίνεσθαι͵ ἄλλοι ἄλλα κατηγόρουν αὐτοῦ· ἐπετί θεντο γὰρ τότε μάλιστα οἱ πρὸς αὐτὸν ἀπεχθανόμενοι. Ταῦτα γνοὺς ὁ βασιλεὺς͵ γράφει τῷ κήνσορι Δαλματίῳ͵ τῷ ἀδελφιδῳ ἑαυτοῦ ἐν Ἀντιοχείᾳ τῆς Συρίας διάγοντι͵ ἀγωγίμους ποιῆσαι τοὺς κατηγορουμένους͵ καὶ διαγνόντα δίκην τοὺς ἐλεγχθέντας εἰσ πράξασθαι. Ἔπεμπε δὲ καὶ Εὐσέβιον ἅμα Θεόγνιδι͵ ἵνα ἐπὶ παρουσίᾳ αὐτῶν κρίνοιτο Ἀθανάσιος· ὁ δὲ ὡς ἔγνω καλεῖσθαι ὑπὸ τοῦ κήνσορος͵ πέμπει εἰς Αἴγυπτον ἀναζητῆσαι τὸν Ἀρσένιον· καὶ μανθάνει μὲν αὐτὸν κρύπτεσθαι͵ συλλαβεῖν δὲ οὐ δεδύνηται ἄλλοτε ἀλλαχοῦ μεθιστάμενον. Παύει δὲ ὁ βασιλεὺς τὸ ἐπὶ τοῦ κήνσορος δικαστήριον δι΄ αἰτίαν τοιαύτην.

1.28 1Ὡς διὰ τὰς κατηγορίας τὰς κατὰ Ἀθανασίου σύνοδον ἐπισκόπων ἐν τῇ Τύρῳ ὁ βασιλεὺς γενέσθαι παρεσκεύασεν. Σύνοδον ἐπισκόπων ἐκήρυξε γενέσθαι ἐπὶ τῇ καθιερώσει τοῦ εὐκτηρίου οἴκου͵ ὃν ἐν τοῖς Ἱεροσολύμοις ἀνήγειρεν. Ὁδοῦ οὖν πάρεργον͵ πρότερον ἐν τῇ Τύρῳ συναχθέντας τοὺς ἐπισκόπους τὰ κατὰ Ἀθανάσιον γυμνάσαι προσέταξεν· ὅπως ἂν ἐκεῖ πρότερον ἐκποδὼν γενομένης τῆς ἐρεσχελίας͵ εἰρηνικώτερον τὰ ἐπιβατήρια τῆς ἐκκλησίας ἐπιτελέσωσι καθιεροῦντες αὐτὴν τῷ Θεῷ. Τρια κοστὸν δὲ ἔτος ἦν τοῦτο τῆς βασιλείας Κωνσταντίνου· καὶ παρῆσαν ἐπὶ τὴν Τύρον ἐκ διαφόρων τόπων ἐπίσκοποι τὸν ἀριθμὸν ἑξήκοντα͵ Διονυσίου τοῦ ἀπὸ ὑπατικῶν συναγαγόντος αὐτούς. Καὶ ἤγετο μὲν Μακάριος ὁ πρεσβύτερος ἐκ τῆς Ἀλεξανδρείας σιδηροδέσμιος διὰ στρατιωτικῆς χειρός. Ἀθανάσιος δὲ ἀπαντῆσαι οὐκ ἐβούλετο͵ οὐ τοσοῦτον τὰς κατηγορίας εὐλαβούμενος͵ οὐδὲν γὰρ τῶν κατηγορουμένων ἐγίνωσκεν͵ ἀλλὰ φοβούμενος μή τι καινοτομηθῇ παρὰ τὰ ἐν Νικαίᾳ τῇ τότε συνόδῳ συναρέσαντα· ἐδεδοίκει γὰρ τὰ τοῦ βασιλέως ἀπειλητικὰ γράμματα· ἐγέγραπτο γὰρ αὐτῷ͵ ὡς εἰ μὴ ἑκὼν ἀπαντήσοι͵ ἀνάγκῃ ἀχθήσεσθαι. Παρῆν οὖν ἐξ ἀνάγκης καὶ Ἀθανάσιος.

1.29 Περὶ Ἀρσενίου καὶ τῆς κεκόφθαι λεγομένης αὐτοῦ χειρός. Θεοῦ δέ τις πρόνοια τὸν Ἀρσένιον ἐπὶ τὴν Τύρον ἤλαυνεν· ἀμελήσας γὰρ τῶν ἐντολῶν͵ ὧν αὐτῷ οἱ τὰ χρήματα συκοφάνται παρασχόντες δεδώκασι͵ καθ΄ ἱστορίαν τῶν γενησομένων κεκρυμμένως παρῆν. Ἔτυχε δέ πως τοῦ ὑπατικοῦ Ἀρχελάου οἰκέτας ἐν καπηλείῳ ἀκοῦσαι λεγόντων τινῶν͵ ὡς Ἀρσένιος ὁ λεγόμενος ἀνῃρῆσθαι πάρεστιν ἔν τινος οἰκίᾳ κρυπτόμενος. Ταῦτα ἀκούσαντες͵ καὶ τοὺς εἰπόντας σημειωσάμενοι͵ καταφανῆ τὰ ἀκουσθέντα τῷ δεσπότῃ ποιοῦσιν. Ὁ δὲ͵ ὡς εἶχε͵ μὴ μελλήσας ἀνεζήτησε καὶ εὗρε͵ καὶ εὑρὼν ἠσφαλίσατο· καὶ τῷ Ἀθανασίῳ δηλοῖ μηδὲν ταράσ σεσθαι͵ παρεῖναι γὰρ ζῶντα τὸν Ἀρσένιον. Συλληφθεὶς οὖν Ἀρσένιος ἠρνεῖτο εἶναι ὃς ἦν· ἀλλ΄ αὐτὸν Παῦλος ὁ τῆς Τύρου ἐπίσκοπος πάλαι γινώσκων ἐξήλεγξεν. Ταῦτα τῆς προνοίας προ ευτρεπισάσης͵ μετ΄ οὐ πολὺ ἐκαλεῖτο ὑπὸ τῆς συνόδου ὁ Ἀθανάσιος· καὶ παρόντος͵ οἱ συκοφάνται τὴν χεῖρα εἰς μέσον ἦγον͵ καὶ τὴν κατηγορίαν