Εις Δημήτραν
Από Βικιθήκη
Δήμητρ' ἠύκομον, σεμνὴν θεόν, ἄρχομ' ἀείδειν,
αὐτὴν ἠδὲ θύγατρα τανύσφυρον, ἣν Ἀιδωνεὺς
ἥρπαξεν, δῶκεν δὲ βαρύκτυπος εὐρύοπα Ζεύς,
νόσφιν Δήμητρος χρυσαόρου, ἀγλαοκάρπου,
ἄνθεά τ' αἰνυμένην, ῥόδα καὶ κρόκον ἠδ' ἴα καλὰ
λειμῶν' ἂμ μαλακὸν καὶ ἀγαλλίδας ἠδ' ὑάκινθον
νάρκισσόν θ', ὃν φῦσε δόλον καλυκώπιδι κούρῃ
Γαῖα Διὸς βουλῇσι χαριζομένη Πολυδέκτῃ,
ἀθανάτοις τε θεοῖς ἠδὲ θνητοῖς ἀνθρώποις:
τοῦ καὶ ἀπὸ ῥίζης ἑκατὸν κάρα ἐξεπεφύκει:
κὦζ' ἥδιστ' ὀδμή, πᾶς τ' οὐρανὸς εὐρὺς ὕπερθεν
γαῖά τε πᾶσ' ἐγελάσσε καὶ ἁλμυρὸν οἶδμα θαλάσσης.
καλὸν ἄθυρμα λαβεῖν: χάνε δὲ χθὼν εὐρυάγυια
Νύσιον ἂμ πεδίον, τῇ ὄρουσεν ἄναξ Πολυδέγμων
ἵπποις ἀθανάτοισι, Κρόνου πολυώνυμος υἱός.
ἁρπάξας δ' ἀέκουσαν ἐπὶ χρυσέοισιν ὄχοισιν
κεκλομένη πατέρα Κρονίδην ὕπατον καὶ ἄριστον.
οὐδέ τις ἀθανάτων οὐδὲ θνητῶν ἀνθρώπων
ἤκουσεν φωνῆς, οὐδ' ἀγλαόκαρποι ἐλαῖαι†
εἰ μὴ Περσαίου θυγάτηρ ἀταλὰ φρονέουσα
Ἠέλιός τε ἄναξ, Ὑπερίονος ἀγλαὸς υἱός,
κούρης κεκλομένης πατέρα Κρονίδην: ὃ δὲ νόσφιν
ἧστο θεῶν ἀπάνευθε πολυλλίστῳ ἐνὶ νηῷ,
δέγμενος ἱερὰ καλὰ παρὰ θνητῶν ἀνθρώπων.
πατροκασίγνητος, Πολυσημάντωρ Πολυδέγμων,
ἵπποις ἀθανάτοισι, Κρόνου πολυώνυμος υἱός.
ὄφρα μὲν οὖν γαῖάν τε καὶ οὐρανὸν ἀστερόεντα
λεῦσσε θεὰ καὶ πόντον ἀγάῤῥοον ἰχθυόεντα
ὄψεσθαι καὶ φῦλα θεῶν αἰειγενετάων,
τόφρα οἱ ἐλπὶς ἔθελγε μέγαν νόον ἀχνυμένης περ:
... ἤχησαν δ' ὀρέων κορυφαὶ καὶ βένθεα πόντου
φωνῇ ὑπ' ἀθανάτῃ: τῆς δ' ἔκλυε πότνια μήτηρ.
ὀξὺ δέ μιν κραδίην ἄχος ἔλλαβεν, ἀμφὶ δὲ χαίταις
ἀμβροσίαις κρήδεμνα δαί̈ζετο χερσὶ φίλῃσι,
κυάνεον δὲ κάλυμμα κατ' ἀμφοτέρων βάλετ' ὤμων,
σεύατο δ' ὥστ' οἰωνός, ἐπὶ τραφερήν τε καὶ ὑγρὴν
μαιομένη: τῇ δ' οὔτις ἐτήτυμα μυθήσασθαι
οὔτ' οἰωνῶν τις τῇ ἐτήτυμος ἄγγελος ἦλθεν.
ἐννῆμαρ μὲν ἔπειτα κατὰ χθόνα πότνια Δηὼ
στρωφᾶτ' αἰθομένας δαί̈δας μετὰ χερσὶν ἔχουσα,
οὐδέ ποτ' ἀμβροσίης καὶ νέκταρος ἡδυπότοιο
ἀλλ' ὅτε δὴ δεκάτη οἱ ἐπήλυθε φαινολὶς ἠώς,
ἤντετό οἱ Ἑκάτη, σέλας ἐν χείρεσσιν ἔχουσα
καί ῥά οἱ ἀγγελέουσα ἔπος φάτο φώνησέν τε:
πότνια Δημήτηρ, ὡρηφόρε, ἀγλαόδωρε,
ἥρπασε Περσεφόνην καὶ σὸν φίλον ἤκαχε θυμόν;
φωνῆς γὰρ ἤκουσ', ἀτὰρ οὐκ ἴδον ὀφθαλμοῖσιν,
ὅστις ἔην: σοὶ δ' ὦκα λέγω νημερτέα πάντα.
ὣς ἄρ' ἔφη Ἑκάτη: τὴν δ' οὐκ ἠμείβετο μύθῳ
ἤιξ' αἰθομένας δαί̈δας μετὰ χερσὶν ἔχουσα.
