Διογένους Λαερτίου επιγράμματα

Από Βικιθήκη
Διογένους Λαερτίου Eπιγράμματα
Συγγραφέας:
Επιγράμματα στην Παλατινή Ανθολογία



VII 57 Διογένους Λαερτίου[Επεξεργασία]

καὶ τίς ἔφυ σοφὸς ὧδε, τίς ἔργον ἔρεξε τοσοῦτον ὅσσον ὁ παντοδαὴς ἤνυσε Δημόκριτος;
ὃς θάνατον παρεόντα τρί' ἤματα δώμασιν ἔσχεν καὶ θερμοῖς ἄρτων ἄσθμασιν ἐξένισεν.

VII 85 Διογένους Λαερτίου[Επεξεργασία]

γυμνικὸν αὖ ποτ΄ ἀγῶνα θεώμενον͵ ἠέλιε Ζεῦ͵ τὸν σοφὸν ἄνδρα Θαλῆν ἥρπασας ἐκ σταδίου.
αἰνέω ὅττι μιν ἐγγὺς ἀπήγαγες· ἦ γὰρ ὁ πρέσβυς οὐκέθ΄ ὁρᾶν ἀπὸ γῆς ἀστέρας ἠδύνατο.

VII 87 Διογένους Λαερτίου[Επεξεργασία]

σῶμα μὲν ἦρε Σόλωνος ἐν ἀλλοδαπῇ Κύπριον πῦρ· ὀστὰ δ΄ ἔχει Σαλαμίς͵ ὧν κόνις ἀστάχυες.
ψυχὴν δ΄ ἄξονες εὐθὺς ἐς οὐρανὸν ἤγαγον· εὖ γὰρ θῆκε νόμους αὐτοῖς ἄχθεα κουφότατα.

VII 88 Διογένους Λαερτίου[Επεξεργασία]

Φωσφόρε͵ σοί͵ Πολύδευκες͵ ἔχω χάριν͵ οὕνεκεν υἱὸς Χίλωνος πυγμῇ χλωρὸν ἕλεν κότινον.
εἰ δ΄ ὁ πατὴρ στεφανοῦχον ἰδὼν τέκνον ἤμυσεν ἡσθείς͵ οὐ νεμεσητόν· ἐμοὶ τοῖος ἴτω θάνατος.

VII 91 Διογένους Λαερτίου[Επεξεργασία]

τῇδε Βίαντα κέκευθα͵ τὸν ἀτρέμας ἤγαγεν Ἑρμῆς εἰς Ἀίδην͵ πολιῷ γήραϊ νιφόμενον.
εἶπε γάρ͵ εἶπε δίκην ἑτάρου τινός· εἶτ΄ ἀποκλινθεὶς παιδὸς ἐς ἀγκαλίδας μακρὸν ἔτεινεν ὕπνον.

VII 92 Διογένους Λαερτίου[Επεξεργασία]

ἐς Σκυθίην Ἀνάχαρσις ὅτ΄ ἤλυθε͵ πολλὰ πλανηθεὶς πάντας ἔπειθε βιοῦν ἤθεσιν Ἑλλαδικοῖς.
τὸν δ΄ ἔτι μῦθον ἄκραντον ἐνὶ στομάτεσσιν ἔχοντα πτηνὸς ἐς ἀθανάτους ἥρπασεν ὦκα δόναξ.

VII 95 Διογένους Λαερτίου[Επεξεργασία]

ἠέλιον πυρόεντα μύδρον ποτὲ φάσκεν ὑπάρχειν͵ καὶ διὰ τοῦτο θανεῖν μέλλεν Ἀναξαγόρας·
ἀλλ΄ ὁ φίλος Περικλῆς μὲν ἐρύσατο τοῦτον͵ ὁ δ΄ αὑτὸν ἐξάγαγεν βιότου μαλθακίῃ σοφίης.

VII 96 Διογένους Λαερτίου[Επεξεργασία]

πῖνέ νυν ἐν Διὸς ὤν͵ ὦ Σώκρατες· ἦ σε γὰρ ὄντως καὶ σοφὸν εἶπε θεός͵ καὶ θεὸς ἡ σοφίη.
πρὸς γὰρ Ἀθηναίων κώνειον ἁπλῶς σὺ ἐδέξω· αὐτοὶ δ΄ ἐξέπιον τοῦτο τεῷ στόματι.

VII 97 Διογένους Λαερτίου[Επεξεργασία]

οὐ μόνον ἐς Πέρσας ἀνέβη Ξενοφῶν διὰ Κῦρον͵ ἀλλ΄ ἄνοδον ζητῶν ἐς Διὸς ἥτις ἄγοι͵
παιδείης παρ΄ ἑῆς Ἑλληνικὰ πράγματα δείξας͵ ὡς καλὸν ἡ σοφίη μνήσατο Σωκράτεος.

