Γλώσσαι/Γ

Από Βικιθήκη
Γλώσσαι
Συγγραφέας:
Γ


[<γάαθον>
ἧσσον]
<γαβαλάν>
ἐγκέφαλον, ἢ κεφαλήν S
<γάβαθον>
τρυβλίον
<γάβενα>
ὀξυβάφια, ἤτοι τρυβλία
<γαβεργός>
<ὁ> ἀγροῦ μισθωτής. S Λάκωνες
<γαγγαλᾶν, γαγγαλίζεσθαι>
ἥδεσθαι S
<γαγγαλίδες>
γελασῖνοι
<γάγγαλος>
ὁ εὐμετάθετος καὶ εὐρίπιστος τῇ γνώμῃ καὶ εὐμε- τάβολος S
<γαγγαμεύς>
ἁλιεύς, S ὁ τῇ γαγγάμῃ ἐργαζόμενος
<γαγγάμη>
σαγήνη ἢ δίκτυον ἁλιευτικόν. καὶ σκεῦος γεωργικὸν S ὅμοιον τῇ κρεάγρᾳ
<γάγγαμον>
δίκτυον. (Aesch. Ag. 361) καὶ τὸ περὶ τὸν ὀμφαλὸν S τῶν ὑποχονδρίων
<γαγγαμουλκοί>
σαγηνευταί
<γαγγαίνειν>
τὸ μετὰ γέλωτος προσπαίζειν
<γαγγλιωδέων>
γαγγλίοις ἐοικότων. Γαγγλίον δὲ νεύρου συ- στροφή (Hippocr. art. 40)
[<γαγγίας ἢ γαγγαλίας>
οἱ μὲν γελασῖνον· οἱ δὲ τὴν τῶν νεύρων συστροφήν. ἄλλοι ὑποστάθμην]
*<Γάγγης>
Φεισὼν ποταμός (Gen. 2,11)
*<γάγγραινα>
φαγέδαινα· S οἱ δὲ καρκίνος, vgAS πολυδιάχυτον h ἐν τῷ σώματι πάθος (2. Tim. 2,17) ASPh(vg)
(*)<>γαλλιᾶν>
χαίρειν (Luc. 1,47 ..)
<γαδεῖν>
χαρίσασθαι
<γαδεώ>
χαρά
<γάδεσθαι>
ἥδεσθαι
<γάδεται>
ἥδεται
*<Γάδειρα>
νῆσος ἔξω τῶν Ἡρακλείων στηλῶν <ἡ πρότερον ἐκαλεῖτο Κοτινοῦσα> n
<Γάδειρα>
τὰ περιφράγματα. Φοίνικες
<Γαδειρικὸν τάριχος>
τὸ ἀπὸ Γαδείρων κομιζόμενον· ἐκεῖθεν γὰρ ἐκομίζετο (Eupol. fr. 186; Antiph. fr. 77)
†<γαδή>
κιβωτός
(*)<Γαδείρων>
χώρας ὄνομα (Greg. Naz. or. 43,24 p. 588 C)
<γάδιξις>
ὁμολογία
<γάδονται>
εὐφραίνονται
<γᾶδος>
γάλα s, ἄλλοι ὄξος
<γάδου ἀΐδων>
....... (Corinn. fr. 17)
<Γάζα>
πόλις, παρὰ δὲ Πέρσαις βασίλειον. ἢ οἱ ἐκ τῶν πολλῶν φερόμενοι φόροι, ἢ τὰ τίμια
<γάζαν>
πλοῦτον
<γάζας>
ἰχθὺς ποιός
<γάζης κεκορεσμένος>
........ (Callim.? fr. 764)
*<γαζοφυλάκιον>
θησαυροφυλάκιον (Marc. 12,42) vgPnq βαλάν- τιον. σκευοφυλάκιον (En. Ioh. 8,20?)
<γᾶθε νάον>
ἐκ γῆς ῥέον
<γάθια>
ἀλλάντια
<Γαθιάδας>
ἥρωος ὄνομα, ὃς καὶ τοὺς καταφεύγοντας εἰς αὐτὸν ῥύεται ἐκ θανάτου
<γαῖα>
ἡ κόνις (Aesch. Sept. 735). *καὶ ἡ γῆ (Β 95 ..) np
†<γαιάδας>
ὁ δῆμος, ὑπὸ Λακώνων
<γαιαλόχος>
ἠπειρώτης
<γαῖα χάνοι>
καταπίοι ἡ γῆ (Ζ 282)
<γαιᾶται>
κερτομεῖ. καταμωκᾶται
<γαίειν>
χαίρειν. γαυριᾶν. σεμνύνεσθαι q
<γαίεσκον>
ἔχαιρον q
<Γαιηΐδα>
τὴν Φοίβην. Ἀντίμαχος (fr. 116 Wyss)
<Γαιήϊον>
τὸν γῆς υἱόν, Τιτυόν (η 324)
*<γαίην>
τὴν γῆν. g τὸ χῶμα
<γαιήοχος>
ὁ τὴν γῆν συνέχων, Sn ἢ ἐπὶ τῆς γῆς ὀχούμενος. (α 68 ..) ἢ ὁ ἱππικός, ὁ ἐπὶ τοῖς ὀχήμασιν <ἢ> ἅρμασι χαίρων. q Λάκωνες
<Γαλιλαία>
κατακυλιστή
<Γαλλίμ>
κεκριωμένον ἤγουν [κριῶ] κριῶν (Esai. 15,8)
<γαιηόχῳ>
τῷ τὴν γῆν ὀχοῦντι, καὶ συνέχοντι (Ι 183)
<γαίῃ Θεσπρωτῶν>
ἡ Ἤπειρος μοίρας ἔχει τέσσαρας Θεσπρω- τοὺς Χάονας Μολοττοὺς Κασσωπαίους (ξ 315)
†<γαίνεται>
ἀνύει
[<γαῖντα>
σπλάγχνα]
<γαιθυλλάδαι>
ἀμπελόπρασα
<γαιογράφοι>
τὰ ἐν τῇ γῇ γράφοντες
<γάϊος>
ὁ ἐργάτης βοῦς. καὶ ὁ ἀπόγειος ἄνεμος qS
<γαίουσα>
ὑπερφρονοῦσα q
<γαῖσος>
ἐμβόλιον ὁλοσίδηρον <τριήρων>. q καὶ ὄνομα ποταμοῦ. (ps) οἱ δὲ μισθόν. q ἢ ὅπλον ἀμυντήριον
<γαῗται>
γεωργοί (ps)
<γαίων>
γαυριῶν (Α 405) q
*<γαισός>
μακροκέντης. ἢ κοντός, gAS λαμβάνων ... (Ios. 8,18) S
<γακέα>
ἡδέως
*<Γαιών>
ποταμός. παρ' Ἕλλησι Νεῖλος (Gen. 2,13)
<γακεῖαι>
γλυκεῖαι
<γακίνας>
σεισμὸς γῆς
<γακινίαν>
τὸν σεισμόν
<γακού>
ἡδύ, γλυκύ
<γακούδια>
ἡδύσματα
<γακουπώνης>
ἡδυπότης
<γακτύς>
κλάσμα
*<γαλαθηνόν>
ὑποτίτθιον. vgA νέον (1. Reg. 7,9) (n) q
[<γάλα>
ἡδέως]
<γαλακτοκόμος>
ποιμήν q
<γαλακτώδης>
οἶνός τις q
<γαλακτιῶντες>
γάλακτος μεστοί
*<γαλακτοφάγων ἀβίων>
γάλα ἐσθιόντων καὶ τόξα μὴ ἐχόν- των (Ν 6) AS
<Γαλάξια>
ἑορτὴ <Ἀθήνησι μητρὶ θεῶν ἀγομένη> ἐν ᾗ ἕψουσι γαλαξίαν. ἔστι δὲ πόλτος κρίθινος ἐν γάλακτι q
<γαλαρίας>
ἰχθύς, ὁ ὀνίσκος q
<γάλας>
γῆ, παρὰ Εὐκλίτῳ
<γάδασμον>
ἐνηρόσιον
<Γαλαάδ>
πόλεως ὄνομα. ἢ μέτοικος (Ose. 6,8)
<Γαλαλά>
πόλις <ἔνθα> ἔθυον (Ose. 4,15. 12,12)
<γαλατμόν>
λάχανον ἄγριον
[<γαλερόν, γαληνόν>
ἱλαρόν. q εὔδιον]
<Γαλεοί>
μάντεις. (Archipp. com. fr. 15) οὗτοι κατὰ τὴν Σικελίαν ᾤκησαν. καὶ γένος τι, ὥς φησι Φανόδημος (fr. 23 M) καὶ Ῥίνθων Ταραντῖνος (fr. 17)
<γαλεώτης>
ὁ ἀσκαλαβώτης. vgAS <Ἀττικῶς> vg καὶ ἰχθύς. καὶ ζῷον χερσαῖον
<γάλη>
ἐξέδρας εἶδος. καὶ †ἐν *ἢ γαλέα gAS τὸ ζῷον AS
<γαλήνη>
τὸ ἐπιπολάζον ἐν τῇ μεταλλείᾳ τοῦ ἀργύρου χωνευο- μένου
<γαληνόν>
*ἥσυχον. vgAS ἱλαρόν. εὔδιον
<γαληρόν>
τὸ αὐτό, καὶ [<γαλερόν> (p)
<γαλῆ Ταρτησία>
ἡ Ταρτησὸς ἔξω τῶν Ἡρακλείων στηλῶν, ἧς Ἀργανθώνιος ἐβασίλευσεν. ἔστι δὲ ἡ πόλις αὕτη πρὸς τῷ Ὠκεανῷ, μεγάλη λίαν· ὡς οὖν ἐκεῖ μεγάλων γινομένων γαλῶν εἶπε q
<Γαληψός>
παίζει μὲν Εὔπολις (fr. 404) παρὰ τὸ λαμβάνειν· ἔστιν δὲ καὶ πόλις. καὶ βοτάνης εἶδος q
<γάλι>
ἱκανόν
<γαλιάγκων>
ὁ τὸν βραχίονα ἐλάττονα ἔχων q (n)
[<γαλίαι>
οἱ ὀνίσκοι]
<Γαλήνη>
ὄνομα κύριον ἑταίρας (Philet. com. fr. 9)
<γαλιδέως>
Κρατῖνος (fr. 265). λέγει δὲ ὡς γένει εὐτελῆ καὶ ὡς γαλῶν παῖδα γαλιδέα
<γάλινθοι>
ἐρέβινθοι. οἱ δὲ γάλιθοι
[<γαλιός>
παράδεισος]
<γάλις>
†γαλαός
<γαλιώσης>
ἀκολασταινούσης
<γάλλαρος>
Φρυγιακὸν ὄνομα [παρὰ Λάκωσι]
<γάλλια>
ἔντερα
<γάλλοι>
ἧλοι
<γαλλιῶται>
ἀσκαλαβῶται. Λάκωνες
<γάλλος>
ὁ ἀπόκοπος, ἤτοι ὁ εὐνοῦχος (p)
<γαλόως>
ἡ τοῦ ἀνδρὸς ἀδελφή (Γ 122) vgASn
<γαλωνίς>
χρῶμα ἵππων τὸ ὀνοειδές
<γάλως>
ἡ τοῦ ἀνδρὸς ἀδελφή, καθάπερ Κασάνδρα τῇ Ἀνδρομάχῃ (Ζ 378)
<γαμάλη>
κάμηλος, παρὰ Χαλδαίοις
†<γάμβριον>
τρυβλίον
<γάμβρια>
δῶρα ἢ δεῖπνα γαμβροῦ
*<γαμβρός>
ὁ ἀνὴρ τῆς θυγατρός (Ι 142 ..) AS
<γαμέσσεται>
εἰς γάμον ἄξει (Ι 394)
<γαμήλια>
φερνή, εἰς γάμον παρασκευή, καὶ δεῖπνον, ὃ τοῖς φράτορσιν ἐποίει ὁ γαμῶν
<γαμήλιος>
ὁ εἰς τοὺς γάμους πεσσόμενος πλακοῦς q
<Γαμηλιών>
ὁ <ζ#> τῶν μηνῶν, τῆς Ἥρας ἱερός
<γαμησείειν>
γαμητικῶς ἔχειν. καὶ <γαμεῖται> μὲν ἡ γυνή, γαμεῖ δὲ ὁ ἀνήρ
*<γ' ἄμμοροι>
ἀμέτοχοι. ἐστερημένοι (Eur. Hec. 421) gA
<γάμοι>
ἡ πρώτη ἡμέρα τῶν γάμων. ἡ δὲ δευτέρα ἐπαυλία
<γαμοτελεῖν>
γάμους ἐπιτελεῖν
<γαμόροι>
οἱ περὶ τὴν γῆν πονούμενοι. ἢ μοῖραν εἰληχότες τῆς γῆς. ἢ οἱ ἀπὸ τῶν ἐγγείων τιμημάτων τὰ κοινὰ διέποντες
<γαμφηλαί>
γνάθοι, σιαγόνες. <Ὅμηρος δὲ ἐπὶ ἀλόγων>
<γαμφαί> [<γναμφαί>]
γνάθοι [Ὅμηρος δὲ ἐπὶ ἀλόγων]
*<γαμφηλῆισι>
σιαγόσι (Π 489) gAS
[<Γάμψηλοι>
πόλις Μακεδονίας]
*<γαμψόν>
ποικίλον, καμπύλον, ἐπικαμπές (AS)
<γαμψωλά>
καμπή (p), οἱ δὲ ἄκρον, ἢ περιφέρεια
*<γαμψώνυχας>
ἐπικαμπεῖς ὄνυχας ἔχοντας (Π 428) vgAS
<γάμων ἔθη>
τὰ προτέλεια καὶ ἀπαρχαὶ καὶ τριχῶν ἀφαιρέσεις τῇ θεῷ πρὸ μιᾶς τῶν γάμων τῆς παρθένου
†<γᾶν>
ἀγγεῖον, σκύφῳ παραπλήσιον
<γάνα>
χέρσος. γῆ
<γᾶναι>
περιπτίσαι
<γανάσσαι>
σμῆξαι, πλῦναι.