Ἠέλιον δ' ἵκοντο, θεῶν σκοπὸν ἠδὲ καὶ ἀνδρῶν,
στὰν δ' ἵππων προπάροιθε καὶ εἴρετο δῖα θεάων:
ἠέλι', αἴδεσσαί με θεὰν σύ περ, εἴ ποτε δή σευ
κούρην τὴν ἔτεκον, γλυκερὸν θάλος, εἴδεϊ κυδρήν,
τῆς ἀδινὴν ὄπ' ἄκουσα δι' αἰθέρος ἀτρυγέτοιο
ὥστε βιαζομένης, ἀτὰρ οὐκ ἴδον ὀφθαλμοῖσιν.
ἀλλά, σὺ γὰρ δὴ πᾶσαν ἐπὶ χθόνα καὶ κατὰ πόντον
νημερτέως μοι ἔνισπε φίλον τέκος, εἴ που ὄπωπας,
ὅστις νόσφιν ἐμεῖο λαβὼν ἀέκουσαν ἀνάγκῃ
οἴχεται ἠὲ θεῶν ἢ καὶ θνητῶν ἀνθρώπων.
ὣς φάτο: τὴν δ' Ὑπεριονίδης ἠμείβετο μύθῳ:
εἰδήσεις: δὴ γὰρ μέγα σ' ἅζομαι ἠδ' ἐλεαίρω
ἀχνυμένην περὶ παιδὶ τανυσφύρῳ: οὐδέ τις ἄλλος
αἴτιος ἀθανάτων, εἰ μὴ νεφεληγερέτα Ζεύς,
ὅς μιν ἔδωκ' Ἀίδῃ θαλερὴν κεκλῆσθαι ἄκοιτιν
ἁρπάξας ἵπποισιν ἄγεν μεγάλα ἰάχουσαν.
ἀλλά, θεά, κατάπαυε μέγαν γόον: οὐδέ τί σε χρὴ
μὰψ αὔτως ἄπλητον ἔχειν χόλον: οὔ τοι ἀεικὴς
γαμβρὸς ἐν ἀθανάτοις Πολυσημάντωρ Ἀιδωνεύς,
ἔλλαχεν ὡς τὰ πρῶτα διάτριχα δασμὸς ἐτύχθη,
τοῖς μεταναιετάειν, τῶν ἔλλαχε κοίρανος εἶναι.
ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο: τοὶ δ' ὑπ' ὀμοκλῆς
ῥίμφα φέρον θοὸν ἅρμα τανύπτεροι ὥστ' οἰωνοί.
χωσαμένη δὴ ἔπειτα κελαινεφέι Κρονίωνι
νοσφισθεῖσα θεῶν ἀγορὴν καὶ μακρὸν Ὄλυμπον
ᾤχετ' ἐπ' ἀνθρώπων πόλιας καὶ πίονα ἔργα
εἶδος ἀμαλδύνουσα πολὺν χρόνον: οὐδέ τις ἀνδρῶν
πρίν γ' ὅτε δὴ Κελεοῖο δαί̈φρονος ἵκετο δῶμα,
ὃς τότ' Ἐλευσῖνος θυοέσσης κοίρανος ἦεν.
ἕζετο δ' ἐγγὺς ὁδοῖο φίλον τετιημένη ἦτορ,
Παρθενίῳ φρέατι, ὅθεν ὑδρεύοντο πολῖται,
γρηὶ παλαιγενέι ἐναλίγκιος, ἥτε τόκοιο
εἴργηται δώρων τε φιλοστεφάνου Ἀφροδίτης,
οἷαί τε τροφοί εἰσι θεμιστοπόλων βασιλήων
παίδων καὶ ταμίαι κατὰ δώματα ἠχήεντα.
ἐρχόμεναι μεθ' ὕδωρ εὐήρυτον, ὄφρα φέροιεν
κάλπισι χαλκείῃσι φίλα πρὸς δώματα πατρός,
τέσσαρες, ὥστε θεαί, κουρήιον ἄνθος ἔχουσαι,
Καλλιδίκη καὶ Κλεισιδίκη Δημώ τ' ἐρόεσσα
οὐδ' ἔγνον: χαλεποὶ δὲ θεοὶ θνητοῖσιν ὁρᾶσθαι.
ἀγχοῦ δ' ἱστάμεναι ἔπεα πτερόεντα προσηύδων:
τίς πόθεν ἐσσί, γρῆυ, παλαιγενέων ἀνθρώπων;
τίπτε δὲ νόσφι πόληος ἀπέστιχες, οὐδὲ δόμοισι
τηλίκαι, ὡς σύ περ ὧδε καὶ ὁπλότεραι γεγάασιν,
αἵ κέ σε φίλωνται ἠμὲν ἔπει ἠδὲ καὶ ἔργῳ.
ὣς ἔφαν: ἣ δ' ἐπέεσσιν ἀμείβετο πότνα θεάων:
τέκνα φίλ', αἵ τινές ἐστε γυναικῶν θηλυτεράων,
ὑμῖν εἰρομένῃσιν ἀληθέα μυθήσασθαι.
Δωσὼ ἐμοί γ' ὄνομ' ἐστί: τὸ γὰρ θέτο πότνια μήτηρ.