ἐνίσταντο. Ὁ δὲ σοφῶς μετῆλθε τὸ πρᾶγμα· ἠρώτησε γὰρ τοὺς παρόντας καὶ τοὺς κατηγόρους͵ τίνες εἶεν οἱ γινώσκοντες τὸν Ἀρσένιον; πολλῶν δὲ εἰπόντων γινώσκειν αὐτὸν͵ εἰσάγεσθαι ποιεῖ τὸν Ἀρσένιον͵ ἔνδον τοῦ ἱματίου τὰς χεῖρας αὐτοῦ ἔχοντα. Εἶτα αὖθις ἐρωτᾷ· Οὗτος ἐστὶν ὁ τὴν χεῖρα ἀπολωλεκώς; οἱ δὲ ἐπὶ μὲν τῷ παραδόξῳ κατεπλάγησαν͵ πλὴν τῶν εἰδότων ὅθεν ἡ χεὶρ ἡ κοπεῖσα· οἱ δὲ λοιποὶ ἀληθῶς ᾤοντο λείπειν τῷ Ἀρσενίῳ τὴν χεῖρα͵ καὶ προσεδόκων ἐξ ἑτέρας ὑποθέσεως ἀπολογεῖσθαι τὸν Ἀθανάσιον. Ὁ δὲ͵ ἀνελίξας τὸ ἱμάτιον τοῦ Ἀρσενίου καθ΄ ἕτερον τῶν μερῶν δείκνυσι τοῦ ἀνθρώπου τὴν χεῖρα. Πάλιν δὲ νομιζόντων τινῶν τῆς ἑτέρας ἐστερῆσθαι αὐτὸν͵ μικρὸν παρελκύσας ἀμφιβό λους αὐτοὺς κατέστησεν. Εἶτα μὴ μελλήσας͵ καὶ τὸ ἕτερον ἀν ελίξας μέρος͵ καὶ τὴν ἑτέραν τοῦ Ἀρσενίου χεῖρα ἐπέδειξεν· οὕτω τε εἶπε πρὸς τοὺς παρόντας· Ἀρσένιος μὲν͵ ὡς ὁρᾶτε͵ τὰς δύο χεῖρας ἔχων ἐφεύρηται· τῆς τρίτης δὲ τὸν τόπον ὅθεν ἀφῄρηται͵ δεικνύτωσαν οἱ κατήγοροι.

1.30 Ὡς Ἀθανασίου ἐπὶ τῇ κατηγορίᾳ ἀθῴου εὑρεθέντος͵ οἱ κατήγοροι φυγῇ ἐχρήσαντο. Τούτων οὕτως ἐπὶ Ἀρσενίῳ πραχθέντων͵ ἐν ἀμηχανίᾳ μὲν οἱ ῥάψαντες τὸν δόλον κατέστησαν· Ἀχαὰβ δὲ͵ ὁ καὶ Ἰωάννης͵ ὁ κατήγορος͵ τοῦ δικαστηρίου διαδὺς ἐν τῷ θορύβῳ διέφυγε. Καὶ οὕτω μὲν ταύτην τὴν κατηγορίαν Ἀθανάσιος ἀπεδύσατο μηδεμιᾷ χρησάμενος παραγραφῇ͵ ἐθάρρει γὰρ͵ ὡς καταπλήξει τοὺς συκοφάντας καὶ μόνη τοῦ Ἀρσενίου ἡ ζωή.

1.31 Ὅτι τὰς ἐπὶ τῇ δευτέρᾳ κατηγορίᾳ ἀπολογίας Ἀθανασίου μὴ καταδεξαμένων τῶν ἐπισκόπων͵ Ἀθανάσιος πρὸς τὸν βασιλέα ἀνέδραμεν. Ἐπὶ δὲ ταῖς κατὰ Μακαρίου συκοφαντίαις ταῖς νομικαῖς ἐχρήσατο παραγραφαῖς· καὶ πρῶτον μὲν τοὺς περὶ Εὐσέβιον ὡς ἐχθροὺς παρεγράφετο͵ φάσκων μὴ δεῖν ἐπὶ ἀντιδίκων κρίνεσθαι· ἔπειτα δὲ καὶ δείκνυσθαι͵ εἰ ὁ κατήγορος Ἰσχύρας ἀληθῶς πρεσβυτέρου ἔχει ἀξίαν· οὕτω γὰρ καὶ ἐν τῇ κατηγορίᾳ ἐγέγραπτο. Ἐπεὶ δὲ τούτων οὐδένα λόγον οἱ κριταὶ προσεδέξαντο͵ εἰσήχθη μὲν ἡ κατὰ Μακαρίου δίκη· ἀτονησάντων δὲ τῶν κατηγόρων͵ ὑπέρθεσιν ἐλάμβανεν ἡ ἀκρόασις͵ ἐφ΄ ᾧ παραγενέσθαι εἰς τὸν Μαρεώτην τινὰς͵ ἵνα ἐπὶ τῶν τόπων ζητηθῇ τὰ ἀμφίβολα. Ὡς δὲ Ἀθανάσιος πεμπομένους εἶδεν οὓς παρεγράψατο͵ ἐπέμπετο γὰρ Θέογνις͵ Μαρὶς͵ Θεόδωρος͵ Μακεδόνιος͵ Οὐάλης͵ Οὐρσάκιος͵ ἐβόα σκευωρίαν εἶναι καὶ δόλον τὰ γινόμενα· οὐδὲ γὰρ δίκαιον εἶναι Μακάριον μὲν τὸν πρεσβύτερον ἐν δεσμοῖς εἶναι͵ τὸν δὲ κατήγορον ἅμα τοῖς ἐχθροῖς δικασταῖς εἶναι͵ ἐφ΄ ᾧ τε ἐκ μονομεροῦς πρᾶξιν ὑπομνημάτων ποιήσασθαι. Ταῦτα βοῶντος τοῦ Ἀθανασίου͵ καὶ διαμαρτυρομένου τό τε κοινὸν τῆς συνόδου͵ καὶ τὸν ἀπὸ ὑπατικῶν Διονύσιον͵ ὡς οὐδεὶς αὐτοῦ λόγον ἐποιεῖτο͵ διαλαθὼν ἀνεχώρησεν. Οἱ μὲν οὖν ἀποσταλέντες εἰς τὸν Μαρεώτην ἐκ μονομεροῦς ὑπομνήματα ποιήσαντες͵ ὡς ἀληθῶς γενομένων ἃ ὁ κατήγορος ἔλεγεν͵ εἶχον.