<γανάσσας>
καλῶς <...>
*<γαναυγέας>
τέλειος ἐν τῷ ὁρᾶν AS
[<γανδᾶν ἢ] γανᾶν>
λάμπειν
<γανδάνειν>
ἀρέσκειν
<Γάνδαρος>
ὁ ταυροκέρατος, παρ' Ἰνδοῖς
<γάνδιον>
κιβώτιον
<γάνδομα>
πυροί
<γανδόμην>
ἄλευρα
<γάνδος>
ὁ πολλὰ εἰδὼς καὶ πανοῦργος. τινὲς δὲ γάσος
<γάνεα>
κήπους
<γανεῖν>
λευκαίνειν
<γανῖται>
δάπανοι. ἄσωτοι
<γάνος>
παράδεισος. S χάρμα. φῶς. αὐγή. λευκότης. *λαμπηδών, (ASn) ἡδονή (Eur. Bacch. 383) vgASn καὶ ἡ ὕαινα, ὑπὸ Φρυγῶν καὶ Βιθυνῶν
*<γανόωντες>
λελαμπρυσμένοι gAS, λάμποντες (Ν 265) S
*<γάνυμαι>
χαίρω vgS
*<γανύμενος>
χαίρων g
<γανυρόν>
λευκόν. ἡδύ. ἱλαρόν
<γανύρματα>
ἀρτύματα q
<γανύσσεται>
χαρήσεται, S διαχυθήσεται, αὐξηθήσεται, εὐφραν- θήσεται q (Ξ 504)
<γάνυται>
*χαίρει. qASP εὐφραίνεται. ASP λαμπρύνεται. SPn καὶ γελᾷ. ἥδεται (γ 405) q
†<γανυτελεῖν>
[γανυπελεῖν] ἡδύσματα ποιεῖν
<γανωθείς>
λαμπρυνθείς
<γανῶσαι>
λαμπρῦναι
<γάπεδα>
ἄγροικοι καὶ οἰκεῖαι
<γαπελεῖν>
ἀμελεῖν
<γάπος>
ὄχημα. Τυῤῥηνοί
<γάραβος>
ὀλολυγών
<γάργα>
αἴγειρος
<γαργαίρειν>
λάμπειν (Sophr. fr. 30?), πληθῦναι (Cratin. fr. 290), κινεῖσθαι, σπαίρειν
<γάργαλα>
πλῆθος. πολλά
<γαργαρισμός>
κνῆσις σώματος (Heges. com. fr. 1,16)
*<γαργαρίζει>
ἐρεθίζει vgAS
<γαργαλισμός>
γαγγαλισμός, ἡδυπάθειά τις· τὸ δὲ αὐτὸ καὶ <γάργαλος> καὶ <γαργάλη> (Ar. fr. 175. Diphil. fr. 25)
<γαργαρίς>
θόρυβος
<γαργαρεών>
κιονίς, ἡ καὶ <σταφυλίς> (Hippocr. progn. 23) q
<Γάργαρον>
*ἀκρωτήριον ὄρους Ἴδης (Θ 48) AS καὶ πόλις Τροίας πλησίον Ἀντάνδρου
<γάργασις>
γαργάλη ὑπὸ †σταθμοῦ
<γαργάρται>
λίθοι αὐτοφυεῖς
<γαρέλαιον>
γάρος καὶ ἔλαιον
<Γαργηττός>
δῆμος Ἀθήνησι <Αἰγηΐδος> φυλῆς, ὅπου δοκεῖ κεῖσθαι τὸ σῶμα Εὐρυσθέως
<Γαρίμαντας>
τοὺς βαρβάρους. οἱ δὲ ἔθνος Λιβυκόν (Hdt. 4,174)
<γάρκαν>
ῥάβδον. Μακεδόνες
[γαρμαφών. λευκότης. λαμπηδών]
<γάρνον>
τὸ ἔσω τῆς πλήμνης σιδήριον, ὃ τὸν ἄξονα τρίβει q
<γάῤῥα>
ῥάβδος
<γάῤῥης>
ἄῤῥης
<γαῤῥίαι>
γάμοι
<γαῤῥιώμεθα>
λοιδορούμεθα
<γάρσανα>
φρύγανα. Κρῆτες
<γᾶς>
χῶρας, γῆς (Eur. Hec. 940 ..)
<γᾶσσαν>
ἡδονήν
<γάσος>
ὁ ἀπατεών. ὁ πολλὰ εἰδὼς καὶ πανοῦργος [ὡς Ἡσίοδος ἐν τῇ Θεογονίᾳ]
<γαστέρες οἶον>
τροφῆς μόνης ἐπιμελούμενοι q, <ὡς Ἡσίοδος ἐν τῇ Θεογονίᾳ> (26)
<γαστερόχειρες> καὶ <ἐγχειρογάστορες>
οἱ ἀπὸ τῶν χειρῶν ζῶντες q
<γαστέρι μάργῃ>
τῇ γαστριμαργίᾳ (σ 2)
<γάστρα>
γογγυλίς. ἢ κράμβη
<γάστραι>
τὰ ὀπίσθια τῶν μηρῶν
<γαστρίαν>
στρόφον ἢ διάῤῥοιαν
<γάστριδες>
οἱ τὰς ἕλμινθας ἔχοντες. γίνονται δὲ ἐν ταῖς κοιλίαις αὗται, ὥσπερ τὰ θηρία ... q
*<γαστρίζεσθαι>
λαβρότερον τρέφεσθαι ὑπὲρ τὴν χρείαν, ἤγουν γαστριμαργεῖν vgAS
<γαστρίμαργοι>
τῇ κοιλίᾳ μαινόμενοι. ἀκρατεῖς. q ἄπληστοι. (s) πολυφάγοι (sd)
<γάστριον>
πέμμα σησαμῶδες, παρὰ Κρησί q
<γάστρις>
ὁ πολυφάγος, ἢ ἀκρατὴς περὶ τὴν γαστέρα (Ar. Av. 1604 ..) qp
<γαστρίσαι>
εἰς γαστέρα πλῆξαι (Ar. Vesp. 1529). ἢ χορτάσαι
<γαστροοίδης>
προγάστωρ. καὶ <γαστροπίων>
<γαστρόπτης>
σκεῦός τι μαγειρικόν
<γαστραία>
ἡ γογγυλίς. Λάκωνες
<γατειλαί>
οὐλαί
†<γάστρι>
τὰ σπαρθέντα πρὸς τὸ λιστρευθῆναι. οἱ δὲ κύαμοι <ἢ> ῥάφανοι, οἷς ἀντὶ κόπρου χρῶνται, ὅταν αὐξηθέντα λιστρευθῇ
<γαυλός>
[*ὁ ἐξ ἀλλοτρίων ζῶν vgAS] ἢ κάδος, q ἐν ᾧ τὰ πλοῖα ἀντλεῖται
<γαυλοί>
τὰ ποιμενικὰ τοῦ γάλακτος ἀγγεῖα (ι 223) S καὶ τὰ Φοινικικὰ πλοῖα <γαῦλοι> καλοῦνται (Hdt. 8,97 ..) καὶ <γαυ- λικὰ χρήματα> τὰ ἀπὸ τῶν πλοίων (Xen. Anab. 5,8,1). τινὲς δὲ καὶ τὰς χύτρας <γαυλοὺς> καλοῦσι (Antiph. fr. 224,5) q
<γαύρηξ>
ὁ γαυριῶν (Alcae. fr. 37 B)
<γαύρης>
ὁ σεμνυνόμενος
*<γαυριᾷ>
σεμνύνεται. χαίρει (Iob 39,21 ..) SPn
*<γαυρίαμα>
καύχημα. n ἔπαρμα. P φρύαγμα (Sirac. 43,1 ..)
*<γαυριῶν>
χαίρων. ἀγαλλόμενος. ἐπαιρόμενος. ἀλαζονευόμενος AS
<γαῦρος>
αὐθάδης. σεμνός. μεγαλοπρεπής. ἢ μετέωρος. q Εὐριπί- δης Φιλοκτήτῃ (fr. 788)
*<γαύρῳ>
μεγάλῳ. vgAS ἀκαταπλήκτῳ gAS
<γαυσάδας>
ψευδής
<γαυσαλίτης>
ὄρνεον, παρὰ Ἰνδοῖς
<γαυσόν>
σκαμβόν, στρεβλόν (Hippocr. artic. 77 ..) q
<γαυσῶσαι>
περιελάσαι. κάμψαι
<γαφάγας>
σκώληξ, ὃν ἡμεῖς γῆς ἔντερον λέγομεν. Συρακούσιοι q
<γάφυτον>
γηγενές
<γάχυτον>
ἐκ γῆς ῥέον
[<δούπησεν>
ἐψόφησεν]
<γέαρ>
ἔαρ
†<γεβοῦς>
ζυγά
[<γεάγια>
κουράλλια]
<γεγάασι>
γεγενημένοι εἰσίν (p), ὑπάρχουσι (Δ 325 ..)
*<γδοῦπον>
ψόφον (S)
<γεγακώς>
γεγενημένος
[<γεγάλημαι>·] <γεγαλήνισμαι>· διακέχυμαι
*<γεγανωμένη>
λελαμπρυσμένη vgAS
<γεγαυῖα>
<ἐκ>γεγενημένη (Γ 418) s
*<γεγαώς>
γεγονώς n, ὑπάρχων
*<γεγαῶτα>
γεγονότα, ὑπάρχοντα (Ι 456) (vg)
*†<γέγγει>
βρέχει gAS
<γέγηθεν>
*χαίρει (Θ 529). vgAS ἥδεται. γελᾷ (Eur. Hipp. 631)
*<γεγηθότες>
χαίροντες (Greg. Naz. c. 2,2,7,74 [37,1556]) Sn
*<γεγηθώς>
χαίρων (Dem. 18,291 ..) P(ps)
<γενειάτας>
τρίγλας. (Sophr. fr. 31) οἱ δὲ τράγον
<γεγλάφαται>
κεκοίλανται
†<γεγλύπονται>
ἀντεγκλέονται
<γεγραμμένοι>
ἐξωστρακισμένοι. ἢ ἐζωγραφημένοι
<γεγριφώς>
ὁ ταῖς χερσὶν ἀλύων
<γεγυναικωμένα>
πέμματά τινα, ὧν γυνὴ ἥψατο, καλεῖται οὕτω
<γεγυρωμένον>
κεκαμμένον, ἠτονηκότα τῷ σώματι (q)
<γεγωναί>
αἱ ὁμιλίαι
<γεγωνεῖν>
μεγαλοφωνεῖν. ἤδη δὲ [φθέγγεσθαι (Plat. Hipp. mai. 292 d) q
<γεγωνοκώμη>
ἡ μέγα κεκραγυῖα ... (p)
*<γεγωνόν>
τὸ ἐξάκουστον. gAS μεγαλόφωνον
<γεγωνός>
μεγαλόφωνος
<γεγωνέειν>
ἐξάκουστον βοῆσαι (Μ 337)
*<γέγονεν ἐν καλῷ>
ἐν καλλίστῳ <διέπρεψεν> AS(vg)
<γεγωνήσω>
βοήσω
*<γεγωνέμεν>
ἐξάκουστον φωνεῖν (Θ 223 ..) AS
<γεγωνίσκει>
λέγει
<γεγωνώς>
κράξας (Θ 227)
<γεγωνώς>
κραυγάζων, s βοῶν (Λ 275) p
*<γεγώς>
γεγονώς, ὑπάρχων (Eur. Phoen. 123 ..) AS
*<γέῃ>
τῇ γῇ vgAS
*<γεηπόνος>
γεωργός AS
[<γειγνοῖα>
γείτονα]
<γειναμένη>
ἐνεγκαμένη, ἡ πατρίς, ἀφ' ἧς ὑπάρχει (Eur. Tro. 825)
<γειναμένοις>
γονεῦσι (Xen. Apolog. 20)
*<γείνατο>
ἐγέννησε (Α 280) AS
<γείνεαι>
γεννήσεις (υ 202)
<γεῖθρον>
ἔνδυμα
<γεῖσα>
τὸ ἐν ταῖς οἰκίαις, ἢ τειχῶν ἐξέχον κυμάτιον (Eur. Phoen. 1158). οἱ δὲ πρὸ τῶν θυρῶν στέγασμα. καὶ τὰς ὤας τοῦ ἐνδύ- ματος <γεῖσα> λέγουσιν (Ar. fr. 762) q
*<γειοκόμον>
γεωργόν (AS)
*<γείσας>
ἐξοχὰς τῶν οἰκοδομῶν AS
*<γείση>
ἐκθέματα AS
<γεισηποδίζειν>
τὸ προσβάλλειν τὰ γεῖσα ἐν τοῖς τοίχοις q
*<γεῖσον>
στεφάνωμα οἴκου (Eur. Or. 1570) gAS
<γείσωσις>
τὸ τῆς στέγης ἐξέχον q
[<γείτη>
βάμματα ἐξ ἐρίων]
<γειτνία>
πλησιασμός s
*<γειτνιῶντες>
πλησιόχωροι AS
*<γειτνιῶν>
ἐγγίζων n
(*)<γειτνίαι>
γειτονίαι
(*)<γειτνιᾶν>
γειτονεῖν
<γείτον'>
ἐγγύς q [καὶ <γεῖτος> γράφεται αὐτό]
*<γειτόνημα>
γειτνίαμα AS
*<γειώρας>
γείτονας ἐξ ἄλλου γένους κολλωμένους τῷ Ἰσραήλ, ASn(vg) προσηλύτους. q (Exod. 12,19) ἢ τοὺς περὶ τὴν γῆν διαπονουμένους (nΣ)
<γέκαλον>
ἥσυχον
<γέκαθα>
ἑκοῦσα
<γέλαν>
αὐγὴν ἡλίου
<γέλανοι>
εἶδος ἵππων δυσγενῶν καὶ εἰς πόλεμον οὐκ εὐθέτων
<γελαρής>
γαληνή. Λάκωνες
<γέλαρος>
ἀδελφοῦ γυνή, Φρυγιστί
†<γελαιώς>
ὁ γέλως
<γέλας>
αὐγάς
<γέλγει>
βαπτίζει. χρωματίζει
<γέλγη>
*ὁ ῥῶπος AS καὶ βάμματα. (Eupol. fr. 304) ἄτρακτοι. καὶ κτένες
<γελγοπωλεῖν>
ῥωποπωλεῖν. παντοπωλεῖν (Hermipp. fr. 13)
<γέλγια>
πήνη. σπάθη. κουράλια
<γέλγιθες>
αἱ τῶν σκορόδων κεφαλαί p
<γελγιθεύειν>
ἀπατηλογεῖν
[<γέλεα>
τέλεα]
<γελεῖν>
λάμπειν. ἀνθεῖν
<γέλενος>
ἀσφοδελός. νάρκισσος
<γέλιν>
ὁρμιάν
<γελανδρόν>
ψυχρόν
<γέλινθοι>
ἐρέβινθοι
<γελλίζειν>
γαργαλίζειν
<γέλλαι>
τῖλαι
<γελίκη>
ἕλιξ
<γελλίξαι>
συνειλῆσαι
<Γελλώ>
εἴδωλον Ἐμπούσης τὸ τῶν ἀώρων, τῶν παρθένων
<Γελλώ> δαίμων, ἣν γυναῖκες τὰ νεογνὰ παιδία φασὶν ἁρπάζειν
<γελοδυτία>
ἡλιοδυσία
*<γελοίϊον>
γέλοιον, [γέλωτος ἄξιον (Β 215) n
<γελοῖος>
ἱλαρός. γελοιαστὴς καὶ ὁ καταγέλαστος ἄνθρωπος καὶ λοίδορος
<γέλων>
γέλωτα. [ἢ γέλιον] (σ 350? Eur. Med. 383 ..?)
