Αισώπου Μύθοι/Γεωργός και τύχη

Από Βικιθήκη

< Αισώπου Μύθοι(Ανακατεύθυνση από Γεωργός και τύχη)
Μετάβαση σε: πλοήγηση, αναζήτηση


Γεωργὸς καὶ τύχη



Γεωργός τις σκάπτων χρυσίῳ περιέτυχε. Καθ' ἑκάστην οὖν τὴν Γῆν, ὡς ὑπ' αὐτῆς εὐεργετηθείς, ἔστεφε. Τῷ δὲ ἡ Τύχη ἐπιστᾶσά φησιν· " Ὦ οὗτος, τί τῇ Γῇ τὰ ἐμὰ δῶρα προσανατίθης, ἅπερ ἐγώ σοι δέδωκα, πλουτίσαι σε βουλομένη; Εἰ γὰρ ὁ καιρὸς μεταβάλοι καὶ πρὸς ἑτέρας χεῖρας τοῦτό σοι τὸ χρυσίον ἔλθοι, οἶδ' ὅτι τηνικαῦτα ἐμέ τὴν Τύχην μέμψη."

Ὁ μῦθος δηλοῖ ὅτι χρὴ τὸν εὐεργέτην ἐπιγινώσκειν καὶ τούτῳ χάριτας ἀποδιδόναι.