Αισώπου Μύθοι/Ανήρ δειλός και κόρακες

Από Βικιθήκη

Μετάβαση σε: πλοήγηση, αναζήτηση


Ἀνὴρ δειλὸς καὶ κόρακες



Ἀνὴρ δειλὸς ἐπὶ πόλεμον ἐξῄει. Φθεγξαμένων δὲ κοράκων, τὰ ὅπλα θεὶς ἡσχαζεν, εἶτ' ἀναλαβὼν αὖθις ἐξῄει, καὶ φθεγγομένων πάλιν, ὑπέστη καὶ τέλος εἶπεν· " Ὑμεῖς κεκράξεσθε μὲν ὡς δύνασθε μέγιστον· ἐμοῦ δὲ οὐ γεύσεσθε."

Ὁ μῦθος περὶ τῶν σφόδρα δειλῶν.