<γέλουτρον>
ἔλυτρον, ἤγουν λέπυρον
<γελσόν>
ἀτυχές
<Γελχάνος>
ὁ Ζεύς, παρὰ Κρησίν
†<γελυνμάξαι>
γελοιάσαι
<γέλως Μεγαρικός>
ὁ σκωπτικός (Ar. Vesp. 57)
<γελωτῖνος>
καταγέλαστος
<γέμματα>
ἱμάτια
<γέμειν>
κύειν (Eur. fr. 106)
<γεμπός>
κοῖλος
<γέμος>
γέμισμα, πλήρωμα (Aesch. Ag. 1221)
<γεμπύλους>
τοὺς ἰχθύς, τὰς πηλαμύδας
*<γενάρχου>
πατρός vgAS
*<γένεθλα>
γενήματα (Eur. Hipp. 62 ..) nhd
<γενεά>
φυλή. [ἐπὶ διαστήματος χρόνου τῶν μὴ κατ' αὐτὸ βεβιωκό- των. q τῷ δ' ἤδη δύο μὲν [γὰρ] γενεαὶ μερόπων ἀνθρώπων (Α 250) [τὴν δὲ γενεὰν ὑφίστανται ἐτῶν οἱ μὲν κ#, οἱ δὲ κε#, οἱ δὲ λ#. q
*<γενεή>
ἡλικία. (Α 250) vgAS εὐγένεια. (Δ 60) συγγένεια (Ζ 211) (s) ἢ πρότερος (Ο 166) προγενέστερος (Ι 161) q
*<γενέθλης>
γενεᾶς, γένους (Ε 270) n
<γενέθλια>
τὰ ἐπὶ τῇ πρώτῃ ἡμέρᾳ δῶρα. καὶ ἡ εὐωχία (Plat. Alc. I 121c ..)
<γένεθλον>
τέκνον (Eur. Andr. 1274)
<γενειάδες>
αἱ περὶ τὸ γένειον τρίχες (π 176)
<γενειάς>
ἴουλος (Theocr. 2,78?)
<γενειήτης>
πωγωνίας (Call. Dian. 90)
*<γένει ὕστερος>
νεώτερος (Γ 215) AS
†<γενέος>
εἶδός τι πελέκεος p
<γενεολογία>
.....
<γενέσια>
ἑορτὴ πένθιμος Ἀθηναίοις. οἱ δὲ τὰ νεκύσια. q καὶ ἐν ᾗ ἡμέρᾳ τῇ γῇ θύουσι
*<γένεσιν>
πατέρα AS ἢ μητέρα (Ξ 201)
<γένεσις Κύπρου>
ἡ σπονδή, παρὰ Κυπρίοις
(*)<γενεσιουργία>
......
*<γενέταν>
πατέρα AS καὶ <γενέτην> (Eur. Or. 1011)
<γενέτας>
ἔκγονος (Soph. O. T. 470)
<Γενετυλλίς>
γυναικεία θεός, πεποιημένου τοῦ ὀνόματος παρὰ τὰς γενέσεις, ἐοικυῖα τῇ Ἀρτέμιδι. διὸ καὶ ταύτῃ ἐκείνας προσετί- θεσαν. ἔστι δὲ ξενικὴ ἡ θεός. καὶ ἑορτὴ τῶν γυναικῶν (Ar. Thesm. 130)
*<γενετῆρι>
πατρί vgA
<γενετυλλίδας>
δαίμονας
*<γένη>
διαφοράς (1 Cor. 12,10) AS ἢ γενεᾷ (Act. Ap. 7,13) ἢ βλαστήματα (2. Cor. 9,10?)
<γενηΐδα>
ἀξίνην, πέλεκυν (Soph. Ant. 259)
[<γενιᾶς>
ἔκγονος]
*<γενικαί>
γενναῖαι
*<γενικόν>
τὸ καθόλου περιεκτικόν vgAS
*[εὐγενεῖς] <γεννάδαι>
εὐγενέστατοι, γενναιότατοι vgAS
*<γεννάδας>
γενναῖος q. ASP ἀνδρεῖος. [εὐγενής Pn συγγενής. μέγας
<γενναῖον>
τὸ εὐγενές. n καὶ τὸ τῆς γενέσεως ἀρχηγόν. καὶ συγγενικόν (Ε 253)
*<γενναῖος>
ἀνδρεῖος q. P εὐγενής q. s
[<γέννας>
μητρὸς ἀδελφός]
<γέννημα>
S παιδίον (Soph. Ant. 628)
<γεννῆται>
οἱ τοῦ αὐτοῦ γένους μετέχοντες καὶ ἄνωθεν ἀπ' ἀρχῆς σχόντες κοινὰ ἱερά. οἱ δὲ ὁμογάλακτας, καὶ φράτορας, συγγενεῖς τοὺς γεννήτας q
<γεννησιουργός>
δημιουργός (Sap. 13,5)
<γεννήτορες>
γονεῖς
<γεννητός>
γνήσιος υἱός (Plat. leg. 11,923 e)
<γεννήτορε>
γονεῖς, δυϊκῶς
<γέμοις νυ>
λαβέ. Κύπριοι. καὶ κάθιζε
<γενούστης>
ἐπὶ τοῦ θεοῦ ἐννοίας. ὁ γεννητικός (Plat. Phileb. 3od) q
<Γεννοί>
οἱ Γυμνοσοφισταί
<γεννόν>
ἀρχαῖον
<γεννός>
κοῖλον
*<γεννικῶς>
ἰσχυρῶς. γενναίως gP
*<γενοίατο>
γένοιντο (Β 340) S
*<γένυν>
σιαγόνα (λ 320 v. l.) vgAS
*<γένυς>
γένειον. vgAS πέλεκυς (p) μάχαιρα
<Γεννισαρέτ>
παράδεισος ἀρχόντων
*<γένυσσι>
ταῖς σιαγόσιν, h ἢ γνάθοις. (Λ 416) [ἢ μητέρες]
†<γενύσθην>
γένοιντο, δυϊκῶς
*<γένυσι>
σιαγόσι (Eur. Phoen. 32) A
*<γέντο>
ἔλαβεν. gSn ἀνέλαβεν (Θ 43 ..)
[<γένσιμος>
ἄκρον τοῦ ἁλιευτικοῦ καλάμου]
<γέντα>
κρέα. σπλάγχνα (Callim. fr. 322)
†<γεντελισταί>
οἱ ἐργάζοντες, καὶ παίζοντες
<γεντιανή>
ῥίζα τις οὕτω καλουμένη, χρήσιμος οὖσα εἰς τὰς ἀντιδόσεις
<γέντινοι>
οἰκεῖοι
<γέντινος>
ὕπνος
*<γέντερ>
ἡ κοιλία s
[<γένυξ>
πέλεκυς]
<γενύων>
τῶν παρειῶν (ψ 688)
*<γεοῦχος>
ὁ τὴν γῆν ἔχων vgAS
*<γέρα>
τὰ τίμια (Thuc. 1,25,4) S
*<γέρα>
αἱ τιμαί [τιμά] (Β 237 ..) vgAS
<γεραιάς>
*ἐντίμους γυναῖκας, (vgA) SP τὰς γέρας τι ἐχούσας (Ζ 270)
†<γέραδος>
αἰγιαλός (Φ 319)
<γέραϊ>
τιμῇ
*<γεραίρειν>
τιμᾶν, (g) p σέβειν (Η 321 ..)
