Αισώπου Μύθοι/Βοηλάτης και Ήρακλής
Από Βικιθήκη
< Αισώπου Μύθοι(Ανακατεύθυνση από Βοηλάτης και Ήρακλής)
Βοηλάτης ἅμαξαν ἦγεν εἰς κώμην.
Τῆς δ' ἐμπεσούσης εἰς φάραγγα κοιλώδη,
Δέον βοηθεῖν, ὅδε ἀργὸς εἱστήκει,
Τῷ δὲ Ἡρακλεῖ προσηύχετο μόνῳ
Ἁπάντων θεῶν ὡς πολλὰ τιμωμένῳ.
Αὐτὸς δ' ἐπιστὰς εἶπε· Τῶν τρόχων ἅπτου
Καὶ τοὺς βόας κέντριζε, τοῖς θεοῖς δ' εὔχου,
Ὅταν τι ποιῇς καὐτὸς· μὴ μάτην εὔξῃ.