Εις Αφροδίτην (3)

Από Βικιθήκη

Μετάβαση σε: πλοήγηση, αναζήτηση


Ομηρικοί Ύμνοι

Εἲς Ἀφροδίτην


κυπρογενῆ Κυθέρειαν ἀείσομαι, ἥτε βροτοῖσι
μείλιχα δῶρα δίδωσιν, ἐφ' ἱμερτῷ δὲ προσώπῳ
αἰεὶ μειδιάει καὶ ἐφ' ἱμερτὸν θέει ἄνθος.

χαῖρε, θεά, Σαλαμῖνος ἐυκτιμένης μεδέουσα       5

εἰναλίης τε Κύπρου: δὸς δ' ἱμερόεσσαν ἀοιδήν.
αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ' ἀοιδῆς.

σε άλλες γλώσσες