*<γεραλέον>
γέροντα. (gAS) ἢ ἀσθενῆ
*<γεραρόν>
ἔντιμον. n [ἱλαρόν.] μεγαλοπρεπῆ (Γ 170)
*<γεραίροντες>
τιμῶντες, εὐφημοῦντες vgASPn
<γεραιός>
πρεσβύτης (Α 35)
*<γεραιῶν>
γερόντων. ἐντίμων. AS [ἢ τιμῶν, ἢ σεβῶν]
<γεραίρεται>
τιμᾶται
*<γεραίρει>
τέρπει. τιμᾷ Σ
<γεράνδρυες>
αἱ παλαιαὶ δρύες. καὶ τὰ παλαιὰ δένδρα <γεράν- δρυα>
<Γερανεῖδαι>
οἱ τὴν Φωκικὴν οἰκοῦντες
<γεράνιος>
βοτάνης εἶδος
<γεραραί>
ἱέρειαι κοινῶς. ἰδίως δὲ αἱ τῷ Διονύσῳ τῷ ἐν Λίμναις τὰ ἱερὰ ἐπιτελοῦσαι, τῷ ἀριθμῷ ιδ# q
<γέρανος>
ὄρνεόν τι. καὶ <ποιά τις> ὄρχησις. καὶ ὄργανον ξύλινον, ἐν ᾧ κόπτουσιν οἱ ἀλφιτοποιοὶ τὰ ἄλφιτα, <ὅθεν καὶ γεράνια τὰ ἄλφιτα καλεῖσθαι. γέρανος καὶ ἐν τῇ σκηνῇ ἅρπαξ κατε- σκευασμένος ὑπὸ τοῦ μηχανοποιοῦ, ἐξ οὗ ὁ [ἐσκευασμένος] ὑποκριτὴς τραγῳδεῖ> q
<γερανουλκός>
ὁ τοῦ χοροῦ τοῦ ἐν Δήλῳ ἐξάρχων
*<γεραρώτερος>
ἐντιμότερος. πρεσβύτερος (Γ 211) nh
<γέρας>
*τιμή, vgAS σέβας. ἆθλον ἀρετῆς. *[ἀμοιβή. vgAS [θέαμα. ASh] δωρεά (Α 120 ..) P (vgAS)
<γεράσμιον>
τίμιον (Eur. Phoen. 927)
*<γερασφόρος>
ὁ τὰς τιμὰς φέρων (Pind. Pyth. 2,81?) AS
[<Γέραντες>
Αἰθίοπας]
<γέργανα>
ἐργαλεῖα
<γέργερα>
πολλά
<γεργέριμος>
ἐλάας εἶδος. τὸ τῆς ἐλάας ῥυσόν
[<Γεργεσηνός>
διάβολος]
<γέργερος>
βρόγχος
<γεργέλοψ>
ζῷον
<Γέργιθες>
πόλις
[<Γεργῖνος>
διάφορος. διάβολος]
<γέργυπες>
νεκροί
<γέργυρα>
αὐλή. δεσμωτήριον (Hdt. 3,145)
*<γέρδιος>
ὑφάντης vgAS
†<γερέρα>
ἐτίμου, ἐτίμησα
*<Γέρεστος>
ἀκρωτήριον τῆς Εὐβοίας (γ 177) gA
<γέρην>
[ἔντιμος. οἱ δὲ] γέρανος
*<γερήνιος>
ἔντιμος. γέρων (Β 336 ..) vgAS
[<γερῆραν>
ἐτίμητο]
<γεραράδες>
αἱ τῶν ἀρίστων ἀνδρῶν γυναῖκες. <καὶ αἱ τὸ τῆς Ἀθηνᾶς ἐν Ἄργει ἄγαλμα ἐνδύουσαι> q
†<γερθυρεόν>
ἱλαρόν
[<γέρινθοι>
ἐρέβινθοι]
<γερητηρία>
ἀπώλεια
[<γεροιτάν>
πάππον. Κρῆτες]
*<Γερμανικός>
ἔθνος AS
<γέρων>
πρεσβύτερος (Α 33)
<γεροντίας>
πάππος
*<γερουσία>
πρεσβυτέριον (Act. ap. 5,21), [πλῆθος γερόντων (Exod. 3,16) AS
<γέροντες>
ἔντιμοι (Ι 574)
*<γερούσιον>
τὸ τοῖς ἐντίμοις κατὰ γέρας διδόμενον (Δ 259) n
<γερῶα>
γεροντία. ἦν γὰρ σύστημα γερόντων
<γέρων>
ἐπὶ μὲν τοῦ ἐντίμου· "κίκλησκεν δὲ γέροντας ἀριστῆας" (Β 404) <γέρας> γὰρ ἡ τιμή· ἐπὶ δὲ τῆς ἡλικίας· "ὦ γέρον" (Θ 102)
<γέρα ἢ γέρεα>
τιμάς (Hdt. 7,104,2)
<γέῤῥα>
τὰ σκεπάσματα πάντα ἢ τὰ δερμάτινα σκεπάσματα
<γέῤῥα>
*τὰς σκηνάς (Dem. 18,169). n καὶ τὰ γυναικεῖα καὶ ἀνδρῷα [αἰδοῖα S <γέῤῥα> (Epich. fr. 235)
*<γεῤῥάδια>
στρωτηρίδια gAS
*<γέῤῥα>
τὰ ἀπὸ καλάμων ἢ παπύρων ἐργαστήρια (Dem. 18,169) AS
<γέῤῥω>
ἀπόλωλα
<γέρσιμον>
ἄκρον ἁλιευτικοῦ καλάμου
<γέρυς>
γέρων
<γερύτας>
γέρων
†<γεροάκται>
οἱ δήμαρχοι, παρὰ Λάκωσιν
[<γερωνία>] <γεροντία>
παρὰ Λάκωσι [καὶ Λακεδαιμονίοις] καὶ Κρησί
†<γερώνοιον>
κοῖλον, κενόν
(*)<γέρως>
τιμήματος, οἷον τιμῆς (Xen. Ages. 1,5)
[<γέσμα>
γεῦμα]
[<γέστα>
γογγυλίς]
<γέστρα>
ἔνδυσις, στολή, ἱμάτια
[<γέστρα>
στολή]
†<γέτις>
ἐλπίς
<γέτορ>
ἔτος
<γέτος>
ἐνιαυτός
<γεῦμα>
γεῦσις. ἔδεσμα
*<γούνων>
γονάτων (Α 407) AS
†<γεῦ>
γυνὸν τὶ ἄρα
<γεύσασθαι>
πειρᾶσαι. ἅψασθαι (υ 181)
<γεύσει>
ἀποπειράσει
<γευστρίνην>
γαυλόν
<γεύλοφα ἢ γεώλοφα>
ὄχθαι, τινὲς δὲ ὄρη γεώδη q
<γευσώμεθα ἀλλήλων>
πεῖραν λάβωμεν (Υ 258) Sn
*<γέφυρα>
διάβαθρα Sn ὁδός, n στράτα, πέραμα, διάβασις (Ε 88) S
<γεφύρας>
διόδους. τάξεις. ὑπεροχάς. τὰ μέσα τῆς φάλαγγος (Δ 371) q
<γεφυρίς>
πόρνη τις ἐπὶ γεφύρας, ὡς Ἡρακλέων. ἄλλοι δὲ οὐ γυναῖκα, ἀλλὰ ἄνδρα ἐκεῖ καθεζόμενον <ἐπὶ> τῶν ἐν Ἐλευσῖνι μυστηρίων συγκαλυπτόμενον ἐξ ὀνόματος σκώμματα λέγειν εἰς τοὺς ἐνδόξους πολίτας
<γεφυρισταί>
οἱ σκῶπται· ἐπεὶ ἐν Ἐλευσῖνι ἐπὶ τῆς γεφύρας τοῖς μυστηρίοις καθεζόμενοι ἔσκωπτον τοὺς παριόντας
*<γεφύρωσε>
διαβατὴν ἐποίησε Sn τὴν ὁδόν (Ο 357)
†<Γεώγους>
ὁ Ἡρακλῆς
<γεώδους>
πηλώδους S
*<γεωμέτρης>
ὁ τῆς γῆς μετρῶν s τὰ μόρια
*<γεωμόρος>
γεωργός S(n)
*<γεωμόριον>
τὸ τῆς γῆς μόριον gS
[<γέωνα>
ὓς θηλεία. Λάκωνες]
<γεωνόμαι>
οἱ ἐν ταῖς ἀποικίαις διαιτώμενοι κληροῦχοι καὶ νέμοντες τὴν γῆν
<γεωπεῖναι>
οἱ γῆς πεινῶντες, καὶ ἀπορούμενοι (Hdt. 2,6,2)
<γεωργίτης>
γεωργός
*<Γέωρες>
γεωφύλακες. μέτοικοι. πάροικοι (Exod. 12,19) S
<γεωφάνειον>
μέταλλον τῆς κεραμίτιδος ἢ ἄλλης ἐργασίας q
<γηγενεῖς>
ἄνδρες. γυναῖκες (Psalm. 48,3)
*<γηγενέται>
γῆς †αἱρεταί Sg
<γηγενέταις>
γηγενέσι
*<γηγενής>
ὁ ἐκ τῆς γῆς τὴν γένεσιν ἐσχηκώς (Eur. Phoen. 931) vgS
*<γηγενῶν>
τῶν τὰ γέϊνα ἐργαζομένων, καὶ ἁμαρτανόντων. κατὰ κοινοῦ δὲ καὶ πάντες <οἱ> ἄνθρωποι νοοῦνται <γηγενεῖς>· καθὸ τὴν ὑπόστασιν ἀπὸ γῆς ἔχοντες (Prov. 2,18) vgS
†<γηγγήλιξ, γήλιγρος>
ὁ ἄγριος μῦς
†<γηγυρίδαι>
οἰκτροί
[<γῆθεν>
χαίρη]
*<γήθησεν>
ἐχάρη (Α 330) vgS
*<γηθῆσαι>
ἡσθῆναι, [χαρῆναι A
*<γηθήσει>
χαρήσει (Θ 378) n
*<γηθόσυνοι>
χαίροντες (Η 122)
<γήθια>
ἤθη
*<γηθόσυνος>
χαίρων, ASn περιχαρής (Δ 272) Sn
*<γηθόσυνον>
χαίροντα, g ἱλαρόν, χαροποιόν
*<γηθοσύνη>
χαρά gS τέρψις, ἡδονή (Ν 29 ..)
*<γήθους>
χαρᾶς vgS
<γήθυα>
ἀμπελόπρασα, S οἱ δὲ γηθυλλίδας, οἱ δὲ μεγάλα κρόμμυα, ἄλλοι χλωρά (Phryn. com. fr. 12)
<γηΐτης>
ὁ τὴν γῆν ἐργαζόμενος, γεωργός (Soph. Trach. 32)
*<γηλεχέες>
χαμαικοῖται (Callim. h. Del. 286) (g)
†<γηλιᾶσθαι>
κατέχεσθαι
<γηλουμένους>
συνειλημμένους
<γηλιώμενοι>
κατεχόμενοι
<γῆμα>
ἱμάτιον
<γῆμαι>
συνοικῆσαι (φ 72)
<γημαμένη>
συνοικήσασα (λ 273)
<γήμασθαι>
γαμηθῆναι (β 128)
†<γήνεια>
ὅσα ἐκ τῆς γῆς ὠφέλιμα
[<γήνεσθαι>
κατέχεσθαι]
<γηοῦχος>
ὁ τὴν γῆν συνέχων q
<γήπεδα>
χωρία. κτήσεις
*<γηπόνος>
γεωργός p γεωμόρος (Greg. Naz. c. 1,2,2,468 [37,615])
<γήραϊ>
τῷ γήραι (Ε 153 ..)
<γηράλιον>
δριμύ. μέλαν
<γηράλιος>
γέρων, γηρανθείς
<γηράμων>
†γράζα
*<γηρᾶναι>
γηρᾶσαι (Soph. O. C. 870) hdΣ
<γηράνιον>
γεραν<ογέρων>
[[<γηράσας] γήρας>
γηράσας, κατὰ συγκοπήν]
<γηράς>
γηράσας· "γηράς. ἀλλ' οὐχ υἱὸς ἐν ἔντεσι πατρὸς ἐγήρα" (Ρ 197)
*<γηράσκει>
φθίνει, ns λήγει (η 120)
<γηράσκοντα κομίζω>
γηροκομῶ (Ω 541)
<γῆρας>
ὄφεως δέρμα
†<γηρεῖν ποίοις>
<γηροί>
γεωλόχοι
<γήρεια>
τὰ τῆς ἀκάνθης ἐξανθήματα, ἅπερ ἔνιοι <πάππους> λέγουσι
*<γηροβοσκῶ>
γηροτροφῶ (Eur. Alc. 663 ..) vg
<γηροκόμος>
γηροτρόφος (Hes. Theog. 605) S
<γηρουχεῖται>
ὑπὸ γήρως ὀχεῖται, ἢ γέρας τῆς ἀρχῆς ἔχει
*<γηρύεσθαι>
φθέγγεσθαι g λέγειν
*<γηρύοντες>
φωνοῦντες, λέγοντες n
*<γῆρυν>
φωνήν (Eur. Phoen. 960 ..) q. vgn
<γῆρυς>
φωνή. ὅθεν καὶ <κήρυξ>, τοῦ κ πρὸς γ συγγένειαν ἔχοντος (Δ 437?)
<γηρωπίζεται>
γεροντεύεται
<γῆς ὀμφαλός>
ἡ Πάφος. καὶ Δελφοί (Eur. Med. 668. Soph. O. R. 899 ..)
<γήτεια>
κρόμμυα vgSn, ἃ καὶ γήθυα καλοῦνται (Ar. Eq. 677)
<γητικά>
παρὰ Ἀλεξάνδρῳ Ἐπιστολαῖς, ποτήρια οὕτω καλού- μενα
<γηφάγοι>
πένητες, ἄποροι, ὡς τὰς ἐκ γῆς βοτάνας σιτίζεσθαι τροφῆς ἀμοιροῦντας. q Καλλίμαχος ἐν Ἑκάλῃ (fr. 290)
<γήχυτον>
τὸ ἁπαλὸν τῆς γῆς (Hippocr.?)
