Ακάθιστος ύμνος
Από Βικιθήκη
Ακάθιστος ύμνος
Ανώνυμος
Χριστιανικός ύμνος
- Κοντάκιον. Ἦχος πλ. δ'.
- Τὸ προσταχθὲν μυστικῶς λαβὼν ἐν γνώσει,
- ἐν τῇ σκηνῇ τοῦ Ἰωσὴφ σπουδῇ ἐπέστη,
- ὁ ἀσώματος λέγων τῇ Ἀπειρογάμω·
- ὁ κλίνας ἐν καταβάσει τοὺς οὐρανούς,
- χωρεῑται ἀναλλοιώτως ὅλος ἐν σοι·
- Ὃν καὶ βλέπων ἐν μήτρᾳ σου,
- λαβόντα δούλου μορφήν,
- ἐξίσταμαι κραυγάζων σοι·
- Χαῖρε Νύμφη ἀνύμφευτε.
- Ἕτερον. Ἦχος ὁ αὐτός.
- Τῇ ὑπερμάχῷ στρατηγῷ τὰ νικητήρια,
- ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια,
- ἀναγράφω σοι ἡ πόλις σου, Θεοτόκε·
- ἀλλ' ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον,
- ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον,
- ἵνα κράζω σοί· Χαῖρε Νύμφη ἀνύμφευτε.
- ΟΙ ΟΙΚΟΙ
- [Ἀκροστιχίς: κατ' ἀλφάβητον]
- Ἄγγελος πρωτοστάτης,
- οὐρανόθεν ἐπέμφθη,
- εἰπεῖν τῇ Θεοτόκω τὸ Χαῖρε·
- καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ,
- σωματούμενόν σε θεωρῶν, Κύριε,
- ἐξίστατο καὶ ἵστατο,
- κραυγάζων πρὸς Αὐτὴν τοιαῦτα·
- Χαῖρε, δ' ἧς ἡ χαρὰ ἐκλάμψει,
- χαῖρε, δι' ἧς ἡ ἀρὰ ἐκλείψει.
- Χαῖρε, τοῦ πεσόντος Ἀδάμ ἡ ἀνάκλησις,
- χαῖρε, τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις.
- Χαῖρε, ὕψος δυσανάβατον ἀθρωπίνοις λογισμοῖς,
- χαῖρε, βάθος δυσθεώρητον καὶ ἀγγέλων ὀφθαλμοῖς.
- Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα,
- χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα.
- Χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν ἥλιον,
- χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως.
- Χαῖρε, δι' ἧς νεουργεῖται ἡ κτίσις,
- χαῖρε, δι' ἧς βρεφουργεῖται ὁ Κτίστης.
- Χαῖρε, Νύμφη ἀνύμφευτε.
- Βλέπουσα ἡ Ἁγία,
- ἑαυτήν ἐν ἁγνείᾳ,
- φησὶ τῷ Γαβριὴλ θαρσαλέως·
- τὸ παράδοξόν σου τῆς φωνῆς,
- δυσπαράδεκτόν μου τῇ ψυχῇ φαίνεται·
- ἀσπόρου γὰρ συλλήψεως,
- τὴν κύησιν πὼς λέγεις κράζων·
- Ἀλληλούια.
- Γνῶσιν ἄγνωστον γνῶναι,
- ἡ Παρθένος ζητοῦσα,
- ἐβόησε πρὸς τὸν λειτουργοῦντα·
- ἐκ λαγόνων ἁγνῶν,
- υἷον πῶς ἔσται τεχθῆναι δυνατόν;
- λέξον μοι.
- Πρὸς ἥν ἐκεῖνος ἔφησεν ἐν φόβῳ,
- πλὴν κραυγάζων οὕτω·
- Χαῖρε, βουλῆς ἀπορρήτου μύστις,
- χαῖρε, σιγῆς δεομένων πίστις.
- Χαῖρε, τῶν θαυμάτων Χριστοῦ τὸ προοίμιον,
- χαῖρε, τῶν δογμάτων αὐτοῦ τὸ κεφάλαιον.
- Χαῖρε, κλῖμαξ ἐπουράνιε, δι' ἧς κατέβη ὁ Θεός,
- χαῖρε, γέφυρα μετάγουσα ἀπὸ γῆς πρὸς οὐρανόν.
- Χαῖρε, τὸ τῶν Ἀγγέλων πολυθρύλητον θαῦμα,
- χαῖρε, τὸ τῶν δαιμόνων πολυθρήνητον τραῦμα.