VII 98 Διογένους Λαερτίου[Επεξεργασία]

εἰ καὶ σέ͵ Ξενοφῶν͵ Κραναοῦ Κέκροπός τε πολῖται φεύγειν κατέγνων͵ τοῦ φίλου χάριν Κύρου·
ἀλλὰ Κόρινθος ἔδεκτο φιλόξενος͵ ᾗ σὺ φιληδῶν οὕτως ἀρέσκῃ· κεῖθι καὶ μένειν ἔγνως.

VII 101 Διογένους Λαερτίου[Επεξεργασία]

ἀλλ' εἰ μὴ Σπεύσιππον ἐμάνθανον ὧδε θανεῖσθαι, οὐκ ἂν ἔπεισέ μέ τις τόδε λέξαι,
ὡς ἦν οὐχὶ Πλάτωνι πρὸς αἵματος· οὐ γὰρ ἀθυμῶν κάτθανεν ἂν διά τι σφόδρα μικρόν.

VII 102 Διογένους Λαερτίου[Επεξεργασία]

χαλκῇ προσκόψας λεκάνῃ ποτὲ καὶ τὸ μέτωπον
πλήξας ἴαχεν ὦ σύντονον, εἶτ' ἔθανεν,
ὁ πάντα πάντη Ξενοκράτης ἀνὴρ γεγώς.

VII 104 Διογένους Λαερτίου[Επεξεργασία]

Ἀρκεσίλαε, τί μοι, τί τοσοῦτον ἄκρητον ἀφειδῶς ἔσπασας, ὥστε φρενῶν ἐκτὸς ὄλισθες ἑῶν;
οἰκτείρω σ' οὐ τόσσον ἐπεὶ θάνες, ἀλλ' ὅτι Μούσας ὕβρισας οὐ μετρίῃ χρησάμενος κύλικι.

VII 105 Διογένους Λαερτίου[Επεξεργασία]

καὶ σέο, Λακύδη, φάτιν ἔκλυον ὡς ἄρα καὶ σὺ Βάκχου ἑλὼν Ἀΐδην ποσσὶν ἔσυρες ἄκροις.
ἦ σαφὲς ἦν· Διόνυσος ὅταν πολὺς ἐς δέμας ἔλθῃ, λῦσε μέλη· διὸ δὴ μήτι Λυαῖος ἔφυ;

VII 106 Διογένους Λαερτίου[Επεξεργασία]

χαίρετε, καὶ μέμνησθε τὰ δόγματα· τοῦτ' Ἐπίκουρος ὕστατον εἶπε φίλοις τοὔπος ἀποφθίμενος·
θερμὴν δὲ πύελον γὰρ ἐληλύθεεν καὶ ἄκρατον ἔσπασεν, εἶτ' Ἀΐδην ψυχρὸν ἐπεσπάσατο.

VII 107 Διογένους Λαερτίου[Επεξεργασία]

Εὐρυμέδων ποτ' ἔμελλεν Ἀριστοτέλην ἀσεβείας γράψασθαι Δηοῦς μύστιδος ὢν πρόπολος,
ἀλλὰ πιὼν ἀκόνιτον ὑπέκφυγε· τοῦτ' ἀκονιτὶ ἦν ἄρα νικῆσαι συκοφάσεις ἀδίκους


VII 108 Διογένους Λαερτίου[Επεξεργασία]

καὶ πῶς͵ εἰ μὴ Φοῖβος ἀν΄ Ἑλλάδα φῦσε Πλάτωνα͵ ψυχὰς ἀνθρώπων γράμμασιν ἠκέσατο;
καὶ γὰρ ὁ τοῦδε γεγὼς Ἀσκληπιός ἐστιν ἰητὴρ σώματος͵ ὡς ψυχῆς ἀθανάτοιο Πλάτων.

VII 109 Διογένους Λαερτίου[Επεξεργασία]

Φοῖβος ἔφυσε βροτοῖς Ἀσκληπιὸν ἠδὲ Πλάτωνα͵ τὸν μὲν ἵνα ψυχήν͵ τὸν δ΄ ἵνα σῶμα σάοι.
δαισάμενος δὲ γάμον πόλιν ἤλυθεν͵ ἥν ποθ΄ ἑαυτῷ ἔκτισε καὶ δαπέδῳ Ζηνὸς ἐνιδρύσατο.

VII 110 Διογένους Λαερτίου[Επεξεργασία]

οὐκ ἄρα τοῦτο μάταιον ἔπος μερόπων τινὶ λέχθη, ῥήγνυσθαι σοφίης τόξον ἀνιέμενον·
δὴ γὰρ καὶ Θεόφραστος ἕως ἐπόνει μὲν ἄπηρος ἦν δέμας, εἶτ' ἀνεθεὶς κάτθανε πηρομελής.

