Αισώπου Μύθοι/Βάτραχος ιατρός και αλώπηξ
Από Βικιθήκη
< Αισώπου Μύθοι(Ανακατεύθυνση από Βάτραχος ιατρός και αλώπηξ)
Ὄντος ποτὲ βατράχου ἐν τῇ λίμνῃ καὶ τοῖς ζώοις πᾶσιν ἀναβοήσαντος· " Ἐγὼ ἰατρός εἰμι φαρμάκων ἐπιστήμων," ἀλώπηξ ἀκούσασα ἔφη· "Πῶς σὺ ἄλλους σώσεις, σαυτὸν χωλὸν ὄντα μὴ θεραπεύων;"
Ὁ μῦθος δηλοῖ ὅτι ὁ παιδείας ἀμύητος ὑπάρχων, πῶς ἄλλους παιδεῦσαι δυνήσεται;