<γία>
ἄνθη S
*<γίαι>
ὀδύναι S
<γίαρ>
ἔαρ S
†<γιγαλία>
ἡ γῆ S
*<γίγας>
δυνάστης. [ἰσχυρός (Gen. 10,8) s
<Γιγαντία>
ἡ Λυκία τὸ πρότερον. καὶ οἱ κατοικοῦντες <Γίγαντες> q. S
<γίγαντος>
μεγάλου. ἰσχυροῦ. q ὑπερφυοῦς (Aesch. Ag. 692)
<γιγαρτίς>
σταφίς S
*<γίγαρτον>
τῆς σταφυλῆς τὸ ἔνδον (Num. 6,4) vgSn
*<γιγγλισμός>
γαργαλισμὸς ἀπὸ χειρῶν, γέλως vgS
*<γιγγλισμοῖς>
κιχλισμοῖς Sh(n)
<γιγγλίαν>
κάλυμμα κεφαλῆς ἐρεοῦν
<γίγγλος>
νᾶνος
<γίγγλυμος>
ὁ στρεφόμενος γόμφος ἐπὶ τῶν θυρῶν. καὶ ἐπὶ τοῦ θώρακος οἱ στροφεῖς. καὶ φιλήματος εἶδος q
<γιγγρασμός>
ἦχος
<γιγγρί>
ἐπιφώνημά τι ἐπὶ καταμωκήσει λεγόμενον. καὶ εἶδος αὐλοῦ
<γιγγρίαι>
αὐλοὶ μικροί, ἐν οἷς πρῶτον μανθάνουσιν
<γίγγρος>
αὔλημά τι, ὅπερ ἔνιοι <γίγγρον>· οἱ δὲ αὐλοῦ γένος
<Γιγγρών>, οἱ δὲ <Γιγῶν>
Πάταικος ἐπιτραπέζιος. οἱ δὲ Αἰγύπτιον Ἡρακλέα
<γίγνωσκε>
ἐγίγνωσκε (Ζ 191) S
<γιλός>
ἑτερόφθαλμος
[<γίμασαι>
σιαγόνες]
<γιμβάναι>
ζεῦγλαι
<γίν>
σοί
<γνίς>
γέρανος. Τυῤῥηνοί
<γίννος>
<ζῷον οὗ> ὁ πατὴρ ἵππος, ἡ δὲ μήτηρ ὄνος ps, νόθη
<γῖξαι>
χωρῆσαι
<γίο>
αὐτοῦ (Rhinth. fr. 13)
<γῖπον>
εἶπον
<γίς>
ἱμάς. [καὶ γῆ.] καὶ ἰσχύς
<γισάμεν>
εἰδέναι
<γίσας>
φθείρας
<γίσγον>
ἴσον
*[<γίσιον>
μικρὸν τεῖχος] vgSn
<γιστία>
ἐσχάρα
<γιστίαι>
ἱστουργοί
<γιστιῶ>
παύσομαι
<γισχύν>
ἰσχύν
<γιτέα>
ἰτέα
<γίτονας>
τὰ δύο αἰδοῖα
*<>γλαγέας>
γεγαλακτωμένας (Π 642) (S)
*<γλαγγάζει>
πτερύσσεται. κέκραγε vgSnh
*<γλάγος>
γάλα (Β 471) vgAS
<γλάμος>
μύξα S
<γλάματα>
ἀστράγαλοι
<γλαμυρόν>
γλαμῶδες. ἔνυγρον. ὑπόδακρυν
<γλαισμοί>
λόφοι
<γλαινοί>
τὰ λαμπρύσματα τῶν περικεφαλαίων, οἷον ἀστέρες
<γλακκόν>
γαλαθηνόν
<γλακῶντες>
μεστοὶ γάλακτος
<γλαμῶντες>
λημῶντες
*<γλαμῶν>
λημῶν (Ar. Ran. 588) pΣ
[<γλαμάν>
λειμῶνα]
<Γλαμία>
πόλις. Κρῆτες
<γλαμυξιᾶν>
γλαμᾶν. [λημᾶν p
<γλανίς>
ἀργός. καὶ [εἶδος ἰχθύος. p οἱ δὲ γλάνιος
<γλανοί>
ἀχρεῖοι
<γλαμψοί>
χαλινοὶ στόματος S
<γλάμπτειν>
πίνειν
<γλαρίς>
ὄρυξ (Callim. fr. 512)
<γλαυκή>
ἰσχυρά. φοβερά. λευκή (Π 34)
<γλαυκία ἢ γλαύκιον>
βοτάνη τις
<γλαυκίζειν>
ἀμβλυωπεῖν
<γλαυκιόων>
καταπληκτικός, ἔμπυρον καὶ φοβερὸν βλέπων (Υ 172)
*<γλαυκός>
λευκός vgAS
<γλαυκοφόρβιδας>
ἵππους εὐγενεστάτας
<γλαυκῶπις>
φοβερὰ ἐν τῷ ὁρᾶσθαι. λαμπρόφθαλμος. *εὐόφ- θαλμος (Α 206 ..) vgAS
*<γλαῦξ>
νυκτόβαϋς. πετεινὸν νυκτερινόν vgS
<γλαῦξ>
νόμισμα Ἀθήνησιν τετράδραχμον. ἐλέγετο δὲ καὶ ὄρχησίς τις. καὶ ὄρνεον. καὶ φυτόν
<γλαυσόν>
*λαμπρόν. g θρασύ. ἰταμόν
<γλαύσσει>
λάμπει, (s) φαίνει, φαύσκει
[<γλαυρόν>
σεμνόν]
<γλαῦκ' Ἀθήναζε>
παροιμία ἐπὶ τῶν μάτην τι πραττόντων, ὥσπερ <εἰ> γλαῦκας Ἀθήναζε ἄγοι. πληθύουσι γὰρ ἐνταῦθα γλαῦκες (Ar. Av. 301)
<γλαῦκες Λαυριωτικαί>
Ἀριστοφάνης Ὄρνισιν (1106), οἱ ἀργυ- ροστατῆρες· ἐν Λαυρίῳ γὰρ τὰ μέταλλα τὰ ἀργυρεῖα· γλαῦξ δὲ τὸ ἐπιχάραγμα τοῦ στατῆρος
<Γλαύκου τέχνη>
παροιμία ἐπὶ τῶν ῥᾳδίως κατεργαζομένων· Διονυσόδωρος δὲ τὴν περὶ τὸν σίδηρον κόλλησιν· Γλαῦκος γὰρ Χῖος σιδήρου κόλλησιν εὗρεν (Plat. Phaed. 108d)
<γλαῦξ ἐν πόλει>
παροιμία. ταῖς ἀληθείαις ἀνέκειτο γὰρ ὑπὸ Φαίδρου ἐν τῇ ἀκροπόλει
<γλαῦξ ἔπτατο>
πρὸ τῆς μάχης ἐν Σαλαμῖνι γλαῦκά φασι διαπτῆναι τὴν νίκην προσημαίνουσαν (Ar. Vesp. 1086) q
<γλάφει>
γλύφει. ὀρύσσει. *κοιλαίνει (g) Sn
<γλάφυ>
σπήλαιον. ἄντρον (Hes. op. 533)
*<γλαφυραί>
κοῖλαι. gS βαθεῖαι (Β 516) S
<γλαφυρᾶς>
ἀνθηρᾶς, ἄλλοι δὲ κοίλης ἢ βαθείας
*<γλαφυρόν>
τερπνόν SP κοῖλον. vgSP ἡδύ. βαθύ vgPn
*<γλαφυρός>
ἀνθηρός. S(P) λαμπρός. τερπνός. s κοῖλος. ἡδύς. βαθύς S
<γλάψαι>
κοιλᾶναι. γλύψαι. ἐκτρῖψαι. σκαλεῦσαι. βαθῦναι
<γλευκήσας>
<ὑπὸ> γλεύκους γενόμενος ἔκλυτος καὶ παρειμένος, ἀπὸ τῶν οἴνῳ ν<έῳ μεθυσθέντων>
*<γλεῦκος>
τὸ ἀπόσταγμα τῆς σταφυλῆς, q πρὶν πατηθῇ (Act. ap. 2,13) vgSP
<γλεῦξις>
οἶνος ἕψημα <ἔχων>
*†<γλέβα>
ἀξίωμα συγκλήτου S
<γλέφαρα>
βλέφαρα. sp ὀφθαλμοί
<γλήνεα>
... οἱ δὲ ποικίλματα καὶ <γληνὸν> τὸ ποικίλον· καὶ ζῴδια, ἀγάλματα· ἔνιοι κήρινα πλάσματα ἀξιοθέατα (Ω 192)
*<γλῆνος>
φάος n
<γλήνη>
*κόρη ὀφθαλμοῦ. (Ξ 494) vgPn καὶ παίγνιον. οἱ δὲ τὸ οὐδενὸς ἄξιον. καὶ τὴν πεπλασμένην κόρην. πρόσοψιν. καὶ γλήνας τὰ κηρία τῶν μελισσῶν. *ἢ κόρη (Θ 164) gP
<γληνῶσαι>
<διαφθεῖραι> n
<<γληχυλίς>·> †πονηρά np
<γληχωνοειδές>
δίκταμνον
<γλίον>
εὔτονον. ἰσχυρόν
<γλία>
κόλλα p
*<γλοιός>
ῥύπος (Hdt. 3,112) vg
<γλίσχραι>
κνῆμαι
<γλίσχρον>
ἐνήλατον
*<γλίσχρος>
φειδωλός. σκνιφός. λίαν ῥυπαρός. gSPn [ἐνήλατος.] κολλώδης (n)
*<γλίσχρως>
ὀλισθηρῶς S
*<Γλισᾶς>
πόλις <ὡς Τρύφων> (Β 504) n
<γλιᾶται>
παίζει. ἀπατᾷ
<γλιττόν>
γλοιόν
<γλίχει>
ἐπιθυμεῖς (Ar. fr. 102)
*<γλίχεται>
[παίζει.] ἐπιθυμεῖ. S προθυμεῖται (Dem. 18,207)
*<γλιχόμενοι>
ἐπιθυμοῦντες (Hdt. 4,152,2) PS
†<γλιχόμενος>
ἐπιθυμῶν (Pl. Phaed. 117a) vg
†<γλιχύτης>
ἀτυχής. ἢ ἐπίπονος. ἢ ἐρωτική
<γλιχός>
φειδωλὸς καὶ γλίσχρος, οἱ δὲ πολυπράγμων, περίεργος
†<γλίδου χοάναι>
εἰς οὓς τύπους κατέρχεται τὸ ἐν τῇ χώνῃ διὰ τῶν κεντημάτων. ἦσαν δὲ πήλινοι. Σοφοκλῆς (fr. 32)
<γλοίας>
ἡ κακοήθης ἵππος καὶ πολυδήκτης παρὰ Σοφοκλεῖ (fr. 935) καὶ <γλοίης> τὸ αὐτό
<γλοιάζειν>
τὸ καταφερόμενον εἰς ὕπνον [καὶ] ἐπιμύειν τοῖς ὄμμασι καὶ κατιλλώπτειν, οἱ δὲ διεγγελᾶν q
<γλοίητα>
κακοήθη
*<γλοιός>
νωθρός. [ἀσθενής (g) ῥυπαρός vgn
<γλοιωδῶς>
νυστακτικῶς
<γλούρεα>
χρύσεα. Φρύγες <καὶ> <γλουρός>· χρυσός
*<γλουτοί>
τὰ τῆς κοτύλης σφαιρώματα (Ε 66) vgSn
<γλουτόν>
τὸ περὶ τὰ ἰσχία
*<γλουτός>
σφαίρωμα S
<γλυκεῖα>
ἡ γλυκύῤῥιζος
<γλυκίων>
ἡδίων (Α 249 ..)
[<γλυκύωνον>
ἔμπυρον καὶ φοβερὸν βλέπων]
<γλύκη>
βοτάνη τις ἐδώδιμος
<γλυκίννας>
διὰ γλυκέος οἴνου πλακοῦς
<γλυκερῷ Σιδωνίῳ>
(Com. ad. fr. 1317) δρᾶμα δέ ἐστιν, ἐν ᾧ τῆς †θεμέλης ἄρχεται οὕτως· "Σιδώνιον ἄστυ λιπόντες καὶ δροσερὰν Ἄραδον" (Phryn. fr. 9). διεβεβόητο δὲ τὸ μέλος τοῦτο.
a) <γλύκιον>
ἥδιον. (ι 34) b) <γλυκύς>· ἡδύς (Α 610)
<γλύκκα>
ἡ γλυκύτης
<γλυκκόν>
γλυκύ
<γλυκεῖαν>
τὸ γάλα, καὶ τὴν χολήν (Eubul. fr. 95)
<γλυκύ>
μελιχρόν
*<γλυκυδερκές>
ἡδὺ ἐν τῷ ὁρᾶσθαι gSnh
<γλυκυθυμία>
ἡδονή q
<γλυκύθυμος>
ἀνειμένος. ἡδύς. *ἁπαλόψυχος. vgS ἤπιος. προση- νής. γλυκύς (Υ 467)
<γλυκυσίδη>
φυτὸν ποιόν, συντελοῦν πρὸς ἀτόπημά τι τῶν γυναικῶν
<γλυκύφαιον>
τὸ ἐρυθρόδανον. Κρῆτες
†<γλυκύφρουροι>
τὰ ἐν οἴκῳ φρουροῦντες καὶ ἔνδον μένοντες
<γλύκων>
ὁ εὐήθης
<γλύξις>
ὁ ἀνειμένος οἶνος καὶ ἄτονος, ὃν ἔνιοι μὲν <ἁπαλόστομον>, οἱ δὲ <γλεῦξιν>
<Γλυφεῖον>
ἄντρον τι καὶ ὄρυξ
<γλυφίδες>
αἱ χηλαὶ τοῦ βέλους, *ἀπὸ τοῦ γεγλύφθαι καὶ κεκοιλάνθαι Σ, εἰς ἃς ἡ νευρὰ ἐντίθεται τοῦ τόξου. *ἐνίοτε δὲ καὶ τὰς τῶν ἀκίδων χηλὰς gΣ λέγει Ὅμηρος (Δ 122). καὶ αἱ θαλάμαι
<γλύψαι>
ξύσαι. χαράξαι
<γλυκὺς ἀγκών>
παροιμία, ἥν φησιν εἰρῆσθαι ἀπὸ τοῦ λεγομένου μακροῦ ἀγκῶνος ἐν τῷ Νείλῳ, κατ' ἀντίφρασιν. εἶναι γὰρ δυσκόμιστον διὰ τὸ ῥεῦμα καὶ ἀηδῆ· ὅθεν λέγεσθαι τὴν παροι- μίαν ἐπὶ τῶν αἰσχρόν τι δοκιμαζόντων, ἐπαινούντων δὲ ὡς καλόν. ἢ <ἐκ> τοῦ ἐναντίου σπουδαῖον μὲν ἡγουμένων, χλευα- ζόντων δὲ ὡς φαῦλον. Κλέαρχος (fr. 6 M) δέ φησιν <τοὺς Λυδοὺς> ἐξυβρίζειν εἰς τὰς τῶν καταδεεστέρων γυναῖκας καὶ παρθένους, καὶ τὸ χωρίον, ἐν ᾧ ταῦτα ἔδρων, ὀνομάσαι <Γλυκὺν ἀγκῶνα
Γλῶς>
ὄνομα Αἰγυπτίου τινός
*<γλωσσαλγία>
φλυαρία (Eur. Med. 525 ..) vgAPn
<γλῶσσαι>
φωναί. καὶ σημεῖα ἐπὶ τοῦ ἥπατος, παρὰ τοῖς θύταις
<γλώσσας>
τὰς γλωσσίδας τῶν αὐλῶν, καὶ τῶν ὑποδημάτων. καὶ τὰς λαλιάς
<γλώσσαργον>
στόμαργον. ταχύγλωσσον (trag. ad. 562?) (p)
*<γλωσσόκομον>
σορός A, θήκη ξυλίνη τῶν λειψάνων vgAn
<γλωσσοστροφεῖν>
περιλαλεῖν, καὶ στωμύλλεσθαι (Ar. Nub. 792)
[<γλώνη>
οὐδενὸς ἄξιον]
†<γλωρεῖν>
χρονίζειν
†<γλωρόν>
νόμον
<γλωττοκομεῖον>
ἐν ᾧ οἱ αὐληταὶ ἀπετίθεσαν τὰς γλωσσίδας. καὶ τὸ γυναικεῖον αἰδοῖον (Eubul. fr. 142)
<γλωττοποιός>
ὁ τὰς αὐλητικὰς γλωσσίδας ποιῶν
<γλωχῖνα>
τὴν γωνίαν τοῦ βέλους (Ω 274) καὶ "<τριγλώχινας ὀιστούς>" (Ε 393 ..) καὶ γλῶσσαν. καὶ ἄκρον. κυρίως δὲ <γλωχῖνες> αἱ τῶν ἀκίδων ἐξοχαὶ καὶ αἱ τοῦ ζυγοῦ γωνίαι (Ω 274)
<γλῶσσαν οὐκ ἐμπήξετε>
οὐκ ἂν καταφάγοιτε, οὐκ ἂν γεύοισθε (trag. ad. fr. 205?)