VII 111 Διογένους Λαερτίου[Επεξεργασία]

λεπτὸς ἀνὴρ δέμας ἦν, εἴ μοι προσέχεις, ἀπὸ χρισμῶν· Στράτωνα τοῦτόν φημί σοι,
Λάμψακος ὅν ποτ' ἔφυσεν· ἀεὶ δὲ νόσοισι παλαίων θνῄσκει λαθών, οὐδ' ᾔσθετο.

VII 112 Διογένους Λαερτίου[Επεξεργασία]

οὐ μὰ τόν, οὐδὲ Λύκωνα παρήσομεν, ὅττι ποδαλγὴς κάτθανε· θαυμάζω τοῦτο μάλιστα δ' ἐγώ,
τὴν οὕτως ἀΐδαο μακρὴν ὁδὸν εἰ πρὶν ὁ ποσσὶν ἀλλοτρίοις βαδίσας ἔδραμε νυκτὶ μιῇ.

VII 113 Διογένους Λαερτίου[Επεξεργασία]

ἀνεῖλεν ἀσπὶς τὸν σοφὸν Δημήτριον ἰὸν ἔχουσα πολὺν
ἄσμηκτον, οὐ στίλβουσα φῶς ἀπ' ὀμμάτων ἀλλ' ἀΐδην μέλανα.

VII 114 Διογένους Λαερτίου[Επεξεργασία]

ἤθελες ἀνθρώποισι λιπεῖν φάτιν, Ἡρακλείδη, ὥς ῥα θανὼν ἐγένου ζωὸς ἅπασι δράκων.
ἀλλὰ διεψεύσθης, σεσοφισμένε· δὴ γὰρ ὁ μὲν θὴρ ἦε δράκων, σὺ δὲ θήρ, οὐ σοφὸς ὤν, ἑάλως.

VII 115 Διογένους Λαερτίου[Επεξεργασία]

τὸν βίον ἦσθα κύων, Ἀντίσθενες, ὧδε πεφυκὼς ὥστε δακεῖν κραδίην ῥήμασιν, οὐ στόμασιν·
ἀλλ' ἔθανες φθισικός, τάχ' ἐρεῖ τις ἴσως· "τί δὲ τοῦτο; πάντως εἰς Ἀΐδην δεῖ τιν' ὁδηγὸν ἔχειν."

VII 116 Διογένους Λαερτίου[Επεξεργασία]

{α.} Διόγενες, ἄγε λέγε τίς ἔλαβέ σε μόρος ἐς Ἄϊδος. {Δ.} ἔλαβέ με κυνὸς ἄγριον ὀδάξ.

VII 118 Διογένους Λαερτίου[Επεξεργασία]

τὸν Κιτιᾶ Ζήνωνα θανεῖν λόγος ὡς ὑπὸ γήρως πολλὰ καμὼν ἐλύθη μένων ἄσιτος·
οἱ δ' ὅτι προσκόψας ποτ' ἔφη χερὶ γαῖαν ἀλοίσας ἔρχομαι αὐτόματος· τί δὴ καλεῖς με;

VII 121 Διογένους Λαερτίου[Επεξεργασία]

οὐ μόνος ἀψύχοις ἔπεχες χέρας, ἀλλὰ καὶ ἡμεῖς· τίς γὰρ ὃς ἐμψύχων ἥψατο, Πυθαγόρα;
ἀλλ' ὅταν ἑψηθῇ τι καὶ ὀπτηθῇ καὶ ἁλισθῇ, δὴ τότε καὶ ψυχὴν οὐκ ἔχον ἐσθίομεν.

VII 122 Διογένους Λαερτίου[Επεξεργασία]

αἴ, αἴ, Πυθαγόρης τί τόσον κυάμους ἐσεβάσθη; καὶ θάνε φοιτηταῖς ἄμμιγα τοῖς ἰδίοις.
χωρίον ἦν κυάμων· ἵνα μὴ τούτους δὲ πατήσῃ, ἐξ Ἀκραγαντίνων κάτθαν' ἐνὶ τριόδῳ.

VII 123 Διογένους Λαερτίου[Επεξεργασία]

καὶ σύ ποτ', Ἐμπεδόκλεις, διερῇ φλογὶ σῶμα καθήρας πῦρ ἀπὸ κρητήρων ἔκπιες ἀθανάτων·
οὐκ ἐρέω δ' ὅτι σαυτὸν ἑκὼν βάλες ἐς ῥόον Αἴτνης, ἀλλὰ λαθεῖν ἐθέλων ἔμπεσες οὐκ ἐθέλων.