νῦν αὖτε Κρήτηθεν ἐπ' εὐρέα νῶτα θαλάσσης
ἤλυθον οὐκ ἐθέλουσα, βίῃ δ' ἀέκουσαν ἀνάγκῃ
νηὶ θοῇ Θόρικόνδε κατέσχεθον, ἔνθα γυναῖκες
ἠπείρου ἐπέβησαν ἀολλέες ἠδὲ καὶ αὐτοί,
δεῖπνόν τ' ἐπηρτύνοντο παρὰ πρυμνήσια νηός:
ἀλλ' ἐμοὶ οὐ δόρποιο μελίφρονος ἤρατο θυμός:
φεύγου ὑπερφιάλους σημάντορας, ὄφρα κε μή με
ἀπριάτην περάσαντες ἐμῆς ἀποναίατο τιμῆς.
οὕτω δεῦρ' ἱκόμην ἀλαλημένη, οὐδέ τι οἶδα,
ἥ τις δὴ γαῖ' ἐστι καὶ οἵ τινες ἐγγεγάασιν.
δοῖεν κουριδίους ἄνδρας, καὶ τέκνα τεκέσθαι,
ὡς ἐθέλουσι τοκῆες: ἐμὲ δ' αὖτ' οἰκτείρατε, κοῦραι.
[τοῦτο δέ μοι σαφέως ὑποθήκατε, ὄφρα πύθωμαι,]
προφρονέως, φίλα τέκνα, τέων πρὸς δώμαθ' ἵκωμαι
ἀνέρος ἠδὲ γυναικός, ἵνα σφίσιν ἐργάζωμαι
καὶ κεν παῖδα νεογνὸν ἐν ἀγκοίνῃσιν ἔχουσα
καλὰ τιθηνοίμην καὶ δώματα τηρήσαιμι
καί κε λέχος στορέσαιμι μυχῷ θαλάμων εὐπήκτων
δεσπόσυνον καί κ' ἔργα διδασκήσαιμι γυναῖκας.
φῆ ῥα θεά: τὴν δ' αὐτίκ' ἀμείβετο παρθένος ἀδμής,
Καλλιδίκη, Κελεοῖο θυγατρῶν εἶδος ἀρίστη:
μαῖα, θεῶν μὲν δῶρα καὶ ἀχνύμενοί περ ἀνάγκῃ
τέτλαμεν ἄνθρωποι: δὴ γὰρ πολὺ φέρτεροί εἰσι.
ταῦτα δέ τοι σαφέως ὑποθήσομαι ἠδ' ὀνομήνω
δήμου τε προὔχουσιν ἰδὲ κρήδεμνα πόληος
εἰρύαται βουλῇσι καὶ ἰθείῃσι δίκῃσιν:
ἠμὲν Τριπτολέμου πυκιμήδεος ἠδὲ Διόκλου
ἠδὲ Πολυξείνου καὶ ἀμύμονος Εὐμόλποιο
τῶν πάντων ἄλοχοι κατὰ δώματα πορσαίνουσι:
τάων οὐκ ἄν τίς σε κατὰ πρώτιστον ὀπωπὴν
εἶδος ἀτιμήσασα δόμων ἀπονοσφίσσειεν,
ἀλλά σε δέξονται: δὴ γὰρ θεοείκελός ἐσσι.
ἔλθωμεν καὶ μητρὶ βαθυζώνῳ Μετανείρῃ
εἴπωμεν τάδε πάντα διαμπερές, αἴ κέ σ' ἀνώγῃ
ἡμέτερόνδ' ἰέναι μηδ' ἄλλων δώματ' ἐρευνᾶν.
τηλύγετος δέ οἱ υἱὸς ἐνὶ μεγάρῳ εὐπήκτῳ
εἰ τόν γ' ἐκθρέψαιο καὶ ἥβης μέτρον ἵκοιτο,
ῥεῖά κέ τίς σε ἰδοῦσα γυναικῶν θηλυτεράων
ζηλώσαι: τόσα κέν τοι ἀπὸ θρεπτήρια δοίη.
ὣς ἔφαθ': ἣ δ' ἐπένευσε καρήατι: ταὶ δὲ φαεινὰ
ῥίμφα δὲ πατρὸς ἵκοντο μέγαν δόμον, ὦκα δὲ μητρὶ
ἔννεπον, ὡς εἶδόν τε καὶ ἔκλυον. ἣ δὲ μάλ' ὦκα
ἐλθούσας ἐκέλευε καλεῖν ἐπ' ἀπείρονι μισθῷ.
αἳ δ' ὥστ' ἢ ἔλαφοι ἢ πόρτιες εἴαρος ὥρῃ
ὣς αἳ ἐπισχόμεναι ἑανῶν πτύχας ἱμεροέντων
ἤιξαν κοίλην κατ' ἀμαξιτόν: ἀμφὶ δὲ χαῖται
ὤμοις ἀίσσοντο κροκηίῳ ἄνθει ὁμοῖαι.
τέτμον δ' ἐγγὺς ὁδοῦ κυδρὴν θεόν, ἔνθα πάρος περ
ἡγεῦνθ': ἣ δ' ἄρ' ὄπισθε φίλον τετιημένη ἦτορ
στεῖχε κατὰ κρῆθεν κεκαλυμμένη: ἀμφὶ δὲ πέπλος
κυάνεος ῥαδινοῖσι θεᾶς ἐλελίζετο ποσσίν.
αἶψα δὲ δώμαθ' ἵκοντο διοτρεφέος Κελεοῖο,
ἧστο παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο
παῖδ' ὑπὸ κόλπῳ ἔχουσα, νέον θάλος: αἳ δὲ πὰρ αὐτὴν
ἔδραμον: ἣ δ' ἄρ' ἐπ' οὐδὸν ἔβη ποσὶ καὶ ῥα μελάθρου
κῦρε κάρη, πλῆσεν δὲ θύρας σέλαος θείοιο.
