Απόσπασμα (Μάρκος Αυρήλιος)
Από Βικιθήκη
MARCVS AVRELIVS Ἀπόσπασμα:
Τὶ δὴ κακὸν ἢ ξένον γέγονεν, εἰ ὁ ἀπαίδευτος τὰ τοῦ ἀπαιδεύτου πράττει;
Ὅρα, μὴ σεαυτῷ μάλλον ἐγκαλεῖν ὀφείλῃς, ὅτι οὐ προσεδόκησας τοῦτον τοῦτο ἁμαρτήσεσθαι.
Σὺ γὰρ καὶ ἀφορμὰς ἐκ τοῦ λόγου εἶχες πρὸς τὸ ἐνθυμηθῆναι ὅτι εἰκός ἐστι τοῦτον τοῦτο ἁμαρτήσεσθαι, καὶ ὅμως ἐπιλαθόμενος θαυμάζεις εἰ ἡμάρτηκε.
Μάλιστα δὲ, ὅταν ὡς ἀπίστῳ ἠ ἀχαρίστῳ μέμφῃ, εἰς σεαυτὸν ἐπιστρέφου.
Προδήλως γὰρ σὸν τὸ ἁμάρτημα, εἴτε περὶ τοῦ τοίαυτην διάθεσιν ἔχοντος ἐπίστευσας, ὅτι τὴν πίστιν φυλάξει, εἰτε τὴν χάριν διδοὺς μὴ καταληκτικὼς ἔδωκας, μηδὲ ὥστε ἐξ αὐτῆς τῆς σῆς πράξεως εὐθὺς ἀπειληφέναι πάντα τὸν κάρπον.
Τί γὰρ πλέον θέλεις εὐ ποιῆσας ἄνθρωπον; Oὐκ ἀρκεῖ τοῦτο, ὅτι κατὰ τὴν φύσιν τὴν σὴν τι ἔπραξας, ἀλλά τούτου μισθὸν ζητεῖς;
Ὡς εἰ ὁ ὄφθαλμος ἀμοιβὴν ἀπῄτει, ὅτι βλέπει, ἢ οἱ πόδες, ὅτι βαδίζουσιν· ὥσπερ γὰρ ταῦτα πρὸς τόδε τι γέγονεν, ἅπερ κατὰ τὴν ἰδίαν κατασκευήν ἐνεργοῦντα ἀπέχει τὸ ἴδιον, οὕτως καὶ ὁ ἄνθρωπος εὐεργετικὸς πεφυκώς, ὁπόταν τι εὐεργετικόν ἠ ἄλλως εἰς τὰ μέσα συνεργητικὸν πράξῃ, πεποίηκε πρὸς ὅ κατεσκεύασται, καὶ ἔχει τὸ ἑαυτοῦ…