<γλωσσάσπιδας>
τοὺς τῇ γλώσσῃ ὅπλῳ χρωμένους ὥσπερ ἀσπίδι. μεταφορικῶς
*<γναθμοί>
γνάθοι. AS σιαγόνες (π 175) S
<γναθμόν>
τομώτατον καὶ διαιρετικώτατον
<γνάθους θηλείας>
ἢ γυναῖκας
<γναθοῦν>
τὸ εἰς γνάθους τύπτειν (Phryn. com. fr. 28)
<Γνάθων>
παράσιτος h
<γναμπτά>
καμπύλα. πλεκτά. ὑγρά
<γναμπτῆισιν>
ἀνακεκλασμέναις. ἐπικαμπέσι (Λ 416)
<γναμπτόν>
εὔπειστον. ἔνυγρον. εὔγναμπτον (Ω 41) *εὐμετά- βολον n
<γναφέως>
καθαίροντος ῥύπον
<γναμπτούς>
χαλινούς
<γνάμψαι>
κάμψαι. κλάσαι. πεῖσαι
<γνάψεν>
ἔξεσεν. ἤμυξεν
*<γναπτὰς ἕλικας>
τὰ καμφθέντα ψέλια (Σ 401) vgAS
<γνάπτει>
κάμπτει
<>γναται>
ἀκταί
[<γναφάδιον] γναφάλλιον>
βοτάνη
<γνάφαλλον>
τύλη. λέγεται δὲ καὶ διὰ τοῦ κ <κνάφαλλον>· καὶ ὁ γναφεὺς <κναφεύς
γνάφαλλος>
πτίλον
<γναφεύς>
εἶδος ἰχθύος
<γναφῆναι>
κλασθῆναι. καμφθῆναι
<γνήσιος>
ὁ ἐξ ἰσονόμων, ἴδιος, οἰκεῖος
*<γνοῖεν>
μάθοιεν (Σ 125) vgAS
<γνοίης>
†ψεύδῆς (S?)
<>†γνοιΐσαι>
ἰγνοῦσαι
<γνόφεον>
μέλαν
*<γνόφος>
συννέφεια. δῖνος. ἄνεμος. vgAS ἀχλύς s σκοτομηνία (Deut. 4,11)
<γνώμην δίδωμι>
συμβουλεύομαι (1. Cor. 7,25)
<γνύθοι>
βόθροι. (ps) κοιλώματα. [σπήλαια (g) θαλάμαι. καὶ τὰ ἐν τῷ βαδίζειν προσκόμματα. ἔνιοι <γνυθούς>
<γνυπτῶν>
νωθραίνων
*<γνύξ>
ἐπὶ τὰ γόνατα (Ε 68 ..) vgAS
<γνυπτεῖν>
ἀσθενεῖν. μαλακίζεσθαι
<γνυπτήσει>
[εἰς] γονυπετήσει
*<γνυπετόν>
ἀργόν. οἱ δὲ ἔκλυτον q. g
<γνύπετοι>
ἐκτεταμένοι. δειλοί. ἄλλοι δὲ κατηφεῖς. καὶ <κατεγνυ- πτῶσθαι> κατεστυγνᾶσθαι q
<γνυπτοῦντι>
ἀσθενοῦντι
<γνύπωνες>
στυγνοί. κατηφεῖς. ἄτολμοι. παρειμένοι. καὶ μαλακοί, ἀπὸ τοῦ εἰς γόνυ πεπτωκέναι
<γνυφαί>
νάπαι
*<γνώριμοι>
μαθηταί vgAS
<γνωρίμω>
γινωσκομένω, δυϊκῶς (Xen. Mem. 2,3,1)
<γνώριμος>
οἰκεῖος. [γινωσκόμενος (π 9) p
<γνωρίσματα>
τὰ συνεκτιθέμενα τοῖς παισὶ ἔξω τῶν περιδεραίων (Men. Epitr. 86)
(*)<γνωρίσαι>
φανεροποιῆσαι (Ephes. 6,19. Rom. 9,22)
<γνῶθι σαυτόν>
ἀπόφθεγμα Χείλωνός φασι q
<γνῶμα>
τὸν βαλλόμενον ὀδόντα, δι' οὗ τὰς ἡλικίας ἐγνώριζον τῶν τετραπόδων. καὶ ὁ κατηρτυκὼς ἤδη <λειπογνώμων>. λέγεται δὲ καὶ <γνῶσις>
<γνῶμαι>
τὰ ψηφίσματα q
*<γνώμη>
διάθεσις ποιά τις. p qΣ [καὶ γνώμη.] καὶ ἐπιστήμη q
<γνωμοτυπία>
γνωμολογία (g)
<<γνώμων>
ὁ> ἀκριβής, ἀπὸ τοῦ γνῶναι. λέγεται καὶ τὸ ἐν τοῖς ἡλιοτροπίοις κέντρον. καὶ τὸ παρὰ τοῖς τακτικοῖς
*<γνώμων>
συνετός. pΣ Σοφοκλῆς (fr. 936)
<γνῶναι>
κρῖναι. καὶ τὸ συνουσιάσαι (Men. fr. 558) q
<γνωσιμαχῆσαι>
τινὲς μὲν τὸ γνῶναι τὴν ἑαυτοῦ ἀσθένειαν τήν τε τῶν ἐναντίων ἰσχύν· (Hdt. 3,25,5 ..) ἄλλοι τὸ γνόντα, ὅτι πρὸς κρείττονα ἔχοι αὐτῷ <ἡ> μάχη, ἡσυχάσαι (Ar. Av. 555) *ἢ μετανοῆσαι gASP
<γνῶσις>
σύνεσις, εἴδησις, νόησις
*<γνωτή>
ἀδελφή· (Ο 350) Σp ἢ ἐρωμένη
*<γνωτοί>
ἀδελφοί. (Γ 174) (vgAS) γνωστοί
<γνωτόν>
εὐεπίγνωστον. (Η 401) ποτὲ δὲ ἀδελφόν (Ξ 485)
<γόβαλα>
τὸ ὅριον. Φοίνικες
<γοβρίαι>
φανοί, λαμπτῆρες
<γόγγρος>
ἰχθύος εἶδος. καὶ ἡ γογγρώδης τῆς ἐλαίας ἔκφυσις, τὸ κάτω τοῦ στελέχους
<γογγρύζειν>
τονθρύζειν. τὸ ὡς ὗς φωνεῖν, ὅπερ ἔνιοι <γογγύ- ζειν>. τὸ αὐτὸ καὶ <γρυλίζειν> λέγεται
<γογγρύσαι>
ὡς χοῖρος φωνῆσαι
<γογγρώνη>
ἀπόστημα ἐν φάρυγγι (Hippocr. epid. 6,3,6)
<γογγύζειν>
φθέγγεσθαι. τονθρύζειν
<γογγύλον>
στρογγύλον. p σκληρόν (Soph. fr. 363,2)
<γογγύλλειν>
συστρέφειν (Ar. Thesm. 56)
<γογγυλόσκηνος>
στρογγύλον ἔχων τὸν οἶκον, ἢ τὸ σῶμα
<γογγυλεύματα>
στρογγυλεύματα
<γογγυλωπά>
στρογγύλα. εὔτονα. γοργά
<γόγγων>
μωρός
<γόλα>
ἔντερα. Μακεδόνες
<γοᾶναι>
κλαίειν. Κύπριοι
<γόδατος>
θήρα
<γοδόν>
γόητα
*<γοεραῖς>
θρηνώδεσι, πενθικαῖς (Eur. Hec. 84) (gn)
*<γόης>
μάγος, κόλαξ, περίεργος (Eur. Hipp. 1038) vgAS
*<γοητεύει>
ἀπατᾷ. μαγεύει. n πείθει. φαρμακεύει. ἐξᾴδει
<γοησίοδος>
ᾠδός, ἀπατεών
<γοητικόν>
ἀπατηλόν. μαγικόν. τὸ δι' ἐπαοιδῶν ἐσκευασμένον
<γοί>
αὐτῷ
<γοῖδα †φάρυξ>
οὐκ οἶδα
<γοιδύες>
ῥυτῆρες
<γοίδημι>
ἐπίσταμαι
<γοιδοῦλος>
λαλιός. οἱ δὲ <γοδοῦλος>
<γοίνακες>
βλαστοί
<γοῖνος>
οἶνος
<γοιναῦτις>
οἰνοχόη
<γοινέες>
κόρακες
<γοῖσος>
μέλαν. πλατύ
<γοῖτα>
οἶς
†<γοιταί>
κριθαί. γράστις
<γοῖτος>
ῥύπος. (s) πάτος
<Γοιτόσυρον>
τὸν Ἀπόλλωνα. Σκύθαι (Hdt. 4,59)
<γολοινά>
χλωρά. ἢ γολονά
<γολομένη>
βοτάνη
<γολύριον>
κέλυφος. οἰκεῖον Ταραντίνοις
<γολμοί>
στολμοί
<γόλμις>
ψὰρ τὸ ὄρνεον
<γολαμός>
διωγμός
<γόλανα>
ἀγκύλη. ἀντιλαβεύς
<γόλησις>
κακοδαιμονία
<γολλάκιον>
λάκκον
<γόμος>
θωμός
[<γόμνη>
ὀρίγανον]
*<γομφία> ἤγουν <γομφωτήρια>
ξύλα εἰς γόμφους AS
*<γομφιασμόν>
συνθλασμόν, AS ἢ συντριμμόν, ἢ αἱμωδιασμὸν [ὀδόντων (Am. 4,6) AS
*<γόμφοι>
μύλοι. σφῆνες. δεσμά. ἄρθρα. σύνδεσμοι. vgAS καὶ ὀδόντες vg γόμφιοι
<γόμφοις>
ταῖς τῶν ξύλων ἁρμογαῖς (ε 248)
*<γόμφους>
ὀδόντας. καὶ τοὺς συνδέσμους τῶν ξύλων. AS ἢ μύλους S
<γομφωτήρια>
ἧλοι
<Γόμοῤῥα>
[*μέτρον] n(p) στάσις
*<γόμφοισι>
σφηναρίοις (ε 248) n
<γομφοπαγῆ>
συνηρμοσμένα (Ar. Ran. 824)
<γομφῶσαι>
συμπῆξαι
<γονάδες>
μητέρες
<γονᾷ>
κύει, γεννᾷ, φύει. ‖ καὶ γυναικεῖον αἰδοῖον
<γονάρ>
μητέρα Λάκωνες
<γονάς>
τέκνα (Eur. Med. 717 ..)
*<γονοῤῥυής>
οὗ ἡ γονὴ φέρεται ἀκουσίως (Lev. 15,4 ..) vgAS
<γονόῤῥοια>
πάθος περὶ τὴν γονήν
<γόνος>
*υἱός. (Eur. Phoen. 283 ..) vgAS γέννημα. φυλή. καὶ ὁ ἀπόγονος παρ' Ὁμήρῳ (Ν 449)
<γόνοις>
τέκνοις
*<γόνυ κάμψαι>
ἀναπαύεσθαι (Η 118) S
<γονή>
γένεσις. μήτρα καὶ τὸ σπέρμα s (Hippocr. epid. 2,1,6 ..)
<γονής>
νάρκισσος τὸ φυτόν
<γονίμη ἡμέρα>
ἡ περισσὴ καὶ μὴ ἄρτιος (Hippocr. epid. 2,6,8)
<γόνιμος>
γνήσιος υἱὸς γεγονώς, ὁ οὐκ εἰσποιητός
<γόνιμον>
εὔκαρπον
<γονίας>
εὐχερής. Αἰσχύλος Ἀγαμέμνονι (Choe. 1068?)