εἶξε δέ οἱ κλισμοῖο καὶ ἑδριάασθαι ἄνωγεν.
ἀλλ' οὐ Δημήτηρ ὡρηφόρος, ἀγλαόδωρος,
ἤθελεν ἑδριάασθαι ἐπὶ κλισμοῖο φαεινοῦ,
ἀλλ' ἀκέουσ' ἀνέμιμνε κατ' ὄμματα καλὰ βαλοῦσα,
πηκτὸν ἕδος, καθύπερθε δ' ἐπ' ἀργύφεον βάλε κῶας.
ἔνθα καθεζομένη προκατέσχετο χερσὶ καλύπτρην:
δηρὸν δ' ἄφθογγος τετιημένη ἧστ' ἐπὶ δίφρου,
οὐδέ τιν' οὔτ' ἔπεϊ προσπτύσσετο οὔτε τι ἔργῳ,
ἧστο πόθῳ μινύθουσα βαθυζώνοιο θυγατρός,
πρίν γ' ὅτε δὴ χλεύῃς μιν Ἰάμβη κέδν' εἰδυῖα
πολλὰ παρασκώπτουσ' ἐτρέψατο πότνιαν ἁγνήν,
μειδῆσαι γελάσαι τε καὶ ἵλαον σχεῖν θυμόν:
τῇ δὲ δέπας Μετάνειρα δίδου μελιηδέος οἴνου
πλήσασ': ἣ δ' ἀνένευσ': οὐ γὰρ θεμιτόν οἱ ἔφασκε
πίνειν οἶνον ἐρυθρόν: ἄνωγε δ' ἄρ' ἄλφι καὶ ὕδωρ
δοῦναι μίξασαν πιέμεν γλήχωνι τερείνῃ.
δεξαμένη δ' ὁσίης ἕνεκεν πολυπότνια Δηώ
... τῇσι δὲ μύθων ἦρχεν ἐύζωνος Μετάνειρα:
χαῖρε, γύναι, ἐπεὶ οὔ σε κακῶν ἄπ' ἔολπα τοκήων
ἔμμεναι, ἀλλ' ἀγαθῶν: ἐπί τοι πρέπει ὄμμασιν αἰδὼς
ἀλλὰ θεῶν μὲν δῶρα καὶ ἀχνύμενοί περ ἀνάγκῃ
τέτλαμεν ἄνθρωποι: ἐπὶ γὰρ ζυγὸς αὐχένι κεῖται.
νῦν δ', ἐπεὶ ἵκεο δεῦρο, παρέσσεται ὅσσα τ' ἐμοί περ.
παῖδα δέ μοι τρέφε τόνδε, τὸν ὀψίγονον καὶ ἄελπτον
εἰ τόν γε θρέψαιο καὶ ἥβης μέτρον ἵκοιτο,
ῥεῖά κέ τίς σε ἰδοῦσα γυναικῶν θηλυτεράων
ζηλώσαι: τόσα κέν τοι ἀπὸ θρεπτήρια δοίην.
τὴν δ' αὖτε προσέειπεν ἐυστέφανος Δημήτηρ:
παῖδα δέ τοι πρόφρων ὑποδέξομαι, ὥς με κελεύεις,
θρέψω κοὔ μιν, ἔολπα, κακοφραδίῃσι τιθήνης
οὔτ' ἄρ' ἐπηλυσίη δηλήσεται οὔθ' ὑποτάμνον:
οἶδα γὰρ ἀντίτομον μέγα φέρτερον ὑλοτόμοιο,
ὣς ἄρα φωνήσασα θυώδεϊ δέξατο κόλπῳ
χείρεσσ' ἀθανάτῃσι: γεγήθει δὲ φρένα μήτηρ.
ὣς ἣ μὲν Κελεοῖο δαί̈φρονος ἀγλαὸν υἱὸν
Δημοφόωνθ', ὃν ἔτικτεν ἐύζωνος Μετάνειρα,
οὔτ' οὖν σῖτον ἔδων, οὐ θησάμενος [γάλα μητρὸς
ἠματίη μὲν γὰρ καλλιστέφανος] Δημήτηρ
χρίεσκ' ἀμβροσίῃ ὡσεὶ θεοῦ ἐκγεγαῶτα
ἡδὺ καταπνείουσα καὶ ἐν κόλποισιν ἔχουσα:
νύκτας δὲ κρύπτεσκε πυρὸς μένει ἠύτε δαλὸν
ὡς προθαλὴς τελέθεσκε: θεοῖσι γὰρ ἄντα ἐῴκει.
καί κέν μιν ποίησεν ἀγήρων τ' ἀθάνατόν τε,
εἰ μὴ ἄρ' ἀφραδίῃσιν ἐύζωνος Μετάνειρα
νύκτ' ἐπιτηρήσασα θυώδεος ἐκ θαλάμοιο
δείσασ' ᾧ περὶ παιδὶ καὶ ἀάσθη μέγα θυμῷ
καί ῥ' ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα:
τέκνον Δημοφόων, ξείνη σε πυρὶ ἔνι πολλῷ
κρύπτει, ἐμοὶ δὲ γόον καὶ κήδεα λυγρὰ τίθησιν.
ὣς φάτ' ὀδυρομένη: τῆς δ' ἄιε δῖα θεάων.
