Εις εαυτόν, και εις τον πατέρα και Βασίλειον τον μέγαν, μετα τὴν επάνοδον εκ φυγής

Από Βικιθήκη
Λόγος ι΄. Εἰς ἑαυτὸν, καὶ εἰς τὸν πατέρα καὶ Βασίλειον τὸν μέγαν, μετὰ τὴν ἐπάνοδον ἐκ φυγῆς.
Συγγραφέας:


1. Οὐδὲν ἰσχυρότερον γήρως, καὶ οὐδὲν φιλίας αἰδεσιμώτερον. Ὑπὸ τούτων ἤχθην ὑμῖν ἐγὼ δέσμιος ἐν Χριστῷ, δεθεὶς οὐκ ἀλύσεσι σιδηραῖς, ἀλλὰ τοῖς ἀλύτοις δεσμοῖς τοῦ Πνεύματος. Τέως δὲ ᾤμην ἰσχυρὸς εἶναί τις καὶ ἀήττητος, καὶ, ὦ τῆς ἀλογία!ς οὐκ ἐδίδουν τοὺς λόγους οὐδὲ τοῖς ἐμοῖς ἐρασταῖς τούτοις καὶ ἀδελφοῖς, ἵν᾿ ἔχω τὴν ἀπραγμοσύνην, καὶ τὸ φιλοσοφεῖν ἐν ἡσυχίᾳ, πάντα παρεὶς τοῖς βουλομένοις, ἐμαυτῷ δὲ προσλαλῶν καὶ τῷ Πνεύματι. Ἡλίου περιενόουν τὸν Κάρμηλον, καὶ Ἰωάννου τὴν ἔρημον, καὶ τῶν οὕτω φιλοσοφούντων τὸ ὑπερκόσμιον· καὶ ζάλην τὰ παρόντα ἐνόμιζον, καὶ πέτραν τινὰ ἐζήτουν, ἢ κρημνὸν, ἢ τειχίον, ὑφ᾿ οἷς σκεπασθήσομαι. Ἄλλων, ἔλεγον, ἔστωσαν αἱ τιμαὶ καὶ οἱ πόνοι, ἄλλων οἱ πόλεμοι καὶ τὰ νικητήρια· ἐμοὶ δὲ ἀρκείτω φεύγοντι τοὺς πολέμους, εἰς ἐμαυτὸν βλέποντι ζῇν οὕτως, ὅπως ἂν δύνωμαι, καθάπερ ἐπὶ λεπτῆς σχεδίας διαπεραιουμένῳ μικρόν τι πέλαγος· καὶ μικρὰν τὴν ἐκεῖθεν μονὴν, τῷ πενιχρῷ τῆς ἐντεῦθεν πολιτείας κατακτωμένῳ. Ταπεινοτέρων ὁ λογισμὸς ἴσως, ἀλλ᾿ οὖν ἀσφαλεστέρων· ἴσον ἀπέχειν καὶ ὕψους καὶ πτώματος.

2. Ταῦτα ἕως ἐξῆν γράφειν ἔτι σκιὰς καὶ ὀνείρατα, καὶ τοῖς ματαίοις ἀναπλασμοῖς ἑστιᾷν τὴν διάνοιαν· νῦν δὲ τί; Φιλία παρεστήσατό με, καὶ πολιὰ πατρὸς ἐχειρώσατο· γῆρας φρονήσεως, προθεσμία βίου, λιμὴν ἀσφαλέστερος, καὶ φιλία πλουτοῦντος Θεῷ, καὶ πλουτίζοντος. Ἤδη γὰρ ἀποπέμπομαι τὴν ὀργήν (ἀκουσάτωσαν πραεῖς, καὶ εὐφρανθήτωσαν)· καὶ πρὸς τὴν χεῖρα ἥμερον βλέπω τὴν τυραννήσασαν, καὶ προσγελῶ τῷ Πνεύματι, καὶ ἡ καρδία καθίσταταί μοι, καὶ ὁ λογισμὸς ἐπανέρχεται, καὶ ἡ φιλία, καθάπερ τις φλὸξ, κατασβεσθεῖσα καὶ ἀπομαρανθεῖσα, πάλιν ἐκ μικροῦ σπινθῆρος ἀναζῇ καὶ ἀνάπτεται. Ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου, καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου. Εἶπα· Οὐ μὴ προσθῶ ἔτι πιστεῦσαι φιλίᾳ. Καὶ ἵνα τί μοι ἐλπίζειν ἐπ᾿ ἄνθρωπον; ὅτι πᾶς ἄνθρωπος δολίως πορεύεται, καὶ πᾶς ἀδελφὸς πτέρνῃ πτερνιεῖ τὸν πλησίον αὐτοῦ, καὶ πάντες ἦμεν τοῦ αὐτοῦ χοὸς καὶ φυράματος, καὶ τοῦ αὐτοῦ ξύλου τῆς κακίας γεγεύμεθα· σκηνὴν δὲ ἄλλος ἄλλην εὐπρεπεστέραν προβέβληται; καὶ τί μοι τῆς φιλίας ἐκείνης ὄφελος, ἔλεγον, τῆς ζηλωτῆς καὶ περιβοήτου, ἀρξαμένης ἀπὸ κόσμου, καὶ προελθούσης εἰς πνεῦμα; Τί δαὶ τῆς μιᾶς στέγης τε καὶ τραπέζης; ἢ τί τῶν κοινῶν παιδευτῶν τε καὶ παιδευμάτων; τί δαὶ τῆς ὑπὲρ ἀδελφοὺς ἀνακράσεως, ἢ τῆς γνησίας συμπνοίας ὕστερον, εἰ μηδὲ τοσοῦτον ὑπῆρξέ μοι κάτω μένειν ἐν καιρῷ δυναστείας καὶ ὕψους, ὁπότε τὸ ἐναντίον τοῖς πολλοῖς σπουδάζεται καὶ ἐπιτυγχάνεται, τὸ παραδυναστεύειν λέγω, καὶ τῆς τῶν φίλων μετέχειν εὐημερίας;