1.32 Ὅτι Ἀθανασίου ἀναχωρήσαντος οἱ τῆς συνόδου καθαίρεσιν αὐτοῦ ἐψηφίσαντο. Καὶ Ἀθανάσιος μὲν ἀναχωρήσας πρὸς τὸν βασιλέα ἀνέδραμεν· ἡ σύνοδος δὲ πρῶτον μὲν ἐρήμην αὐτοῦ κατεδιῄτησεν. Ὡς δὲ καὶ τὰ ἐν τῷ Μαρεώτῃ πεπραγμένα συνέφθασε͵ καθαίρεσιν ἐψηφί σαντο͵ πολλὰ ἐν τοῖς καθαιρετικοῖς αὐτὸν λοιδορήσαντες͵ καὶ τῆς ἐπὶ τῷ φόνῳ κατηγορίας τῶν συκοφαντῶν τὴν ἧτταν ἀποσιγήσαντες. Ἐδέξαντο δὲ καὶ αὐτὸν Ἀρσένιον τὸν ἀνῃρῆσθαι λεγόμενον· ὃς πρότερον μὲν τῆς Μελιτιανῶν θρησκείας ἐπίσκοπος ἦν͵ τότε δὲ εἰς τὴν κατὰ Ἀθανασίου καθαίρεσιν ὡς τῆς Ὑψηλοπολιτῶν πόλεως ἐπίσκοπος καθυπέγραψε· καὶ͵ τὸ παράδοξον͵ ὁ λεγόμενος ἀνῃρῆσθαι ὑπὸ Ἀθανασίου ζῶν καθαιρεῖ τὸν Ἀθανάσιον.

1.33 Ὅπως ἡ σύνοδος ἀπὸ τῆς Τύρου ἐπὶ τὰ Ἱεροσόλυμα παραγέγονε͵ καὶ τὰ ἐγκαίνια ποιησαμένη τῆς νέας Ἱερουσαλὴμ͵ τοὺς περὶ Ἄρειον εἰς κοινωνίαν ἐδέξαντο. Παρῆν δὲ εὐθὺς γράμματα τοῦ βασιλέως σημαίνοντα ἐπὶ τὴν νέαν Ἱερουσαλὴμ σπεύδειν τὴν σύνοδον· εὐθύς τε͵ ὡς εἶχον͵ ἐκ τῆς Τύρου σπουδαίως ἐπὶ τὰ Ἱεροσόλυμα ἐπορεύοντο· πάνδημον δὲ ποιήσαντες ἑορτὴν ἐπὶ τῇ καθιερώσει τῶν τόπων͵ Ἄρειον μὲν καὶ τοὺς περὶ αὐτὸν ἐδέξαντο͵ τοῖς βασιλέως γράμμασι πειθαρχεῖν λέγοντες͵ δι΄ ὧν δεδηλώκει αὐτοῖς πεπεῖσθαι περὶ τῆς πίστεως Ἀρείου καὶ Εὐζωΐου. Ἔγραφον δὲ καὶ τῇ Ἀλεξανδρέων ἐκκλησίᾳ͵ ὡς παντὸς ἐξορισθέντος φθόνου ἐν εἰρήνῃ τὰ τῆς ἐκκλησίας καθέστηκε πράγματα· καὶ ὅτι Ἄρειος ἐκ μετανοίας ἐπιγνοὺς τὴν ἀλήθειαν͵ ὡς λοιπὸν τῆς ἐκκλησίας ὢν͵ δικαίως καὶ λοιπὸν παρ΄ αὐτῶν προσεδέχθη͵ ἐξορισθέντα τὸν Ἀθανάσιον αἰνιττόμενοι. Οὐ μὴν ἀλλὰ καὶ τῷ βασιλεῖ τὰ περὶ τῶν αὐτῶν γνώριμα καθίστων. Ταῦτα δὴ τῶν ἐπισκόπων διατεθέντων͵ ἐπικαταλαμβάνει ἕτερα τοῦ βασιλέως γράμματα σημαίνοντα͵ Ἀθανάσιον μὲν ἀναδεδραμηκέναι πρὸς αὐτὸν͵ αὐτοὺς δὲ ἀναγκαῖον εἶναι δι΄ αὐτὸν παραγενέσθαι ἐν Κωνσταντινουπόλει. Ἔστι δὲ τὰ ἐπικαταλαβόντα γράμματα τοῦ βασιλέως τάδε.