- Χαῖρε, τὸ φῶς ἀρρήτως γεννήσασα,
- χαῖρε, τὸ πῶς μηδένα διδάξασα.
- Χαῖρε, σοφῶν ὑπερβαίνουσα γνῶσιν,
- Χαῖρε, πιστῶν καταυγάζουσα φρένας.
- Χαῖρε, Νύμφη Ἀνύμφευτε.
- Δύναμις τοῦ Ὑψίστου,
- ἐπεσκίασε τότε,
- πρὸς σύλληψιν τῇ Ἀπειρογάμω·
- καὶ τὴν εὔκαρπον ταύτης νηδύν,
- ὡς ἀγρὸν ὑπέδειξεν ἡδὺν ἅπασι,
- τοῖς θέλουσι θερίζειν σωτηρίαν,
- ἐν τῷ ψάλλειν οὕτως·
- Ἀλληλούια.
- Ἔχουσα θεοδόχον,
- ἡ Παρθένος τὴν μήτραν,
- ἀνέδραμε πρὸς τὴν Ἐλισάβετ.
- Τὸ δὲ βρέφος ἐκείνης εὐθὺς ἐπιγνόν,
- τὸν ταύτης ἀσπασμὸν ἔχαιρε,
- καὶ ἅλμασιν ὡς ἄσμασιν,
- ἐβόα πρὸς τὴν Θεοτόκον·
- Χαῖρε, βλαστοῦ ἀμάραντου κλῆμα,
- χαῖρε, καρποῦ ἀκήρατου κτῆμα.
- Χαῖρε, γεωργὸν γεωργοῦσα φιλάνθρωπον,
- χαῖρε, φυτουργὸν τῆς ζωῆς ἠμῶν φύουσα,
- Χαῖρε, ἄρουρα βλαστάνουσα εὐφορίαν οἰκτιρμῶν,
- χαῖρε, τράπεζα βαστάζουσα εὐθηνίαν ἱλασμῶν.
- Χαῖρε, ὅτι λειμῶνα τῆς τρυφῆς ἀναθάλλεις,
- χαῖρε, ὅτι λιμένα τῶν ψυχῶν ἑτοιμάζεις.
- Χαῖρε, δεκτὸν πρεσβείας θυμίαμα,
- χαῖρε, παντός τοῦ κόσμου ἐξίλασμα.
- Χαῖρε, Θεοῦ πρὸς θνητοὺς εὐδοκία,
- χαῖρε, θνητῶν πρὸς Θεὸν παρρησία.
- Χαῖρε, Νύμφη ἀνύμφευτε.
- Ζάλην ἔνδοθεν ἔχων,
- λογισμῶν ἀμφιβόλων,
- ὁ σώφρων Ἰωσὴφ ἐταράχθη·
- πρὸς τὴν ἄγαμόν σὲ θεωρῶν,
- καὶ κλεψίγαμον ὑπονοῶν Ἄμεμπτε·
- μαθὼν δέ σου τὴν σύλληψιν,
- ἐκ Πνεύματος Ἁγίου,
- ἔφη·
- Ἀλληλούια.
- Ἤκουσαν oἱ ποιμένες,
- τῶν Ἀγγέλων ὑμνούντων,
- τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν·
- καὶ δραμόντες ὡς πρὸς ποιμένα,
- θεωροῦσι τοῦτον ὡς ἀμνὸν ἄμωμον,
- ἐν γαστρὶ τῆς Μαρίας βοσκηθέντα,
- ἥν ὑμνοῦντες εἶπον·
- Χαῖρε, Ἀμνοῦ καὶ Ποιμένος Μῆτερ,
- χαῖρε, αὐλὴ λογικῶν προβάτων.
- Χαῖρε, ἀοράτων ἐχθρῶν ἀμυντήριον,
- χαῖρε, Παραδείσου θυρῶν ἀνοικτήριον.
- Χαῖρε, ὅτι τὰ οὐράνια συναγάλλεται τῇ γῇ,
- χαῖρε, ὅτι τὰ ἐπίγεια συγχορεύει οὐρανοῖς.
- Χαῖρε, τῶν Ἀποστόλων τὸ ἀσίγητον στόμα,
- χαῖρε, τῶν Ἀθλοφόρων τὸ ἀνίκητον θάρσος.
- Χαῖρε, στερρὸν τῆς πίστεως ἔρεισμα,
- χαῖρε, λαμπρὸν τῆς Χάριτος γνώρισμα.
- Χαῖρε, δι' ἧς ἐγυμνώθη ὁ Ἅδης,
- χαῖρε, δι' ἧς ἐνεδύθημεν δόξαν.