τῇ δὲ χολωσαμένη καλλιστέφανος Δημήτηρ
παῖδα φίλον, τὸν ἄελπτον ἐνὶ μεγάροισιν ἔτικτε,
χείρεσσ' ἀθανάτῃσιν ἀπὸ ἕθεν ἧκε πέδονδε,
ἐξανελοῦσα πυρός, θυμῷ κοτέσασα μάλ' αἰνῶς,
νήιδες ἄνθρωποι καὶ ἀφράδμονες οὔτ' ἀγαθοῖο
αἶσαν ἐπερχομένου προγνώμεναι οὔτε κακοῖο:
καὶ σὺ γὰρ ἀφραδίῃσι τεῇς νήκεστον ἀάσθης.
ἴστω γὰρ θεῶν ὅρκος, ἀμείλικτον Στυγὸς ὕδωρ,
παῖδα φίλον ποίησα καὶ ἄφθιτον ὤπασα τιμήν:
νῦν δ' οὐκ ἔσθ' ὥς κεν θάνατον καὶ κῆρας ἀλύξαι:
τιμὴ δ' ἄφθιτος αἰὲν ἐπέσσεται, οὕνεκα γούνων
ἡμετέρων ἐπέβη καὶ ἐν ἀγκοίνῃσιν ἴαυσεν.
παῖδες Ἐλευσινίων πόλεμον καὶ φύλοπιν αἰνὴν
αἰὲν ἐν ἀλλήλοισιν συνάξουσ' ἤματα πάντα.
εἰμὶ δὲ Δημήτηρ τιμάοχος, ἥτε μέγιστον
ἀθανάτοις θνητοῖς τ' ὄνεαρ καὶ χάρμα τέτυκται.
τευχόντων πᾶς δῆμος ὑπαὶ πόλιν αἰπύ τε τεῖχος
Καλλιχόρου καθύπερθεν ἐπὶ προὔχοντι κολωνῷ.
ὄργια δ' αὐτὴ ἐγὼν ὑποθήσομαι, ὡς ἂν ἔπειτα
εὐαγέως ἔρδοντες ἐμὸν νόον ἱλάσκοισθε.
γῆρας ἀπωσαμένη: περί τ' ἀμφί τε κάλλος ἄητο:
ὀδμὴ δ' ἱμερόεσσα θυηέντων ἀπὸ πέπλων
σκίδνατο, τῆλε δὲ φέγγος ἀπὸ χροὸς ἀθανάτοιο
λάμπε θεᾶς, ξανθαὶ δὲ κόμαι κατενήνοθεν ὤμους,
βῆ δὲ διὲκ μεγάρων: τῆς δ' αὐτίκα γούνατ' ἔλυντο,
δηρὸν δ' ἄφθογγος γένετο χρόνον, οὐδέ τι παιδὸς
μνήσατο τηλυγέτοιο ἀπὸ δαπέδου ἀνελέσθαι.
τοῦ δὲ κασίγνηται φωνὴν ἐσάκουσαν ἐλεινήν,
παῖδ' ἀνὰ χερσὶν ἑλοῦσα ἑῷ ἐγκάτθετο κόλπῳ:
ἣ δ' ἄρα πῦρ ἀνέκαι': ἣ δ' ἔσσυτο πόσσ' ἁπαλοῖσι
μητέρ' ἀναστήσουσα θυώδεος ἐκ θαλάμοιο.
ἀγρόμεναι δέ μιν ἀμφὶς ἐλούεον ἀσπαίροντα
χειρότεραι γὰρ δή μιν ἔχον τροφοὶ ἠδὲ τιθῆναι.
αἳ μὲν παννύχιαι κυδρὴν θεὸν ἱλάσκοντο
δείματι παλλόμεναι, ἅμα δ' ἠοῖ φαινομένηφιν
εὐρυβίῃ Κελεῷ νημερτέα μυθήσαντο,
αὐτὰρ ὅ γ' εἰς ἀγορὴν καλέσας πολυπείρονα λαὸν
ἤνωγ' ἠυκόμῳ Δημήτερι πίονα νηὸν
ποιῆσαι καὶ βωμὸν ἐπὶ προὔχοντι κολωνῷ.
οἳ δὲ μάλ' αἶψ' ἐπίθοντο καὶ ἔκλυον αὐδήσαντος,
αὐτὰρ ἐπεὶ τέλεσαν καὶ ἐρώησαν καμάτοιο,
βάν ῥ' ἴμεν οἴκαδ' ἕκαστος: ἀτὰρ ξανθὴ Δημήτηρ
ἔνθα καθεζομένη μακάρων ἀπὸ νόσφιν ἁπάντων
μίμνε πόθῳ μινύθουσα βαθυζώνοιο θυγατρός.
ποίησ' ἀνθρώποις καὶ κύντατον: οὐδέ τι γαῖα
σπέρμ' ἀνίει, κρύπτεν γὰρ ἐυστέφανος Δημήτηρ:
πολλὰ δὲ καμπύλ' ἄροτρα μάτην βόες εἷλκον ἀρούραις:
πολλὸν δὲ κρῖ λευκὸν ἐτώσιον ἔμπεσε γαίῃ:
λιμοῦ ὑπ' ἀργαλέης, γεράων τ' ἐρικυδέα τιμὴν
καὶ θυσιῶν ἤμερσεν Ὀλύμπια δώματ' ἔχοντας,
εἰ μὴ Ζεὺς ἐνόησεν ἑῷ τ' ἐφράσσατο θυμῷ.