<γονοειδές>
γόνῳ ἐοικός (Hippocr. epid. 2,3,11)
<Γονόεσσα>
πόλις (Β 573)
<γόνυ>
ἀγκών
<γονοτύλη>
τὸ τετυλωμένον <ἐν> τῷ γόνατι. <Τύλας> γὰρ λέγουσιν, ἃ ἡμεῖς <τυλώματα>
†<γουνουνία>
σάμψυχος
<γονύκροτοι>
ἤτοι βλαισοί, οἷς τὰ γόνατα συγκρούει. ἢ δειλοί. (Anacr. fr. 144) ὑπὸ γὰρ δέους ἔσθ' ὅτε συγκρούουσι τὰ γόνατα <ἢ ἡ μεταφορὰ ἀπὸ τῶν γερόντων μηκέτι σθένειν δυναμένων τοῖς γόνασι>
*<γονυπετεῖ>
παρακαλεῖ. δέεται. ἱκετεύει (Matth. 17,14 ..) vgAS
<Γονόεσσα>
πόλις Πελοποννήσου
†<γόνυγρον>
τὰ ἄκαρπα καὶ ξηρὰ πεδία (Hdt. 3,4,3) [ἢ ἡ μεταφορὰ ἐπὶ τῶν γερόντων μηκέτι σθένειν δυναμένων τοῖς γόνασι]
†<γόνον>
μίτον
<γονώνη>
ὀρίγανος
*<γόοιο>
θρήνου (δ 103) S
*<γόον>
θρῆνον (Ε 156) Sn
*<γόος>
θρῆνος (κ 398) vg ἢ θρηνητικός AS
*<γοόωσα>
θρηνοῦσα (Ε 413) S
<Γοργάδων>
ἁλιάδων. Δαιδάλῳ Σοφοκλῆς (fr. 166)
<γόργεια>
προσωπεῖα p
<Γοργίδες>
αἱ Ὠκεανίδες
<γοργόνες>
αἰγίδες. οἱ δὲ τὰ ἐπὶ τῶν αἰγίδων πρόσωπα
<γοργολόφας>
ἀπὸ τοῦ λόφου τῆς περικεφαλαίας, καὶ τῆς [ἀσπίδος] Γοργόνος ἣν ἐπ' αὐτῆς <τῆς ἀσπίδος> εἶχεν ὁ Λάμαχος, ἵνα τὸν Λάμαχον εἴπῃ (Ar. Ach. 567) ...
<γόργευσον>
τάχυνον, σπεῦσον
*<γοργός>
εὐκίνητος, vgAS ταχύς p, σκληρός, λιπαρός, εὐτραφής (Eur. Andr. 458) gAS
<γοργῶπιν>
φοβερόφθαλμον (Soph. fr. 760,2)
*<γοργωπὸν ἕδραν>
φοβερὰν [καὶ] καθέδραν. ἢ ὄψιν (Eur. Rhes. 7) AS
<Γοργῶπις>
Κρατῖνος ἐν Πυλαίᾳ· (fr. 178) λίμνην φασὶ εἶναι ἐν Κορίνθῳ, εἰληφέναι δὲ τοὔνομα διὰ τὸ Γόργην ἐμπεσεῖν εἰς αὐτήν
<γοργωπόν>
πικρὸν τὴν βλέψιν, [καὶ †<γορδελίζειν>· ἀδολες- χεῖν] αὐστηρόν (Aesch. Prom. 356?)
<γοργώ>
γοργότης. πέπλασται δὲ ὥσπερ τοῖς ἄλλοις ποιηταῖς [ὡς] Ζηλώ, Χρυσώ. τὰ γὰρ περὶ τὴν Δανάην καὶ τὰ <περὶ> Περσέα καὶ τὰς Γοργόνας Ὅμηρος οὐκ οἶδε. (Λ 36)
<γοργώψατο>
πικρὸν ἔβλεψε
<γοργείην κεφαλήν>
οὐ τὴν Γοργόνα ἐκληπτέον, ἀλλὰ γοργό- τητά τινα καὶ φόβητρον. Ἡσίοδος δὲ πλανηθεὶς ἀνέπλασεν ἐκ τούτων τὰ περὶ τὸν Περσέα, ὅτι ἀπέτεμε τὴν κεφαλὴν Γοργόνος (Theog. 280. λ 634. E 741)
<γοργοτάτω>
γοργότατοι, δυϊκῶς
<γοργύρα>
ὑπόνομος, δι' οὗ τὰ ὕδατα ὑπεξῄει pq
†<γοράπιες>
ῥάφανοι
<Γόρτυνα>
πόλις (Β 646) s
<γόρτυξ>
ὄρτυξ
<γόρυνος>
μικρὸς βάτραχος
<γοτάν>
ὗν. Μακεδόνες
*<γορός>
κυρτός vgn
[<γόρυτος>
θήκη τόξου]
*<γοῦν>
τοίνυν vgAS
†<γοράτου>
ἠφινόν. οἱ δὲ ῥανῶ
<γουναζέσθην>
ἐλιτάνευον (Λ 130)
<γουνάζομαι>
ἱκετεύομαι (Ο 665 ..)
<γουνούμενος>
ἱκετεύων (Ι 583)
<γουνοῦσθαι>
....... γουνιαῖος τόπος
*<γουνῶι ἀλωῆς>
ἐν τῷ γονιμωτάτῳ τῆς ἁλωνίας (Ι 534) AS
*<γούνων>
τῶν γονάτων (Α 407) Sn
<γουνῷ>
γονίμῳ τόπῳ (Σ 57 ..)
*<γοῶσα>
θρηνοῦσα Sn
[<γοργώ>
κατάπληξις. φόβος. πικρία. αὐστηρία. καὶ γοργοί, δυϊκῶς. τὰ λοιπὰ ζήτει ὄπισθεν (γ 853) εἰς ἕτερον <Γοργώ>]
<γρᾶ>
φάγε. Κύπριοι
<γράβαν>
σκαφίον. βόθρον
<Γραῖα>
πόλις. (Β 498) γῆ. καὶ Δημήτηρ
<γραῖαν>
†κάρδοπον
<γραιβία ἢ γραιτία>
πανήγυρις. Ταραντῖνοι
<Γραικιστί>
Ἑλληνιστί
<Γραικός>
Ἕλλην Sd(p)
<γραίνειν>
ἐσθίειν g
<γραιωπίας>
γραίᾳ ἐμφερής
<γραιολέας>
πονηράς, ἢ ὀλεθρίας γραίας
<γράμματα>
τὰ γεγραμμένα. καὶ συλλαβαί. καὶ τὰ ζωγραφήματα. καὶ τὰ ἐν ταῖς δικαστικαῖς ψήφοις. καὶ ὑ<ποτελῶν> ἀπογραφαί (Plat. leg. 12,955 d)
<γραμμαί>
ἐν τῇ ὀρχήστρᾳ ἦσαν, ὡς τὸν χορὸν ἐν στοίχῳ ἵστασθαι
<γραμματίαι>
γραμματευτά
*<γραμματίας>
περιεσπασμένους AS
<γραμματεύειν>
γράφειν. ἀναγινώσκειν
*<γραμματεύς>
ὁ ἀναγνώστης. q γράμματα εἰδὼς καλῶς (1. Cor. 1,20) AS
<γραμματίδιον>
ὁτὲ μὲν τὸ πινακίδιον, ὁτὲ <δὲ> ὅμοιον γλωσσο- κόμῳ. λέγεται δὲ καὶ ἐπιστόλιον
<γραμματιστής>
γραμματοδιδάσκαλος
<γραμμή>
ἡ ἐπὶ τοῦ δρόμου, ἧς ἐπέβαινον οἱ δρομεῖς (Ar. fr. 619?)
<γραμμὴ μακρά>
εἰώθει ὁ δικαστὴς καταδικάζων ἐν τῷ γραμμα- τιδίῳ μακρὰν γραμμὴν ἕλκειν, ὁ δὲ ἀπολύων μικράν (Ar. Vesp. 106)
<γράμμαθ' ἑπτά>
δραπέτα
<γραμματικός>
πεπαιδευμένος. καὶ παιδευόμενος
†<γρανθέωνα>
γέροντα
<γράμμα δημόσιον>
ἡ διαθήκη
<γραο̄ς>
γραῦς, γυνὴ γηράσασα
<γράπιν>
γῆρας τέττιγος, ἢ ὄφεως, καὶ τῶν ἐκδυομένων. καὶ εἶδος ὀρνέου. καὶ ῥυσσόν, ἀπὸ τοῦ γραμμὰς ἔχειν τὰς ῥυτίδας. ὅθεν καὶ ἡ γραῦς ἠτυμολόγηται [παρὰ τὸ εἰς γῆν ῥέειν]
<γραπίνης>
οἶνος τραχύς
<γραπτῦς>
τὰς ἀμυχὰς καὶ καταξύσεις τῶν ἀκανθῶν (ω 228)
<γράσος>
δυσοσμία (Eupol. fr. 242)
*<γράσων>
μωρέ, ἀνούστατε vgASn
<γραύκαλος>
ὄρνις τεφρός
<γραῦς>
τὸ συναγόμενον καὶ ἐπιπηγνύμενον ἐπάνω, ὅταν γάλα ἕψηται, τοιοῦτον ὑγρόν. καὶ ἡ ἐν τοῖς χείλεσι τῶν ποτηρίων γραμμή. καὶ βόλος τις ἀστραγάλων
<γραῦς Ἔριφος>
Ἀπολλόδωρός (244,301 J.) φησιν, ὅτι ἔστι τις παροιμιώδης λεγομένη Ἐριφία γραῦς· εἶναι δὲ αὐτὴν οἷον γραῦν ἔριφον, τὴν ἐν παρθενίᾳ καταγεγηρακυῖαν. οἱ δὲ ἀπὸ τῆς ἀκρίδος· τὴν γὰρ ἀρουραίαν ἀκρίδα ὑπό τινων μάντιν λεγομένην <κατὰ Σικελίαν γραῦν ἔριφον καλεῖσθαι>
*<γράφεται>
ἀντιγράφει. ἢ κατηγορεῖ vgAS
<γραφεύς>
ζωγράφος (Dem. 21,147)
*<γραφὴ <καὶ ἔγκλημα>>
κατηγορία vgAn <καὶ ἔγκλημα> vgAS
<γραφή>
ἡ δημοσία δίκη, ὡς ὅταν ἢ ψηφίσματος ἢ νόμου τις κατηγορῇ. καὶ ἡ ἐπὶ δίκην κλῆσις. καὶ ἡ παράγραφος γραφή. καὶ ἐπίκλημα [κατηγορίαν καὶ ἔγκλημα]
<γράψαι>
ξύσαι, S χαράξαι, ἀμύξαι
*<γρηῒ καμινοῖ>
ἐπεὶ εὔλαλοι αἱ γρᾶες· διὰ τὸ παντοδαποῖς ἀν- δράσιν ὁμιλεῖν (σ 27) S
<γρήιον>
παλαιόν (Callim. fr. 490)
<γρήνη>
ἄνθη σύμμικτα
<Γρήνικος>
ποταμός (Μ 21)
<γρίντης>
βυρσεύς p
<γρῖνος>
δέρμα
<γριπίζει>
ἁλιεύει
<γριπεύς>
ὁ ῥάπτων τὰ ἁλιευτικὰ λίνα. καὶ ὁ ἁλιεύων
<γριπώμενα>
συνελκόμενα. καὶ σπασμωδῶς συμπαθοῦντα. οἱ δὲ ἐγγίζοντα (Hippocr. Prorrhet. 1,100)
<Γρίσων>
ὗς. (p) Ἀριστοφάνης (fr. 97 Nauck) δὲ ὄνομα δρο- μέως νενικηκότος ἐν Ὀλυμπίᾳ στάδιον
<γριφᾶσθαι>
γράφειν, οἱ δὲ ξύειν καὶ ἀμύσσειν· Λάκωνες.