VII 124 Διογένους Λαερτίου[Επεξεργασία]

ναὶ μὴν Ἐμπεδοκλῆα θανεῖν λόγος ὥς ποτ' ἀμάξης ἔκπεσε καὶ μηρὸν κλάσσατο δεξιτερόν·
εἰ δὲ πυρὸς κρητῆρας ἐσήλατο καὶ πίε τὸ ζῆν, πῶς ἂν ἔτ' ἐν Μεγάροις δείκνυτο τοῦδε τάφος;

VII 126 Διογένους Λαερτίου[Επεξεργασία]

τὴν ὑπόνοιαν πᾶσι μάλιστα λέγω θεραπεύειν· εἰ γὰρ καὶ μὴ δρᾷς ἀλλὰ δοκεῖς, ἀτυχεῖς.
οὕτω καὶ Φιλόλαον ἀνεῖλε Κρότων ποτὲ πάτρη, ὥς μιν ἔδοξε θέλειν δῶμα τύραννον ἔχειν.

VII 127 Διογένους Λαερτίου[Επεξεργασία]

πολλάκις Ἡράκλειτον ἐθαύμασα, πῶς ποτε τὸ ζῆν ὧδε διαντλήσας δύσμορος εἶτ' ἔθανεν·
σῶμα γὰρ ἀρδεύσασα κακὴ νόσος ὕδατι φέγγος ἔσβεσεν ἐν βλεφάροις καὶ σκότον ἠγάγετο.

VII 129 Διογένους Λαερτίου[Επεξεργασία]

ἤθελες, ὦ Ζήνων, καλὸν ἤθελες ἄνδρα τύραννον κτείνας ἐκλῦσαι δουλοσύνης Ἐλέαν.
ἀλλ' ἐδάμης· δὴ γάρ σε λαβὼν ὁ τύραννος ἐν ὅλμῳ κόψε. τί τοῦτο λέγω; σῶμα γάρ, οὐχὶ δὲ σέ.

VII 130 Διογένους Λαερτίου[Επεξεργασία]

καὶ σεῦ, Πρωταγόρη, φάτιν ἔκλυον, ὡς ἄρ' Ἀθηνέων ἔκ ποτ' ἰὼν καθ' ὁδὸν πρέσβυς ἐὼν ἔθανες·
εἵλετο γάρ σε φυγεῖν Κέκροπος πόλις· ἀλλὰ σὺ μέν που Παλλάδος ἄστυ φύγες, Πλουτέα δ' οὐκ ἔφυγες.

VII 133 Διογένους Λαερτίου[Επεξεργασία]

πτίσσετε, Νικοκρέων, ἔτι καὶ μάλα· θύλακός ἐστι· πτίσσετ'· Ἀνάξαρχος δ' ἐν Διός ἐστι πάλαι.
καί σε διαστείλασα γνάφοις ὀλίγον τάδε λέξει ῥήματα Φερσεφόνη, "ἔρρε μυλωθρὲ κακέ."

VII 620 Διογένους Λαερτίου[Επεξεργασία]

μή ποτε λυπήσῃ σε τὸ μή σε τυχεῖν τινος· ἀλλὰ τέρπεο πᾶσιν ὁμῶς οἷσι δίδωσι θεός.
καὶ γὰρ ἀθυμήσας ὁ σοφὸς Περίανδρος ἀπέσβη͵ οὕνεκεν οὐκ ἔτυχεν πρήξιος ἧς ἔθελεν.

VII 706 Διογένους Λαερτίου[Επεξεργασία]

ἰλιγγίασε Βάκχον ἐκπιὼν χανδὸν Χρύσιππος, οὐδ' ἐφείσατο
οὐ τῆς στοᾶς, οὐχ ἧς πάτρης, οὐ τῆς ψυχῆς, ἀλλ' ἦλθε δῶμ' ἐς Ἀΐδεω.

VII 744 Διογένους Λαερτίου[Επεξεργασία]

ἐν Μέμφει λόγος ἐστὶν προμαθεῖν τὴν ἰδίην Εὔδοξόν ποτε μοῖραν παρὰ τοῦ καλλικέρω
ταύρου. κοὐδὲν ἔλεξεν· βοῒ γὰρ πόθεν λόγος; φύσις οὐκ ἔδωκε μόσχῳ λάλον Ἄπιδι στόμα.
παρὰ δ' αὐτὸν λέχριος στὰς ἐλιχμήσατο στολήν, προφανῶς τοῦτο διδάσκων, Ἀποδύσῃ βιοτὴν
ὅσον οὔπω. διὸ καί οἱ ταχέως ἦλθε μόρος, δεκάκις πέντ' ἐπὶ τρισσαῖς ἐσιδόντι Πλειάδας.