Εις Εστίαν (2)

Από Βικιθήκη

Μετάβαση σε: πλοήγηση, αναζήτηση


'Ομηρικοί Ύμνοι

Εἲς Ἑστίαν



ἑστίη, ἣ πάντων ἐν δώμασιν ὑψηλοῖσιν
ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τ' ἀνθρώπων
ἕδρην ἀίδιον ἔλαχες, πρεσβηίδα τιμήν,
καλὸν ἔχουσα γέρας καὶ τίμιον: οὐ γὰρ ἄτερ σοῦ
εἰλαπίναι θνητοῖσιν, ἵν' οὐ πρώτῃ πυμάτῃ τε        5
Ἑστίῃ ἀρχόμενος σπένδει μελιηδέα οἶνον:
καὶ σύ μοι, Ἀργειφόντα, Διὸς καὶ Μαιάδος υἱέ,
ἄγγελε τῶν μακάρων, χρυσόῤῥαπι, δῶτορ ἐάων,
ἵλαος ὢν ἐπάρηγε σὺν αἰδοίῃ τε φίλῃ τε.        10
ναίετε δώματα καλά, φίλα φρεσὶν ἀλλήλοισιν        5
εἰδότες: ἀμφότεροι γὰρ ἐπιχθονίων ἀνθρώπων        11
εἰδότες ἔργματα καλὰ νόῳ θ' ἕσπεσθε καὶ ἥβῃ.

χαῖρε, Κρόνου θύγατερ, σύ τε καὶ χρυσόῤῥαπις Ἑρμῆς:
αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομ' ἀοιδῆς.

σε άλλες γλώσσες