<γριφεύειν>
αἰνίττεσθαι
*<γρῖφοι>
τὰ ἐν τοῖς πότοις <προ>βαλλόμενα ζητήματα (q) ASPn
*<γριφοειδές>
δυσεύρετον (gn)
<γρῖφος>
τὸ δίκτυον pn καὶ συμποτικὴ ζήτησις αἰνιγματώδης· καὶ πρόστιμον τῷ μὴ λύσαντι τὸν γρῖφον, ἐκπιεῖν τὸ συγκεί- μενον, ἤτοι ἄκρατον, ἢ ὕδωρ, τουτέστι κάδον ὕδατος
*<γρίφους>
ζητήματα v(g) AS
<γριφώμενα>
γραφόμενα. ἢ ἐπανειλούμενα
*<γρομφάς>
ὗς παλαιά, σκρόφα. vgASn ὁμοίως καὶ ἡ <γρόμφις>
<γρόνθων>
ἀναφύσησις, ἣν πρώτην μανθάνουσιν αὐληταὶ καὶ κιθαρισταί
<γρονθωνεύεται>
θυμοῦται
†<γρόσυνον>
τάραξον
<γροῦμος>
στρόβιλος
<γρούσσεται>
μηρύεται, ἤγουν ἐκτείνεται
<γροφεῖς>
οἱ ζωγράφοι
<γρῦ>
*ὁ ὑπὸ τῷ ὄνυχι ῥύπος. Ap ἤδη δὲ καὶ τὸ ἐλάχιστον. καὶ ἡ γρύτη. καὶ [τὸ βραχύ p
<γρυβός>
γρύψ
<γρύζειν>
φθέγγεσθαι, λέγειν (Ar. Plut. 454)
<γρυήλιον>
ῥωχμὴν δρυός
<γρυλίων>
ὁ χοῖρος
<γρυλίζοντα>
γρύζοντα
<γρυλίζειν>
γογγύζειν
<γρύλλη>
ὑῶν φωνή
*<γρύλλος>
χοῖρος AS
[<γρύμνη>
ἄνηκος]
<γρυμέα>
[ἐσθής. καὶ] ἀγγεῖον, [σκευοθήκη, p ἐν ᾧ ἡ γρύτη (Diph. fr. 127), ἤδη δὲ καὶ τὰ λεπτὰ σκευάρια, [ἃ καὶ <γρύτην> λέγομεν (Sapph. fr. 156) q
<γρυμπάνειν>
γρυποῦσθαι. συγκάμπτειν
<γρῦνος>
ὁ γρύψ
*<γρύξ>
ὁ ῥύπος τοῦ ὄνυχος AS
*<γρύξαι>
ἠρέμα κράξαι vgAS, ἢ ἠρέμα φθέγξασθαι, (Jos. 10,21) Σ ἢ ὑλακτῆσαι (Exod. 11,7) n
<γρύπαι>
αἱ νεοσσιαὶ τῶν γυπῶν· οἱ δὲ <γύπαι>
<γρυπάλιον>
γερόντιον. ἢ <γρυπάνιον>
<γρῦπες>
μέρος τῶν τῆς νεὼς σκευῶν, καὶ ἄγκυραι. καὶ εἶδος ζώου πτερωτοῦ, ὃ καλοῦσι <γυπονέμεσιν>
†<γρυπνόν>
στυγνόν, κατηφές
*<γρυπός>
τὰ ἔξω τοῦ στόματος <ἐπικαμπῆ ἔχων> S καμπυλόῤῥις AS ὁ ἐπικαμπῆ τὴν ῥῖνα ἔχων (Xen. Inst. Cyr. 8,4,21) gAS
[<γρυπόν>
γρύψ κατηφῆ, στυγνόν] (S)
<γρύπτειν>
γρυποῦσθαι. συγκάμπτεσθαι
*<γρῦται>
σκεύη AS(gh)
<γρυτεύεται>
παρασκευάζεται s
<γρωθώνη>
σαπρὰ γραῦς. οἱ δὲ τὴν παλαιὰν ὄνον ἢ σῦν
<γρωθύλοι>
γωλιοί. σπήλαιον
<γρωνάδες>
θήλειαι σύες
<γρώνους>
τοὺς ἀκούοντας, καὶ τοὺς μὴ λαλοῦντας. καὶ παλαιὸν ἀγγεῖον σκύτινον. καὶ <τὸ> κοῖλον τοῦ δίφρου, οὗ <αἱ> λόγχαι κεῖνται. ἄλλοι δὲ τὴν ὀπὴν τῆς πέτρας, δι' ἧς τὰ σχοινία πρὸς τῶν νεῶν στάσιν ἠσφαλίζοντο
<γύαι>
ὁδοί. *πλέθρα vg
<γύαια>
ἀπόγεια σχοινία, τὰ πρυμνήσια, ἐπίγυα ‖ ποτήρια. πτυχαί
*<γύαλα>
θησαυροί. ταμεῖα. κοῖλα. (Eur. Phoen. 237) gAS
<γύαλον>
κοῖλον, ἄλλοι περίβολον. (Eur. Andr. 1093) ἄλλοι τὸ κύτος τοῦ θώρακος· (Ν 507) τιθέασι δὲ καὶ ἐπὶ τοῦ κοιλώματος. (Hes. Theog. 499) καὶ δηλοῦται διὰ περιφράσεως ὁ πᾶς θώραξ
<γυβᾷ>
κολυμβᾷ
<Γυγᾶ>
Ἀθηνᾶ ἐγχώριος
†<γυγαί>
πάμποι
*<γύας>
γῆς AS <μέτρα> (Eur. Alc. 687) S
<Γυγαίη λίμνη>
ἐν Λυδίᾳ (Β 865) S
*†<γυγαίη νύξ>
ἡ σκοτεινή [γῆ] s
*<γυλομένος>
<ὀλέθριος> s
<γυέλιον>
κόλπον
<γυήτης>
χωλός
*<γύη>
μέτρον πλέθρου AS
<γύης>
τὸ κατώτατον μέρος τοῦ ἱστοβοέως ἐν τῷ ἀρότρῳ· <αὐτόγυον> (Hes. op. 433) δὲ τὸ μὴ σύνθετον, ἀλλ' ἐξ ἑνὸς ξύλου. δηλοῖ δὲ καὶ μέτρον γῆς "<δίγυον>" καὶ "<πεντηκοντό- γυον>", (Ι 579), καὶ αὐτὴν τὴν γῆν. ἔτι δὲ καὶ ἡ τῶν ἀστραγά- λων σύνθεσις
<γύης>
Διονύσιος (av. 2,16?) αὐτὴν γύτης εἴρηκε
<γυθίσσων>
διορύσσων
<γυῖα>
*μέλη. (Γ 34 ..) vgASPn χεῖρές τε καὶ πόδες *καὶ τὰ λοιπά vg
<γυιώσω>
χωλώσω p ἐκλύσω. χωλοὺς ποιήσω, πηρώσω (Θ 402)
<γυιή>
[ὄρυξ. ὀργυιά.] χωλή. ἀσθενής
<γυιός>
χωλός. νοσώδης. πηρώδης
<γυλλίσκοι>
ἰχθύες ποιοί
<Γυλιός>
ὁ Ἡρακλῆς. καὶ ἀγγεῖον ὁδοιπορικὸν εἰς ἀπόθεσιν τῶν ἀναγκαίων, ᾧ ἐχρῶντο οἱ στρατιῶται (Ar. Pac. 527?)
*<γύλλιον>
ἀγγεῖον πλεκτόν vgASn
<γυλλάς>
εἶδος ποτηρίου, παρὰ Μακεδόσιν
<γύλλινα>
ἐρείσματα. γεῖσοι
<γυλλός>
κύβος, ἢ τετράγωνος <λίθος>
<γυλλοί>
†στολμοί
*<γυμνάζεται>
ἀσκεῖται AS
<γυμνασία>
ἄσκησις. [μελέτη ps
<γυμνασιάρχης>
ἄρχων τοῦ ξυστοῦ. AS ἢ βόλου ὄνομα
<γυμνάσιον>
τόπος, ἐν ᾧ ἀγωνίζονται
<γυμνή>
ἄνηβος
<γυμνηλοί>
οἱ ἀκτήμονες, καὶ πένητες
<γυμνῆτες>
οἱ μὴ ἔχοντες ὅπλα· οἱ δὲ τοὺς σφενδονητάς· οἱ δὲ τοὺς γυμνοὺς μαχομένους (Eur. Phoen. 1147?)
<γυμνόν>
ἀνυπόδητον. ἢ ἀπεσκυθισμένον, ὡς Ἀρχίλοχος (fr. 161)
<Γυμνοπαίδια>
ἔνιοι μὲν ἑορτήν φασι Σπαρτιατικήν, ἐν ᾗ τοὺς ἐφήβους κύκλῳ περιθεῖν τὸν ἐν Ἀμυκλαίῳ βωμὸν τύπτοντας ἀλλήλων τὰ νῶτα. ταῦτα δέ ἐστι ψευδῆ. ἐν γὰρ ἀγορᾷ ἑορτά- ζουσι· πληγαὶ δὲ οὐ γίνονται, ἀλλὰ πρόσοδοι χορῶν γεγυμ- νωμένων
<γυμνότερος λεβηρίδος>
Ἀριστοφάνης (fr. 35) φησὶ <τυφλό- τερος λεβηρίδος>. ἔστι δὲ <λεβηρὶς> τὸ τοῦ ὄφεως γῆρας, διὰ τὸ λέπος εἶναι. κενὸν δὲ τελέως ἐστὶ τοῦτο καὶ τυφλόν. τὰς γὰρ ὀπὰς μόνας ἔχει τῶν ὀφθαλμῶν. τάττουσι δὲ τὴν λέξιν ἐπὶ τέττιγος, καὶ συνόλως ἐπὶ τῶν ἀποδυομένων τὸ γῆρας. Τριχῇ δὲ ἀναγράφουσι τὴν παροιμίαν. καὶ οἱ μὲν <τυφλότερος λεβηρίδος>, οἱ δὲ <κενώτερος>, οἱ δὲ <γυμνό- τερος>
<γυμνῷ φυλακὴν ἐπιτάττειν>
παροιμία ἐπὶ τῶν <μὴ> δεομέ- νων προστάξεως, διὰ τὸ ἀναγκαίως καὶ χωρὶς ἐπικελεύσεως τοῦτο πράττειν. Φερεκράτης Τυραννίδι (fr. 144)
<γυναικεῖα>
τὰ ἔμμηνα. καὶ οἱ γυναικεῖοι τόποι (s)
<γυναικίσκιον>
παιδίσκιον
*<γυναικωνῖτις>
οἶκος γυναικῶν AS
*<γύναιξ>
γύναι s
<γύναιον>
γυνή
<γυναιμανές>
γυναικομανές. ἐπὶ γυναιξὶ μεμηνώς, ἢ τὰς γυναῖκας ἐκμαίνων· *ἢ ἐπὶ γυναιξὶ μαινόμενος gSn ἢ γυναῖκας εἰς μανίας ἄγων διὰ τὸ κάλλος (Γ 39)
<γυναίου>
γυναικείου (s)
<γυναίων εἵνεκα δώρων>
διὰ γυναικῶν δωροδοκίαν (λ 520) S
<γυναῖκες εἰλίποδες>
διὰ τὴν δέσιν τῶν σκελῶν καὶ πλοκὴν τὴν κατὰ τὴν συνουσίαν. (Eupol. fr. 161) καὶ Ἀνακρέων (fr. 164) πλέξαντες μηροῖσι πέρι μηρούς
<γυνή>
ἡλικία τις παρὰ Πυθαγόρᾳ. *ἡ ἄνθρωπος AS
<γύννις>
δειλός, ἄνανδρος, γυναικώδης· Ἀριστοφάνης (Thesm. 136). *<γύννιδας>· μαλακούς AS
<γυναικὸς> ἄρ' <ἀντὶ τέτυξο>
ἀντὶ γυναικὸς ἄρα γεγένησο (Θ 163)
<γῦπες>
ὄρνεα σαρκοφάγα καὶ νεκροφάγα (Δ 237 ..)
<γύπας>
καλύβας, καὶ θαλάμας. οἱ δὲ γυπῶν νεοσσιάς, ἄλλοι στενὰς εἰσόδους. οἱ δὲ τὰς κατὰ γῆς οἰκήσεις. οἱ δὲ σπήλαια. καὶ <γυπάρια> τὰ αὐτά. οἱ δὲ ἀζώστους, ἀνασεσυρμένους
<γύπη>
κοίλωμα γῆς. θαλάμη. γωνία
<γυπόν>
μακρόν
<γυπὸς σκιά>
παροιμία, ἐπὶ τῶν μηδὲν ἄξιον ὑπὸ φθόνου πρατ- τόντων
<Γυράς>
ὄρος ἐν Τήνωι
<γύργαθον>
σκεῦος πλεκτόν, ἐν ᾧ βάλλουσι τὸν ἄρτον οἱ ἀρτο- κόποι (Ar. fr. 217)
<Γυρῇσι πέτρηισιν>
οὕτω καλοῦνται Γυραὶ πέτραι ἐν τῷ Ἰκαρίῳ πελάγει πρὸς Μυκόνῃ τῇ νήσῳ (δ 500)
<γῦρις>
παλή, καὶ σποδός
<γυρίτας>
αὐτοπύρους ἄρτους
<γυρόν>
κατακεκαμμένον. *[κυρτόν, στρογγύλον. (τ 256) (vgAS) κυκλοειδῆ
<γύρινον>
τὸ ἐκ τοῦ βατράχου παιδίον
<γυρτόν>
κυφόν [γυρτόν· σκυφόν]
<γῦροι>
βόθροι
<γυρτεύς>
†ἀνακρωτόφονον
<Γυρτώνη>
πόλις ἐν Θεσσαλίᾳ (Β 738)
<γυρῶσαι>
πληρῶσαι
<γῷ>
ἑαυτῷ. ἰδίῳ. καὶ ᾧ
[<γωγώνη>
φάρυγξ]
<γωγγάμη>
ἐν ᾧ οἱ ἁλιεῖς συνάγουσι τὰ ὄστρεα. εἴρηται καὶ <γαγγάμη>
<γωλειοί>
σπήλαια. (p) s καὶ αἱ πρὸς θάλασσαν καταδύσεις
<γωνιασμός>
τοίχων συμβολὴ ἐγγώνιος. οἱ δὲ γεωμετρικὸν θεώρημα. Ἀριστοφάνης Βατράχοις (956)
<γῶνορ>
γωνία. Λάκωνες
*<γῶν ὁρίσματα>
[γνωρίσματα] τοποθεσίαι (Greg. Naz. c. 2,1,39, 102 [37,1336]) w
<γῶνος>
γουνός. ἕδος. καὶ παιδιά τις παλαιστρική. οἱ δὲ κώπη
[*<>γώνυμος>
φερώνυμος vgAS]
<γῶος>
μνημεῖον
<γῶπας>
κολοιούς. Μακεδόνες
<γωροῦται>
σαρκοῖ. Λάκωνες
<γωρυτός>
τοξοθήκη. (φ 54) gAS θύλακος. οἱονεὶ <χωρυτός>