Βουκολιασταί (Δάφνις και Μενάλκας)
Από Βικιθήκη
| Βουκολιάζεο Δάφνι, τὺ δ᾽ ᾠδᾶς ἄρχεο πρᾶτος, ᾠδᾶς ἄρχεο Δάφνι, συναψάσθω δὲ Μενάλκας, |
||
| 5 | μηδὲν ἀτιμαγελεῦντες· ἐμὶν δὲ τὺ βουκολιάζευ ἔκ ποθεν, ἄλλοθε δ᾽ αὖτις ὑποκρίνοιτο Μενάλκας. |
|
| ΔΑΦΝΙΣ | ||
| Ἁδὺ μὲν ἁ μόσχος γαρύεται, ἁδὺ δὲ χἁ βῶς, ἁδὺ δὲ χἁ σῦριγξ, χὡ βουκόλος ἁδὺ δὲ κἠγών. |
||
| 10 | λευκᾶν ἐκ δαμαλᾶν καλὰ δέρματα, τάς μοι ἁπάσας λὶψ κόμαρον τρωγοίσας ἀπὸ σκοπιᾶς ἐτίναξε. Οὑτῶς Δάφνις ἄεισεν ἐμίν, οὑτῶς δὲ Μενάλκας. |
|
| ΜΕΝΑΛΚΑΣ | ||
| 15 | Αἴτνα μᾶτερ ἐμά, κἠγὼ καλὸν ἄντρον ἐνοικέω κοίλαις ἐν πέτρῃσιν· ἔχω δέ τοι, ὅσσ᾽ ἐν ὀνείρῳ |
|
| 20 | φαγοὶ χειμαίνοντος· ἔχω δέ τοι οὐδ᾽ ὅσον ὤραν χείματος ἢ νωδὸς καρύων ἀμύλοιο παρόντος. Τοῖς μὲν ἐπεπλατάγησα καὶ αὐτίκα δῶρον ἔδωκα, |
|
| 25 | τήνῳ δὲ στρόμβω καλὸν ὄστρακον, ὧ κρέας αὐτός σιτήθην πέτρῃσιν ἒν Ὑκαρίῃσι δοκεύσας, |
|
| Βουκολικαὶ Μοῖσαι μάλα χαίρετε, φαίνετε δ᾽ ᾠδάς, τάς ποκ᾽ ἐγὼ κείνοισι παρὼν ἄεισα νομεῦσι, |
||
| 30 | μηκέτ᾽ ἐπὶ γλώσσας ἄκρας ὀλοφυγγόνα φύσω. Τέττιξ μὲν τέττιγι φίλος, μύρμακι δὲ μύρμαξ, |
|
| 35 | ἄνθεα· τόσσον ἐμὶν Μοῖσαι φίλαι. Ὣς μεν ὁρῆτε γαθεῦσιν, τὼς δ᾽ οὔτι ποτῷ δαλήσατο Κίρκη. |
|