1.34 Ὅτι ὁ βασιλεὺς τὴν σύνοδον ἐκάλει πρὸς ἑαυτὸν δι΄ ἐπιστολῆς͵ ἵν΄ ἐπὶ ἑαυτοῦ τὰ κατὰ Ἀθανάσιον ἀκριβῶς ἐξετασθῇ. Νικητὴς Κωνσταντῖνος͵ μέγιστος͵ σεβαστὸς͵ τοῖς ἐν Τύρῳ συνελθοῦσιν ἐπισκόποις. Ἐγὼ μὲν ἀγνοῶ τίνα ἐστὶ τὰ ὑπὸ τῆς ὑμετέρας συνόδου μετὰ θορύβου καὶ χειμῶνος κριθέντα· δοκεῖ δέ πως ὑπό τινος ταραχώδους ἀταξίας ἡ ἀλήθεια διεστράφθαι͵ ὑμῶν δηλαδὴ διὰ τὴν πρὸς τὸν πλησίον ἐρεσχελίαν͵ ἣν ἀήττη τον εἶναι βούλεσθε͵ τὰ τῷ Θεῷ ἀρέσκοντα μὴ συνορώντων. Ἀλλ΄ ἔσται τῆς θείας προνοίας ἔργον καὶ τὰ τῆς φιλονεικίας ταύτης κακὰ φανερῶς ἁλόντα διασκεδάσαι͵ καὶ ἡμῖν διαρρήδην͵ εἴ τινα τῆς ἀληθείας αὐτοὶ οἱ συνελθόντες ἐποιήσασθε φροντίδα͵ καὶ εἰ τὰ κεκριμένα χωρίς τινος χάριτος καὶ ἀπεχθείας ἐκρίνατε͵ φανερῶσαι. Τοιγαροῦν ἠπειγμένως πάντας ὑμᾶς πρὸς τὴν ἐμὴν εὐσέβειαν ἀνελθεῖν δεῖ͵ ἵνα τὴν τῶν πεπραγμένων ὑμῖν ἀκρίβειαν δι΄ ὑμῶν αὐτῶν παραστήσητε. Τίνος δὲ ἕνεκεν ταῦτα γράψαι πρὸς ὑμᾶς ἐδικαίωσα͵ καὶ ὑμᾶς πρὸς ἐμαυτὸν διὰ τοῦ γράμματος καλῶ͵ ἐκ τῶν ἑπομένων γνώσεσθε. Ἐπιβαίνοντί μοι λοιπὸν τῆς ἐπωνύμου ἡμῶν καὶ πανευδαίμονος πατρίδος τῆς Κωνσταντινουπόλεως͵ συνέβαινε δὲ τηνικαῦτα ἐφ΄ ἵππου με ὀχεῖσθαι͵ ἐξαίφνης Ἀθανάσιος ὁ ἐπίσκοπος ἐν μέσῳ τῆς λεωφόρου͵ μετὰ ἱερῶν τινῶν οὓς περὶ αὐτὸν εἶχεν͵ ἀπροσδοκήτως οὕτω προσῆλθεν ὡς καὶ παρασχεῖν ἐκπλήξεως ἀφορμήν. Μαρτυρεῖ γάρ μοι ὁ πάντων ἔφορος Θεὸς͵ ὡς οὐδὲ ἐπιγνῶναι αὐτὸν ὅς τις ἦν παρὰ τὴν πρώτην ὄψιν ἐδυνήθην͵ εἰ μὴ τῶν ἡμετέ ρων τινες͵ καὶ ὅς τις ἦν καὶ τὴν ἀδικίαν ἣν πέπονθε διηγήσασθαι πυνθανομέ νοις͵ ὥσπερ εἰκὸς͵ ἀνήγγειλαν ἡμῖν. Ἐγὼ μὲν οὖν οὔτε διελέχθην αὐτῷ κατ΄ ἐκεῖνο καιροῦ͵ οὔτε ὁμιλίας ἐκοινώνησα. Ὡς δὲ ἐκεῖνος μὲν ἀκουσθῆναι ἠξίου͵ ἐγὼ δὲ παρῃτούμην καὶ μικροῦ δεῖν ἀπελαύνειν αὐτὸν ἐκέλευον͵ μετὰ πλείονος παρρησίας οὐδὲν ἕτερον παρ΄ ἡμῶν ἢ τὴν ὑμετέραν ἄφιξιν ἠξίωσεν ὑπάρξαι͵ ἵνα ὑμῶν παρόντων ἃ πέπονθεν ἀναγκαίως ἀποδύρασθαι δυνηθῇ. Ὅθεν ἐπειδὴ εὔλογόν μοι εἶναι φαίνεται καὶ τοῖς καιροῖς πρέπον καταφαίνεται͵ ἀσμένως ταῦτα γραφῆναι πρὸς ὑμᾶς προσέταξα͵ ἵνα πάντες͵ ὅσοι τὴν σύνοδον τὴν ἐν Τύρῳ γενομένην ἀνεπληρώσατε͵ ἀνυπερθέτως εἰς τὸ στρατό πεδον τῆς ἡμετέρας ἡμερότητος ἐπειχθῆτε͵ τοῖς ἔργοις αὐτοῖς ἐπιδείξοντες τὸ τῆς ὑμετέρας κρίσεως καθαρόν τε καὶ ἀδιάστροφον͵ ἐπ΄ ἐμοῦ δηλαδὴ͵ ὃν τοῦ Θεοῦ γνήσιον εἶναι θεράποντα οὐδ΄ ἂν ὑμεῖς ἀρνηθείητε. Τοιγαροῦν διὰ τῆς ἐμῆς πρὸς τὸν Θεὸν λατρείας τὰ πανταχοῦ εἰρηνεύεται͵ καὶ ὑπὸ τῶν βαρβάρων αὐτῶν τὸ τοῦ Θεοῦ ὄνομα γνησίως εὐλογούμενον͵ οἳ μέχρι νῦν τὴν ἀλήθειαν ἠγνόουν. Δῆλον δὲ ὅτι ὁ τὴν ἀλήθειαν ἀγνοῶν οὐδὲ τὸν Θεὸν ἐπιγινώσκει. Πλὴν ὅμως͵ καθὰ προείρηται͵ καὶ οἱ βάρβαροι δι΄ ἐμὲ τὸν τοῦ Θεοῦ θεράποντα γνήσιον ἐπέγνωσαν τὸν Θεὸν͵ καὶ εὐλαβεῖσθαι μεμαθήκασιν͵ ὃν ὑπερασπίζειν μου πανταχοῦ καὶ προνοεῖσθαι͵ τοῖς ἔργοις αὐτοῖς ᾔσθοντο· ὅθεν μάλιστα καὶ ἴσασι τὸν Θεὸν͵ ὃν ἐκεῖνοι μὲν διὰ τὸν πρὸς ἡμᾶς φόβον εὐλαβοῦνται. Ἡμεῖς δὲ͵ οἱ τὰ ἅγια μυστήρια τῆς ἐκκλησίας αὐτοῦ δοκοῦν τες προβάλλεσθαι (οὐ γὰρ εἴποιμι φυλάττειν)͵ ἡμεῖς͵ φημὶ͵ οὐδὲν πράττομεν ἢ τὰ πρὸς διχόνοιαν καὶ μῖσος συντείνοντα͵ καὶ ἁπλῶς εἰπεῖν͵ τὰ πρὸς ὄλεθρον τοῦ ἀνθρωπίνου γένους συντείνοντα. Ἀλλ΄ ἐπείχθητε͵ καθὰ προεῖ πον͵ πρὸς ἡμᾶς πάντες ᾗ τάχος· πεπεισμένοι ὡς παντὶ σθένει κατορθῶσαι πειρασόμεθα͵ ὅπως ἐν τῷ νόμῳ τοῦ Θεοῦ ταῦτα ἐξαιρέτως ἀδιάπτωτα φυ λάττηται͵ οἷς οὔτε ψόγος οὔτε κακοδοξία τις δυνήσεται προσπλακῆναι͵ διασκεδασθέντων δηλαδὴ καὶ συντριβέντων ἄρδην καὶ παντελῶς ἀφανισθέντων τῶν ἐχθρῶν τοῦ νόμου͵ οἵ τινες ἐπὶ προσχήματι τοῦ ἁγίου ὀνόματος ποικίλας καὶ διαφόρους βλασφημίας ἐμβάλλουσιν.