Ἶριν δὲ πρῶτον χρυσόπτερον ὦρσε καλέσσαι
ὣς ἔφαθ': ἣ δὲ Ζηνὶ κελαινεφέι Κρονίωνι
πείθετο καὶ τὸ μεσηγὺ διέδραμεν ὦκα πόδεσσιν.
ἵκετο δὲ πτολίεθρον Ἐλευσῖνος θυοέσσης,
εὗρεν δ' ἐν νηῷ Δημήτερα κυανόπεπλον
Δήμητερ, καλέει σε πατὴρ Ζεὺς ἄφθιτα εἰδὼς
ἐλθέμεναι μετὰ φῦλα θεῶν αἰειγενετάων.
ἄλλ' ἴθι, μηδ' ἀτέλεστον ἐμὸν ἔπος ἐκ Διὸς ἔστω.
ὣς φάτο λισσομένη: τῇ δ' οὐκ ἐπεπείθετο θυμός.
πάντας ἐπιπροί̈αλλεν: ἀμοιβηδὶς δὲ κιόντες
κίκλησκον καὶ πολλὰ δίδον περικαλλέα δῶρα
τιμάς θ', †ἅς κ' ἐθέλοιτο† μετ' ἀθανάτοισιν ἑλέσθαι.
ἀλλ' οὔτις πεῖσαι δύνατο φρένας οὐδὲ νόημα
οὐ μὲν γάρ ποτ' ἔφασκε θυώδεος Οὐλύμποιο
πρίν γ' ἐπιβήσεσθαι, οὐ πρὶν γῆς καρπὸν ἀνήσειν,
πρὶν ἴδοι ὀφθαλμοῖσιν ἑὴν εὐώπιδα κούρην.
αὐτὰρ ἐπεὶ τό γ' ἄκουσε βαρύκτυπος εὐρύοπα Ζεύς,
ὄφρ' Ἀίδην μαλακοῖσι παραιφάμενος ἐπέεσσιν
ἁγνὴν Περσεφόνειαν ὑπὸ ζόφου ἠερόεντος
ἐς φάος ἐξαγάγοι μετὰ δαίμονας, ὄφρα ἑ μήτηρ
ὀφθαλμοῖσιν ἰδοῦσα μεταλήξειε χόλοιο.
ἐσσυμένως κατόρουσε λιπὼν ἕδος Οὐλύμποιο.
τέτμε δὲ τόν γε ἄνακτα δόμων ἔντοσθεν ἐόντα,
ἥμενον ἐν λεχέεσσι σὺν αἰδοίῃ παρακοίτι,
πόλλ' ἀεκαζομένῃ μητρὸς πόθῳ: ἣ δ' ἀποτηλοῦ
ἀγχοῦ δ' ἱστάμενος προσέφη κρατὺς Ἀργειφόντης:
Ἅιδη κυανοχαῖτα, καταφθιμένοισιν ἀνάσσων,
Ζεύς με πατὴρ ἤνωγεν ἀγαυὴν Περσεφόνειαν
ἐξαγαγεῖν Ἐρέβευσφι μετὰ σφέας, ὄφρα ἑ μήτηρ
ἀθανάτοις λήξειεν: ἐπεὶ μέγα μήδεται ἔργον,
φθῖσαι φῦλ' ἀμενηνὰ χαμαιγενέων ἀνθρώπων,
σπέρμ' ὑπὸ γῆς κρύπτουσα, καταφθινύθουσα δὲ τιμὰς
ἀθανάτων: ἣ δ' αἰνὸν ἔχει χόλον, οὐδὲ θεοῖσι
ἧσται Ἐλευσῖνος κραναὸν πτολίεθρον ἔχουσα.
ὣς φάτο: μείδησεν δὲ ἄναξ ἐνέρων Ἀιδωνεὺς
ὀφρύσιν, οὐδ' ἀπίθησε Διὸς βασιλῆος ἐφετμῇς:
ἐσσυμένως δ' ἐκέλευσε δαί̈φρονι Περσεφονείῃ:
ἔρχεο, Περσεφόνη, παρὰ μητέρα κυανόπεπλον
ἤπιον ἐν στήθεσσι μένος καὶ θυμὸν ἔχουσα,
μηδέ τι δυσθύμαινε λίην περιώσιον ἄλλων:
οὔ τοι ἐν ἀθανάτοισιν ἀεικὴς ἔσσομ' ἀκοίτης,
αὐτοκασίγνητος πατρὸς Διός: ἔνθα δ' ἐοῦσα
τιμὰς δὲ σχήσησθα μετ' ἀθανάτοισι μεγίστας.
τῶν δ' ἀδικησάντων τίσις ἔσσεται ἤματα πάντα,
οἵ κεν μὴ θυσίῃσι τεὸν μένος ἱλάσκωνται
εὐαγέως ἔρδοντες, ἐναίσιμα δῶρα τελοῦντες.
ὣς φάτο: γήθησεν δὲ περίφρων Περσεφόνεια,
καρπαλίμως δ' ἀνόρουσ' ὑπὸ χάρματος: αὐτὰρ ὅ γ' αὐτὸς
ῥοιῆς κόκκον ἔδωκε φαγεῖν μελιηδέα λάθρῃ,
ἀμφὶ ἓ νωμήσας, ἵνα μὴ μένοι ἤματα πάντα
αὖθι παρ' αἰδοίῃ Δημήτερι κυανοπέπλῳ.
ἔντυεν ἀθανάτους Πολυσημάντωρ Ἀιδωνευς.
