Βάτραχοι
Από Βικιθήκη
- Ξανθίας
Εἴπω τι τῶν εἰωθότων ὦ δέσποτα,
ἐφ᾽ οἷς ἀεὶ γελῶσιν οἱ θεώμενοι;
- Διόνυσος
νὴ τὸν Δί᾽ ὅ τι Βούλει γε, πλὴν ”πιέζομαι,“
τοῦτο δὲ φύλαξαι· πάνυ γάρ ἐστ᾽ ἤδη χολή.
- Ξανθίας
μηδ᾽ ἕτερον ἀστεῖόν τι;
- Διόνυσος
πλήν γ᾽ ”ὡς θλίβομαι“.
- Ξανθίας
τί δαί; τὸ πάνυ γέλοιον εἴπω; 6
- Διόνυσος
νὴ Δία
θαῤῥῶν γε· μόνον ἐκεῖν᾽ ὅπως μὴ ᾽ρεῖς,
- Ξανθίας
τὸ τί;
- Διόνυσος
μεταβαλλόμενος τἀνάφορον ὅτι ”χεζητιᾷς“.
- Ξανθίας
μηδ᾽ ὅτι τοσοῦτον ἄχθος ἐπ᾽ ἐμαυτῷ φέρων,
εἰ μὴ καθαιρήσει τις, ἀποπαρδήσομαι; 10
- Διόνυσος
μὴ δῆθ᾽, ἱκετεύω, πλήν γ᾽ ὅταν μέλλω ᾽ξεμεῖν.
- Ξανθίας
τί δῆτ᾽ ἔδει με ταῦτα τὰ σκεύη φέρειν,
εἴπερ ποιήσω μηδὲν ὧνπερ Φρύνιχος
εἴωθε ποιεῖν καὶ Λύκις κἀμειψίας; 14
- Διόνυσος
μή νυν ποιήσῃς· ὡς ἐγὼ θεώμενος, 16
ὅταν τι τούτων τῶν σοφισμάτων ἴδω,
πλεῖν ἢ ᾽νιαυτῷ πρεσβύτερος ἀπέρχομαι.
- Ξανθίας
ὢ τρισκακοδαίμων ἄρ᾽ ὁ τράχηλος οὑτοσί,
ὅτι θλίβεται μέν, τὸ δὲ γέλοιον οὐκ ἐρεῖ. 20
- Διόνυσος
εἶτ᾽ οὐχ ὕβρις ταῦτ᾽ ἐστὶ καὶ πολλὴ τρυφή,
ὅτ᾽ ἐγὼ μὲν ὢν :Διόνυσος υἱὸς Σταμνίου
αὐτὸς βαδίζω καὶ πονῶ, τοῦτον δ᾽ ὀχῶ,
ἵνα μὴ ταλαιπωροῖτο μηδ᾽ ἄχθος φέροι; 24
- Ξανθίας
οὐ γὰρ φέρω ᾽γώ;
- Διόνυσος
πῶς φέρεις γὰρ ὅς γ᾽ ὀχεῖ;
- Ξανθίας
φέρων γε ταυτί.
- Διόνυσος
τίνα τρόπον;
- Ξανθίας
Βαρέως πάνυ.
- Διόνυσος
οὔκουν τὸ Βάρος τοῦθ᾽ ὃ σὺ φέρεις ὄνος φέρει;
- Ξανθίας
οὐ δῆθ᾽ ὅ γ᾽ ἔχω ᾽γὼ καὶ φέρω μὰ τὸν Δί᾽ οὔ.
- Διόνυσος
πῶς γὰρ φέρεις, ὅς γ᾽ αὐτὸς ὑφ᾽ ἑτέρου φέρει;
- Ξανθίας
οὐκ οἶδ᾽· ὁ δ᾽ ὦμος οὑτοσὶ πιέζεται. 30
- Διόνυσος
σὺ δ᾽ οὖν ἐπειδὴ τὸν ὄνον οὐ φῄς σ᾽ ὠφελεῖν,
ἐν τῷ μέρει σὺ τὸν ὄνον ἀράμενος φέρε.
- Ξανθίας
οἴμοι κακοδαίμων· τί γὰρ ἐγὼ οὐκ ἐναυμάχουν;
ἦ τἄν σε κωκύειν ἂν ἐκέλευον μακρά.
- Διόνυσος
κατάβα πανοῦργε. καὶ γὰρ ἐγγὺς τῆς θύρας 35
ἤδη βαδίζων εἰμὶ τῆσδ᾽, οἷ πρῶτά με
ἔδει τραπέσθαι. παιδίον, παῖ, ἠμί, παῖ.