1.35 Ὅτι τῆς συνόδου μὴ ἐλθούσης παρὰ τὸν βασιλέα͵ οἱ περὶ Εὐσέβιον διέβαλλον Ἀθανάσιον ὡς ἀπειλήσαντα ἀποστρέφειν τὸν σῖτον τὸν ἐκ τῆς Ἀλεξανδρείας τῇ Κωνσταντίνου πόλει χορηγούμενον· ἐφ΄ οἷς κινηθεὶς ὁ βασιλεὺς εἰς ἐξορίαν ἐξέπεμψε τὸν Ἀθανάσιον κελεύσας τὰς Γαλλίας οἰκεῖν. Ταῦτα τὰ γράμματα εἰς ἀγῶνα τοὺς ἐν τῇ συνόδῳ κατέστησε· καθὸ οἱ μὲν πλείους ἐπὶ τὰς ἑαυτῶν ἐχώρησαν πόλεις. Οἱ δὲ περὶ Εὐσέβιον καὶ Θέογνιν καὶ Μάριν͵ Πατρόφιλόν τε καὶ Οὐρ σάκιον καὶ Οὐαλέντα εἰς τὴν Κωνσταντινούπολιν ἐλθόντες οὐκέτι περὶ ποτηρίου κατεαγότος͵ ἢ τραπέζης͵ ἢ Ἀρσενίου ἀναιρεθέντος ζήτησιν γενέσθαι συνεχώρησαν· ἀλλ΄ ἐπὶ ἑτέραν χωροῦσι δια βολὴν διδάξαντες τὸν βασιλέα͵ ὡς εἴη Ἀθανάσιος ἀπειλήσας κωλύ σειν πεμφθῆναι τὸν σῖτον τὸν ἐξ ἔθους ἐκ τῆς Ἀλεξανδρείας εἰς τὴν Κωνσταντινούπολιν κομιζόμενον· καὶ τούτων λεγομένων παρὰ Ἀθανασίου ἀκηκοέναι Ἀδαμάντιον͵ Ἀνουβίωνα͵ Ἀρβαθίωνα͵ καὶ Πέτρον͵ τοὺς ἐπισκόπους. Ἀλλὰ γὰρ ἰσχύει διαβολὴ͵ ὅταν ὁ διαβάλλων ἀξιόπιστος ᾖ. Τούτῳ γὰρ συναρπαγεὶς ὁ βα σιλεὺς καὶ εἰς θυμὸν ἀχθεὶς ἐξορίᾳ ὑποβάλλει τὸν Ἀθανάσιον͵ τὰς Γαλλίας κελεύσας οἰκεῖν. Φασὶ δέ τινες τοῦτο πεποιηκέναι τὸν βασιλέα σκοπῷ τοῦ ἑνωθῆναι τὴν ἐκκλησίαν͵ ἐπειδὴ Ἀθανάσιος πάντῃ κοινωνῆσαι τοῖς περὶ Ἄρειον ἐξετρέπετο. Ἀλλ΄ οὗτος μὲν ἐν Τριβέρει τῆς Γαλλίας διήγαγεν.

1.36 Περὶ Μαρκέλλου τοῦ Ἀγκύρας καὶ Ἀστερίου τοῦ σοφιστοῦ. Οἱ δὲ ἐν Κωνσταντινουπόλει συναχθέντες ἐπίσκοποι καὶ Μάρκελλον τὸν Ἀγκύρας τῆς ἐν τῇ μικρᾷ Γαλατίᾳ καθεῖλον δι΄ αἰτίαν τοιαύτην. Ἀστέριός τις ἐν Καππαδοκίᾳ σοφιστικὴν μετιὼν͵ τὴν μὲν κατέλειπε͵ Χριστιανίζειν δὲ ἐπηγγέλλετο· ἐπεχείρει δὲ καὶ λόγους συγγράφειν͵ οἳ μέχρι νῦν φέρονται͵ δι΄ ὧν τὸ Ἀρείου συνίστη δόγμα͵ τὸν Χριστὸν οὕτω λέγων εἶναι Θεοῦ δύναμιν͵ ὡς εἴρηται παρὰ Μωϋσῇ τὴν ἀκρίδα καὶ τὴν κάμπην δύναμιν εἶναι Θεοῦ͵ καὶ ἕτερα τούτοις παραπλήσια. Συνῆν δὲ ὁ Ἀστέριος συνεχῶς καὶ τοῖς ἐπισκόποις τοῖς μάλιστα τὴν Ἀρειανῶν δόξαν μὴ ἀθετοῦσι. Καὶ δὴ καὶ εἰς τὰς συνόδους ἀπήντα͵ ὑποδῦναι μιᾶς πόλεως ἐπισκοπὴν προθυμούμενος· ἀλλ΄ ἱερωσύνης μὲν ἠστόχησε διὰ τὸ ἐπιτεθυκέναι κατὰ τὸν διωγμόν. Περιϊὼν δὲ τὰς ἐν Συρίᾳ πόλεις οὓς συνέταξε λόγους ἐπεδείκνυτο. Ταῦτα γνοὺς ὁ Μάρκελλος͵ ἀντιπράττειν αὐτῷ βουλόμενος͵ κατὰ διάμετρον πολὺ εἰς τὸ ἐναντίον ἐξέπεσε· ψίλον γὰρ ἄνθρωπον͵ ὡς ὁ Σαμοσατεὺς͵ ἐτόλμησεν εἰπεῖν τὸν Χριστόν. Ταῦτα γνόντες οἱ τότε ἐν Ἱεροσολύμοις συνελθόντες Ἀστερίου μὲν οὐδένα λόγον ἐτίθεντο͵ ἐπεὶ μηδὲ εἰς τὸν κατάλογον τῶν ἱερέων ἐτέτακτο· Μάρκελλον δὲ͵ ὡς ἱερωμένον͵ λόγον ἀπῄτουν τοῦ συγγραφέντος αὐτῷ βιβλίον. Ὡς δὲ ηὕρισκον αὐτὸν τὰ τοῦ Σαμοσατέως φρονοῦντα͵ ἐκέλευον αὐτὸν μεταθέσθαι τῆς δόξης· ὁ δὲ καταισχυνθεὶς ἐπηγγέλλετο κατακαύσειν τὸ βιβλίον. Ὡς δὲ σπουδῇ διελύθη ὁ τῶν ἐπισκόπων σύλλογος͵ τοῦ βασιλέως εἰς τὴν Κωνσταντινούπολιν