ἣ δ' ὀχέων ἐπέβη, πάρα δὲ κρατὺς Ἀργειφόντης
ἡνία καὶ μάστιγα λαβὼν μετὰ χερσὶ φίλῃσι
σεῦε διὲκ μεγάρων: τὼ δ' οὐκ ἀέκοντε πετέσθην.
οὔθ' ὕδωρ ποταμῶν οὔτ' ἄγκεα ποιήεντα
ἵππων ἀθανάτων οὔτ' ἄκριες ἔσχεθον ὁρμήν,
ἀλλ' ὑπὲρ αὐτάων βαθὺν ἠέρα τέμνον ἰόντες.
στῆσε δ' ἄγων, ὅθι μίμνεν ἐυστέφανος Δημήτηρ,
ἤιξ', ἠύτε μαινὰς ὄρος κάτα δάσκιον ὕλῃ.
Περσεφόνῃ δ' ἑτέρ[ωθεν ἐπεὶ ἴδεν ὄμματα καλὰ]
μητρὸς ἑῆς κατ' [ἄρ' ἥ γ' ὄχεα προλιποῦσα καὶ ἵππους]
ἆλτο θέει[ν, δειρῇ δέ οἱ ἔμπεσε ἀμφιχυθεῖσα:]
α[ἶψα δόλον θυμός τιν' ὀίσατο, τρέσσε δ' ἄρ' αἰνῶς]
παυομ[ένη φιλότητος, ἄφαρ δ' ἐρεείνετο μύθῳ:]
τέκνον, μή ῥά τι μοι σ[ύ γε πάσσαο νέρθεν ἐοῦσα]
βρώμης; ἐξαύδα, μ[ὴ κεῦθ', ἵνα εἴδομεν ἄμφω:]
καὶ παρ' ἐμοὶ καὶ πατρὶ κελ[αινεφέϊ Κρονίωνι]
ναιετάοις πάντεσσι τετιμ[ένη ἀθανάτοι]σιν.
εἰ δ' ἐπάσω, πάλιν αὖτις ἰοῦσ' ὑπ[ὸ κεύθεσι γαίης]
οἰκήσεις ὡρέων τρίτατον μέρ[ος εἰς ἐνιαυτόν,]
ὁππότε δ' ἄνθεσι γαῖ' εὐώδε[σιν] εἰαρινο[ῖσι]
παντοδαποῖς θάλλῃ, τόθ' ὑπὸ ζόφου ἠερόεντος
αὖτις ἄνει μέγα θαῦμα θεοῖς θνητοῖς τ' ἀνθρώποις.
[εἶπε δὲ πῶς σ' ἥρπαξεν ὑπὸ ζόφον ἠερόεντα]
καὶ τίνι σ' ἐξαπάτησε δόλῳ κρατερὸς Πολυδέγμων;
τὴν δ' αὖ Περσεφόνη περικαλλὴς ἀντίον ηὔδα:
τοιγὰρ ἐγώ τοι, μῆτερ, ἐρέω νημερτέα πάντα:
εὖτέ μοι Ἑρμῆς ἦλθ' ἐριούνιος ἄγγελος ὠκὺς
πὰρ πατέρος Κρονιδαο καὶ ἄλλων Οὐρανιώνων,
ἐλθεῖν ἐξ Ἐρέβευς, ἵνα ὀφθαλμοῖσιν ἰδοῦσα
αὐτίκ' ἐγὼν ἀνόρουσ' ὑπὸ χάρματος: αὐτὰρ ὃ λάθρῃ
ἔμβαλέ μοι ῥοιῆς κόκκον, μελιηδέ' ἐδωδήν,
ἄκουσαν δὲ βίῃ με προσηνάγκασσε πάσασθαι.
ὡς δέ μ' ἀναρπάξας Κρονίδεω πυκινὴν διὰ μῆτιν
ἐξερέω, καὶ πάντα διίξομαι, ὡς ἐρεείνεις.
ἡμεῖς μὲν μάλα πᾶσαι ἀν' ἱμερτὸν λειμῶνα,
Λευκίππη Φαινώ τε καὶ Ἠλέκτρη καὶ Ἰάνθη
καὶ Μελίτη Ἰάχη τε Ῥόδειά τε Καλλιρόη τε
Χρυσηίς τ' Ἰάνειρά τ' Ἀκάστη τ' Ἀδμήτη τε
καὶ Ῥοδόπη Πλουτώ τε καὶ ἱμερόεσσα Καλυψὼ
καὶ Στὺξ Οὐρανίη τε Γαλαξαύρη τ' ἐρατεινὴ
Παλλάς τ' ἐγρεμάχη καὶ Ἄρτεμις ἰοχέαιρα,
μίγδα κρόκον τ' ἀγανὸν καὶ ἀγαλλίδας ἠδ' ὑάκινθον
καὶ ῥοδέας κάλυκας καὶ λείρια, θαῦμα ἰδέσθαι,
νάρκισσόν θ', ὃν ἔφυσ' ὥς περ κρόκον εὐρεῖα χθών.
αὐτὰρ ἐγὼ δρεπόμην περὶ χάρματι: γαῖα δ' ἔνερθε
βῆ δὲ φέρων ὑπὸ γαῖαν ἐν ἅρμασι χρυσείοισι
πόλλ' ἀεκαζομένην: ἐβόησα δ' ἄρ' ὄρθια φωνῇ.
ταῦτά τοι ἀχνυμένη περ ἀληθέα πάντ' ἀγορεύω.
ὣς τότε μὲν πρόπαν ἦμαρ ὁμόφρονα θυμὸν ἔχουσαι
ἀμφαγαπαζόμεναι: ἀχέων δ' ἀπεπαύετο θυμός.