3. Τί μοι πάντα λέγειν τὰ τῆς λύπης καὶ τῆς ἀκηδίας, ἣν ζόφον ἐγὼ καλῶ, τοῦ νοῦ εὑρήματα; Καὶ γὰρ ταῦτα, καὶ τούτων ἦν ἀτοπώτερα· κατηγορήσω γὰρ αὐτὸς ἐγὼ τῆς ἐμῆς εἴτε ἀπονοίας εἴτε ἀνοίας. Ἀλλὰ νῦν μεταλαμβάνω καὶ μεθαρμόζομαι ὡς πολὺ τούτων καὶ ἀληθέστερα, καὶ ἡμῖν πρεπωδέστερα. Καὶ ἵνα εἰδῇς τὸ γνήσιον τῆς ἡμετέρας μεταβολῆς, ὦ θαυμάσιε, οὐ λύεις μόνον τὴν σιωπὴν ἣν ἐμέμψω, καὶ ἧς πολλὰ κατεβόησας, ἀλλὰ καὶ συνηγόρους ἔχεις τοὺς λόγους. Τοῦτο μὲν ἤδη τῆς ἡμετέρας φιλίας καθαρῶς, καὶ τοῦ ἐν ἡμῖν Πνεύματος. Ἀλλὰ τίς ἡ συνηγορία; καὶ εἴ τι ἁμαρτάνω, αὐτὸς ἐπανόρθου, ὥσπερ καὶ τἄλλα εἴωθας. Οὐκ ἤνεγκας τὸ πνεῦμα τῆς φιλίας ποιῆσαι δεύτερον· ἐπεὶ τῶν μὲν ἄλλων ἴσως ἡμεῖς, ἡμῶν δὲ τὸ Πνεῦμά σοι πολλῷ τιμιώτερον. Οὐκ ἤνεγκας ἐν τῇ γῇ κατακεκρύφθαι καὶ κατωρύχθαι τὸ τάλαντον· οὐκ ἤνεγκας ἐπὶ πολὺ τὸν λύχνον τῷ μοδίῳ περικαλύπτεσθαι, ὅτι δὴ τοῦτο τὸ ἐμὸν φῶς, καὶ τὴν ἐμὴν ἐργασίαν ὑπολαμβάνεις. Ἐζήτησας τῷ Παύλῳ σοι προστεθῆναι καὶ τὸν Βαρνάβαν· ἐζήτησας Σιλουανῷ καὶ Τιμοθέῳ προςγενέσθαι καὶ Τίτον, ἵνα σοι τρέχῃ τὸ χάρισμα διὰ τῶν γνησίως ὑπὲρ σοῦ μεριμνώντων, καὶ κύκλῳ ἀπὸ Ἱερουσαλὴμ μέχρι τοῦ Ἰλλυρικοῦ πληρώσῃς τὸ Εὐαγγέλιον.

4. Διὰ τοῦτο εἰς μέσον ἄγεις, καὶ ὑποχωροῦντος λαμβάνῃ, καὶ παρὰ σεαυτὸν καθίζεις· τοῦτο τὸ ἐμὸν ἀδίκημα, φαίης ἂν, καὶ κοινωνὸν ποιῇ τῶν φροντίδων καὶ τῶν στεφάνων. Διὰ τοῦτο χρίεις ἀρχιερέα, καὶ περιβάλλεις τὸν ποδήρη, καὶ περιτίθης τὴν κίδαριν, καὶ προσάγεις τῷ θυσιαστηρίῳ τῆς πνευματικῆς ὁλοκαυτώσεως, καὶ θύεις τὸν μόσχον τῆς τελειώσεως, καὶ τελειοῖς τὰς χεῖρας τῷ Πνεύματι, καὶ εἰσάγεις εἰς τὰ Ἅγια τῶν ἁγίων ἐποπτεύσοντα, καὶ ποιεῖς λειτουργὸν τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος καὶ, οὐκ ἄνθρωπος. Εἰ δὲ καὶ ἄξιον ὑμῶν τε τῶν χριόντων, καὶ ὑπὲρ οὗ, καὶ εἰς ὃν ἡ χρίσις, οἶδε τοῦτο ὁ Πατὴρ τοῦ ἀληθινοῦ καὶ ὄντως Χριστοῦ, ὃν ἔχρισεν ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους αὐτοῦ, χρίσας τὴν ἀνθρωπότητα τῇ θεότητι, ὥστε ποιῆσαι τὰ ἀμφότερα ἕν· καὶ αὐτὸς ὁ Θεὸς καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, δι᾿ οὗ τὴν καταλλαγὴν ἐσχήκαμεν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ὃ ἔθετο ἡμᾶς εἰς τὴν διακονίαν ταύτην, ἐν ᾗ καὶ ἑστήκαμεν, καὶ καυχώμεθα ἐπ᾿ ἐλπίδι τῆς δόξης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.