καλοῦντος αὐτοὺς͵ τότε δὴ τῶν περὶ Εὐσέβιον ἐν τῇ Κωνσταντινουπόλει παρόντων͵ αὖθις τὰ κατὰ Μάρκελλον ἀνεζητεῖτο. Ὡς δὲ ὁ Μάρκελλος οὐχ ᾑρεῖτο κατακαῦσαι͵ καθὰ ὑπέσχετο͵ τὴν ἄκαιρον συγγραφὴν͵ οἱ παρόντες τὸν μὲν καθεῖλον͵ Βασίλειον δὲ ἀντ΄ αὐτοῦ εἰς τὴν Ἄγκυραν ἔπεμψαν. Ἀλλὰ τοῦτο μὲν τὸ σύγγραμμα Εὐσέβιος ἐν τρισὶ βιβλίοις ἀνέτρεψεν͵ ἐξελέγξας τὴν κακοδοξίαν αὐτοῦ. Μάρκελλος δὲ ὕστερον ἐν τῇ κατὰ Σαρδικὴν συνόδῳ τὴν ἐπισκοπὴν ἀνέλαβεν͵ εἰπὼν μὴ νενοῆσθαι αὐτοῦ τὸ σύγγραμμα͵ καὶ διὰ τοῦτο τοῦ Σαμοσατέως δόξαν λαβεῖν. Περὶ μὲν οὖν τούτου κατὰ χώραν ἐροῦμεν.

1.37 Ὅπως Ἄρειος μετὰ τὴν Ἀθανασίου ἐξορίαν ἐκ τῆς Ἀλεξανδρείας ὑπὸ τοῦ βασιλέως μεταπεμφθεὶς ταραχὰς ἐκίνησεν Ἀλεξάνδρῳ τῷ ἐπισκόπῳ Κωνσταντίνου πόλεως. Τριακοστὸν δὲ ἔτος τῆς βασιλείας Κωνσταντίνου τούτων γινομένων ἐπληροῦτο· καὶ Ἄρειος σὺν τοῖς περὶ αὐτὸν καταλαβὼν τὴν Ἀλεξάνδρειαν αὖθις ὅλην ἐτάραττε͵ τοῦ Ἀλεξανδρέων λαοῦ δυσφοροῦντος ἐπί τε τῇ Ἀρείου καθόδῳ καὶ τῶν ἀμφ΄ αὐτὸν͵ καὶ ὅτι ὁ ἐπίσκοπος αὐτῶν Ἀθανάσιος εἰς ἐξορίαν ἀπέσταλτο. Ὡς δὲ ὁ βασιλεὺς ἐπυνθάνετο διεστράφθαι τὴν Ἀρείου γνώμην͵ μετάπεμπτον αὖθις εἰς τὴν Κωνσταντινούπολιν ἥκειν αὐτὸν ἐκέλευσε͵ λόγον δώσοντα ὧν αὖθις ἀνακινεῖν ἐπεχείρει. Ἐτύγχανε δὲ τότε τῆς ἐν Κωνσταντινουπόλει προεστὼς Ἀλέξανδρος ἐκκλησίας͵ Μητροφάνην πάλαι διαδεξάμενος. Τοῦτον τὸν ἄνδρα θεοφιλῆ ὄντα ἡ πρὸς Ἄρειον τότε γενομένη μάχη ἀνέδειξεν· ὡς γὰρ ἧκε τότε Ἄρειος͵ καὶ ὁ λαὸς εἰς δύο πάλιν τμήματα ἐμερίζετο͵ ταραχή τε κατὰ τὴν πόλιν ἐγένετο͵ τῶν μὲν τὴν ἐν Νικαίᾳ πίστιν μηδαμῶς παρασα λεύειν λεγόντων͵ τῶν δὲ εὔλογα λέγειν τὸν Ἄρειον φιλονεικούντων͵ εἰς ἀγῶνα μέγιστον κατέστη ὁ Ἀλέξανδρος· καὶ μάλιστα μὲν͵ ὅτι Εὐσέβιος ὁ Νικομηδείας πολλὰ διηπείλει αὐτῷ͵ λέγων ὅσον οὐδέπω καθαιρήσειν αὐτὸν͵ εἰ μὴ εἰς κοινωνίαν δέξηται τὸν Ἄρειον καὶ τοὺς ἀμφ΄ αὐτόν. Ἀλεξάνδρῳ δὲ οὐ τοσοῦτον περὶ καθαιρέσεως ἔμελεν͵ ὅσον ἐδεδίει ἐπὶ τῇ σπουδαζομένῃ παραλύσει τοῦ δόγματος· φύλακα γὰρ ἑαυτὸν τῶν ὅρων τῆς συνόδου νομίζων͵ παντοῖος ἐγίνετο μὴ παρατρωθῆναι τοὺς τύπους αὐτῆς. Ἐν ταύτῃ τοίνυν τῇ ἀγωνίᾳ καθεστὼς͵ χαίρειν πολλὰ φράσας τῇ διαλεκτικῇ προσφεύγει Θεῷ· καὶ νηστείαις μὲν συνεχέσιν ἐσχόλαζε͵ καὶ τοῦ προσεύχεσθαι οὐδένα τρόπον παρέλειπε· καὶ δὴ τοιοῦτο ἐνθύμιον εἶχε͵ καὶ λαθὼν ἐπετέλει τὰ δόξαντα. Ἐν τῇ ἐκκλησίᾳ ᾗ ἐπώνυμον Εἰρήνη μόνον ἑαυτὸν κατακλειστὸν ποιήσας͵ καὶ εἰς τὸ θυσιαστήριον εἰσελθὼν͵ ὑπὸ τὴν ἱερὸν τράπεζαν ἑαυτὸν ἐπὶ στόμα ἐκτείνας εὔχεται δακρύων. Νύκτας τε πολλὰς ἐφεξῆς καὶ ἡμέρας τοῦτο ποιῶν διετέλει· ᾐτεῖτο γὰρ παρὰ Θεοῦ͵ καὶ ἐλάμβανεν. Ἡ δὲ αἴτησις ἦν τοιαύτη· Εἰ μὲν ἀληθὴς ἡ Ἀρείου δόξα͵ ἑαυτὸν τὴν ὡρισμένην ἡμέραν τῇ συζητήσει μὴ ὄψεσθαι· εἰ δὲ ἣν αὐτὸς ἔχει πίστιν ἀληθὴς͵ Ἄρειον τῆς ἀσεβείας δίκην διδόναι τὸν πάντων αἴτιον τῶν κακῶν.