γηθοσύνας δ' ἐδέχοντο παρ' ἀλλήλων ἔδιδόν τε.
τῇσιν δ' ἐγγύθεν ἦλθ' Ἑκάτη λιπαροκρήδεμνος:
πολλὰ δ' ἄρ' ἀμφαγάπησε κόρην Δημήτερος ἁγνήν:
ταῖς δὲ μέτ' ἄγγελον ἧκε βαρύκτυπος εὐρύοπα Ζεὺς
Ῥείην ἠύκομον, Δημήτερα κυανόπεπλον
ἀξέμεναι μετὰ φῦλα θεῶν, ὑπέδεκτο δὲ τιμὰς
δωσέμεν, ἅς κεν ἕλοιτο μετ' ἀθανάτοισι θεοῖσι:
τὴν τριτάτην μὲν μοῖραν ὑπὸ ζόφον ἠερόεντα,
τὰς δὲ δύω παρὰ μητρὶ καὶ ἄλλοις ἀθανάτοισιν.
ὣς ἔφατ': οὐδ' ἀπίθησε θεὰ Διὸς ἀγγελιάων.
ἐσσυμένως δ' ἤιξε κατ' Οὐλύμποιο καρήνων,
τὸ πρίν, ἀτὰρ τότε γ' οὔτι φερέσβιον, ἀλλὰ ἕκηλον
ἑστήκει πανάφυλλον: ἔκευθε δ' ἄρα κρῖ λευκὸν
μήδεσι Δήμητρος καλλισφύρου: αὐτὰρ ἔπειτα
μέλλεν ἄφαρ ταναοῖσι κομήσειν ἀσταχύεσσιν
βρισέμεν ἀσταχύων, τὰ δ' ἐν ἐλλεδανοῖσι δεδέσθαι.
ἔνθ' ἐπέβη πρώτιστον ἀπ' αἰθέρος ἀτρυγέτοιο:
ἀσπασίως δ' ἴδον ἀλλήλας, κεχάρηντο δὲ θυμῷ.
τὴν δ' ὧδε προσέειπε Ῥέη λιπαροκρήδεμνος:
δεῦρο τέκος, καλέει σε βαρύκτυπος εὐρύοπα Ζεὺς
ἐλθέμεναι μετὰ φῦλα θεῶν, ὑπέδεκτο δὲ τιμὰς
[δωσέμεν, ἅς κ' ἐθέλῃσθα] μετ' ἀθανάτοισι θεοῖσι.
[νεῦσε δέ σοι κούρην ἔτεος π]εριτελλομένοιο
[τὴν τριτάτην μὲν μοῖραν ὑπὸ ζόφον ἠ]ερόεντα,
[ὣς ἄρ' ἔφη τελέ]εσθαι: ἑῷ δ' ἐπένευσε κάρητι.
[ἀλλ' ἴθι, τέκνον] ἐμόν, καὶ πείθεο, μηδέ τι λίην
ἀ[ζηχὲς μεν]έαινε κελαινεφέι Κρονίωνι.
α[ἶψα δὲ κα]ρπὸν ἄεξε φερέσβιον ἀνθρώποισιν.
ὣ[ς ἔφατ'. οὐ]δ' ἀπίθησεν ἐυστέφανος Δημήτηρ:
αἶψα δὲ καρπὸν ἀνῆκεν ἀρουράων ἐριβώλων:
πᾶσα δὲ φύλλοισίν τε καὶ ἄνθεσιν εὐρεῖα χθὼν
ἔβρισ': ἣ δὲ κιοῦσα θεμιστοπόλοις βασιλεῦσι
δεῖξεν Τριπτολέμῳ τε Διοκλεῖ τε πληξίππῳ
δρησμοσύνην θ' ἱερῶν καὶ ἐπέφραδεν ὄργια πᾶσι,
Τριπτολέμῳ τε Πολυξείνῳ, ἐπὶ τοῖς δὲ Διοκλεῖ
σεμνά, τά τ' οὔπως ἔστι παρεξίμεν οὔτε πυθέσθαι
οὔτ' ἀχέειν: μέγα γάρ τι θεῶν σέβας ἰσχάνει αὐδήν.
ὃς δ' ἀτελὴς ἱερῶν ὅς τ' ἄμμορος, οὔποθ' ὁμοίων
αἶσαν ἔχει φθίμενός περ ὑπὸ ζόφῳ ἠερόεντι.
αὐτὰρ ἐπειδὴ πάνθ' ὑπεθήκατο δῖα θεάων,
βάν ῥ' ἴμεν Οὔλυμπόνδε θεῶν μεθ' ὁμήγυριν ἄλλων.
σεμναί τ' αἰδοῖαι τε: μέγ' ὄλβιος, ὅν τιν' ἐκεῖναι
προφρονέως φίλωνται ἐπιχθονίων ἀνθρώπων:
αἶψα δέ οἱ πέμπουσιν ἐφέστιον ἐς μέγα δῶμα
Πλοῦτον, ὃς ἀνθρώποις ἄφενος θνητοῖσι δίδωσιν.
καὶ Πάρον ἀμφιρύτην Ἀντρῶνά τε πετρήεντα,
πότνια, ἀγλαόδωρ', ὡρηφόρε, Δηοῖ ἄνασσα,
αὐτὴ καὶ κούρη περικαλλὴς Περσεφόνεια:
πρόφρονες ἀντ' ὠδῆς βίοτον θυμήρε' ὄπαζε.