1.38 Περὶ τοῦ θανάτου Ἀρείου. Τοιαῦτα μὲν οὖν Ἀλέξανδρος ηὔχετο. Ὁ βασιλεὺς δὲ ἀπόπειραν Ἀρείου ποιήσασθαι βουληθεὶς͵ ἐπὶ τὰ βασίλεια αὐτὸν μεταπέμπεται͵ ἠρώτα τε εἰ τοῖς ὅροις στοιχεῖ τῆς ἐν Νικαίᾳ συνόδου. Ὁ δὲ ἑτοίμως μηδὲν μελλήσας ἐπ΄ αὐτοῦ ὑπέγραφε τὰ περὶ τῆς πίστεως ὁρισθέντα σοφισάμενος. Καὶ ὁ μὲν βασιλεὺς θαυμάσας καὶ ὅρκον ἐπέφερεν. Ὁ δὲ καὶ τοῦτο σοφιζόμενος ἐποίει· τίνα δὲ τρόπον ἐτεχνάζετο γράφων͵ ὡς ἤκουσα͵ ἔστι ταῦτα. Καταγράψας͵ φησὶν͵ ὁ Ἄρειος ἐν χάρτῃ ἣν εἶχε δόξαν͵ ὑπὸ μάλης ἔφερεν· ὤμνυ τε ἀληθῶς οὕτω φρονεῖν ὡς καὶ γεγραφηκὼς εἴη. Τοῦτο μὲν οὖν οὕτω γεγενῆσθαι͵ ἀκοῇ γράψας ἔχω· ὅτι μέντοι καὶ ὅρκον ἐπέθηκε τοῖς γραφεῖσιν͵ ἐκ τῶν ἐπιστολῶν τοῦ βασιλέως ἀνελεξάμην. Πιστεύσας δὲ ὁ βασιλεὺς δεχθῆναι αὐτὸν ὑπὸ τοῦ ἐπισκόπου Κωνσταντινουπόλεως Ἀλεξάνδρου εἰς κοινωνίαν ἐκέλευσεν. Σαββάτου δὲ ἦν τότε ἡμέρα͵ καὶ τῇ ἑξῆς προσεδόκα συνάγεσθαι. Δίκη δὲ ἐπηκολούθει τοῖς Ἀρείου τολμήμασιν. Ὡς γὰρ ἐξῆλθε τῆς βασιλικῆς αὐλῆς͵ ἐδορυφορεῖτο μὲν ὑπὸ τῶν περὶ Εὐσέβιον διὰ μέσης τότε τῆς πόλεως͵ περίοπτός τε ἦν· καὶ ἐπεὶ ἐγένετο πλησίον τῆς ἐπιλεγομένης ἀγορᾶς Κωνσταντίνου͵ ἔνθα ὁ πορφυροῦς ἵδρυται κίων͵ φόβος ἔκ τινος συνειδότος κατεῖχε τὸν Ἄρειον· σύν τε τῷ φόβῳ τῆς γαστρὸς ἐκινεῖτο χαύνωσις· ἐρόμενός τε εἰ ἀφεδρών που πλησίον͵ μαθών τε εἶναι ὄπισθεν τῆς ἀγορᾶς Κωνσταντίνου͵ ἐκεῖσε ἐβάδιζεν. Λαμβάνει οὖν λιποθυμία τὸν ἄνθρωπον· καὶ ἅμα τοῖς διαχωρήμασιν ἡ ἕδρα τότε παραυτίκα παρεκπίπτει͵ καὶ αἵματος πλῆθος ἐπηκολούθει͵ καὶ τὰ λεπτὰ τῶν ἐντέρων͵ συνέτρεχε δὲ αἷμα αὐτῷ σπληνί τε καὶ ἥπατι· αὐτίκα οὖν ἐτεθνήκει. Ὁ δὲ ἀφεδρὼν ἄχρι νῦν ἐν τῇ Κωνσταντινουπόλει δείκνυται͵ ὡς ἔφην͵ ὄπισθεν τῆς ἀγορᾶς Κωνσταντίνου καὶ τοῦ ἐν τῇ στοᾷ μακέλλου͵ πάντων τε τῶν παριόντων ἐγειρόντων δάκτυλον κατ΄ αὐτοῦ͵ ἀειμνημόνευτον τοῦ θανάτου τὸν τρόπον ἀπεργαζόμενος. Τούτου γενομένου φόβος καὶ ἀγωνία κατεῖχε τοὺς περὶ τὸν Νικομηδέα Εὐσέβιον· διέτρεχέ τε ἡ φήμη δι΄ ὅλης τῆς πόλεως͵ ὡς δὲ εἰπεῖν͵ καὶ τῆς συμπάσης οἰκουμένης. Ὡς δὲ ὁ βασιλεὺς τῷ Χριστιανισμῷ μᾶλλον προσετίθετο͵ καὶ ἀληθῶς ἐκ Θεοῦ μεμαρτυρῆσθαι τὴν ἐν Νικαίᾳ πίστιν ἔφησεν͵ εὐφραίνετο ἐπὶ τοῖς γεγονόσι· καὶ ἐπὶ τρισὶν υἱοῖς οὓς Καίσαρας ἀνηγορεύκει͵ ἕκαστον κατὰ δεκάδα ἐνιαυτῶν τῆς βασι λείας αὐτοῦ͵ τὸν μὲν πρῶτον ὁμώνυμον ἑαυτοῦ Κωνσταντῖνον τῶν ἑσπερίων μερῶν ἄρχειν καταστήσας ἐν τῇ πρώτῃ δεκάδι τῆς βασιλείας αὐτοῦ. Τῶν δὲ πρὸς τῇ ἑῴᾳ μερῶν τὸν τῷ πάππῳ ἐπώνυμον Κωνστάντιον ἐν τῇ εἰκοσαετηρίδι κατέστησε Καίσαρα· τὸν δὲ νεώτερον Κώνσταντα ἐν τῇ τριακονταετηρίδι τῆς ἑαυτοῦ βασιλείας ἐχειροτόνησεν.

1.39 Ὡς ὁ βασιλεὺς ἀρρωστίᾳ περιπεσὼν τέλει τοῦ βίου ἐχρήσατο. Ἐνιαυτοῦ δὲ μετὰ ταῦτα παραδραμόντος ἐπιβὰς ἑξηκονταπέντε ἐνιαυτῶν ὁ βασιλεὺς Κωνσταντῖνος ἀρρωστίᾳ περιπίπτει· καὶ ἐκ τῆς Κωνσταντινουπόλεως ἐκπλεῖ ἐπὶ τὴν Ἑλενούπολιν͵ ὡς φυσικοῖς θερμοῖς χρησόμενος τοῖς ἐκεῖ γειτνιάζουσιν. Ἐπεὶ δὲ σφοδροτέρου τοῦ νοσήματος ᾔσθετο͵ τὰ μὲν λουτρὰ ὑπερέθετο· ἀπαίρει δὲ ἐκ τῆς Ἑλενουπόλεως εἰς τὴν Νικομήδειαν· κἀκεῖ ἐν προαστείῳ διάγων τοῦ Χριστιανικοῦ μεταλαμβάνει βαπτίσματος. Εὔθυμός τε ἐπὶ τούτῳ γενόμενος διαθήκας ποιεῖται͵ ἐν αἷς τοὺς μὲν τρεῖς υἱοὺς κληρονόμους τῆς βασιλείας ἐνίσταται͵ καθὰ καὶ ζῶν αὐτοῖς τοὺς κλήρους διένειμε. Πολλὰ δὲ τῇ Ρωμαίων πόλει καὶ τῇ ἑαυτοῦ ἐπωνύμῳ πρεσβεῖα καταλιπὼν͵ τὰς διαθήκας ἐκείνῳ παρατίθεται τῷ πρεσβυτέρῳ δι΄ ὅνπερ Ἄρειος ἀνακέκληται͵ οὗ καὶ μικρὸν ἔμπροσθεν πεποιήμεθα μνήμην· ἐντειλάμενος μηδενὶ ἑτέρῳ ἢ τῷ υἱῷ τῷ τῆς ἀνατολῆς ἄρχοντι Κωνσταντίῳ εἰς τὰς χεῖρας βαλεῖν. Μετὰ δὲ τὸ θέσθαι τὰς διαθήκας ὀλίγας ἡμέρας ἐπιβιοὺς τὸν βίον ἀπέλιπε· τῶν μέντοι υἱῶν αὐτοῦ ἐπὶ τῇ τελευτῇ παρῆν οὐδείς· πέμπεται οὖν εὐθὺς πρὸς τὴν ἑῴαν ὁ Κωνσταντίῳ μηνύσων τὴν τελευτήν.

1.40 Περὶ τῆς κηδείας τοῦ βασιλέως Κωνσταντίνου. Τὸ δὲ σῶμα τοῦ βασιλέως οἱ ἐπιτήδειοι χρυσῇ ἐνθέμενοι λάρνακι ἐπὶ τὴν Κωνσταντινούπολιν διεκόμισαν· ἀπέθεντό τε ἐν τοῖς βασιλείοις ἐφ΄ ὑψηλοῦ͵ καὶ διὰ τιμῆς ἦγον καὶ δορυφορίας πολλῆς͵ ὡς καὶ ζῶντος ἐγίνετο· καὶ τοῦτο ἐποίουν ἕως τις τῶν υἱῶν αὐτοῦ παραγένηται. Μετὰ δὲ ταῦτα ἐκ τῶν ἀνατολικῶν μερῶν ἐπιστάντος Κωνσταντίου͵ κηδείας τῆς βασιλικῆς ἠξιοῦτο ἀποτεθεὶς ἐν τῇ ἐκκλησίᾳ τῇ ἐπωνύμῳ τῶν ἀποστόλων͵ ἣν δι΄ αὐτὸ τοῦτο πεποιήκει͵ ὅπως ἂν οἱ βασιλεῖς τε καὶ οἱ ἱερεῖς τῶν ἀποστολικῶν λειψάνων μὴ ἀπολιμπάνοιντο. Ἔζησε δὲ ὁ βασιλεὺς Κωνσταντῖνος ἔτη ἑξηκονταπέντε͵ ἐβασίλευσε δὲ ἔτη τριάκοντα ἕν· ἐτελεύτησε δὲ ἐν ὑπατίᾳ Φιλικιανοῦ καὶ Τατιανοῦ͵ τῇ δευτέρᾳ καὶ εἰκάδι τοῦ Μαΐου μηνός· τοῦτο δὲ ἦν δεύτερον ἔτος τῆς διακοσιοστῆς ἑβδομηκοστῆς ὀγδόης Ὀλυμπιάδος. Περιέχει δὲ ἡ βίβλος χρόνον ἐτῶν ἑνὸς πρὸς τοῖς τριάκοντα.