- Χαῖρε, Νύμφη ἀνύμφευτε.
- Θεοδρόμον ἀστέρα,
- θεωρήσαντες Μάγοι,
- τῇ τούτου ἠκολούθησαν αἴγλῃ·
- καὶ ὡς λύχνον κρατοῦντες αὐτόν,
- δι' αὐτοῦ ἠρεύνων κραταιὸν Ἄνακτα,
- καὶ φθάσαντες τὸν ἄφθαστον,
- ἐχάρησαν αὐτῷ βοῶντες·
- Ἀλληλούια.
- Ἴδον παῖδες Χαλδαίων,
- ἐν χερσὶ τῆς Παρθένου,
- τὸν πλάσαντα χειρὶ τοὺς ἀνθρώπους·
- καὶ Δεσπότην νοοῦντες αὐτόν,
- εἰ καὶ δούλου μορφὴν ἔλαβεν,
- ἔσπευσαν τοῖς δώροις θεραπεῦσαι,
- καὶ βοῆσαι τῇ Εὐλογημένῃ·
- Χαῖρε, ἀστέρος ἀδύτου Μήτηρ,
- χαῖρε, αὐγὴ μυστικῆς ἡμέρας.
- Χαῖρε, τῆς ἀπάτης τὴν κάμινον σβέσασα,
- χαῖρε, τῆς Τριάδος τοὺς μύστας φωτίζουσα.
- Χαῖρε, τύραννον ἀπάνθρωπον ἐκβαλοῦσα τῆς ἀρχῆς,
- χαῖρε, Κύριον φιλάνθρωπον ἐπιδείξασα Χριστόν.
- Χαῖρε, ἡ τῆς βαρβάρου λυτρουμένη θρησκείας,
- χαῖρε, ἢ τοῦ βορβόρου ρυομένη τῶν ἔργων.
- Χαῖρε πυρὸς προσκύνησιν παύσασα,
- χαῖρε, φλογὸς παθῶν ἀπαλλάττουσα.
- Χαῖρε, πιστῶν ὁδηγὲ σωφροσύνης,
- χαῖρε, πασῶν γενεῶν εὐφροσύνη.
- Χαῖρε, Νύμφη ἀνύμφευτε.
- Κήρυκες θεοφόροι,
- γεγονότες οἱ Μάγοι,
- ὑπέστρεψαν εἰς τὴν Βαβυλῶνα,
- ἐκτελέσαντές σου τὸν χρησμόν,
- καὶ κηρύξαντές σε τὸν Χριστὸν ἅπασιν,
- ἀφέντες τὸν Ἡρώδην ὡς ληρώδη,
- μὴ εἰδότα ψάλλειν·
- Ἀλληλούια.
- Λάμψας ἐν τῇ Αἰγύπτῳ,
- φωτισμὸν ἀληθείας ἐδίωξας,
- τοῦ ψεύδους τὸ σκότος·
- τὰ γὰρ εἴδωλα ταύτης Σωτήρ,
- μὴ ἐνέγκαντά σου τὴν ἰσχὺν πέπτωκεν,
- οἱ τούτων δὲ ρυσθέντες,
- ἐβόων πρὸς τὴν Θεοτόκον·
- Χαῖρε, ἀνόρθωσις τῶν ἀνθρώπων,
- χαῖρε, κατάπτωσις τῶν δαιμόνων.
- Χαῖρε, τὴν ἀπάτης τὴν πλάνην πατήσασα,
- χαῖρε, τῶν εἰδώλων τὴν δόξαν ἐλεγξασα.
- Χαῖρε, θάλασσα ποντίσασα Φαραὼ τὸν νοητόν,
- χαῖρε, πέτρα ἡ ποτίσασα τοὺς διψῶντας τὴν ζωὴν.
- Χαῖρε, πύρινε στῦλε ὁδηγῶν τοὺς ἐν σκότει,
- χαῖρε, σκέπη τοῦ κόσμου πλατυτέρα νεφέλης.
- Χαῖρε, τροφὴ τοῦ μάνα διάδοχε,
- χαῖρε, τρυφῆς ἁγίας διάκονε.
- Χαῖρε, ἡ γῆ τῆς ἐπαγγελίας,
- χαῖρε, ἐξ ἧς ρέει μέλι καὶ γάλα.
- Χαῖρε, Νύμφη ἀνύμφευτε.
- Μέλλοντος Συμεῶνος,
- τοῦ παρόντος αἰῶνος,
- μεθίστασθαι τοῦ ἀπατεῶνος,
- ἐπεδόθης ὡς βρέφος αὐτῷ,
- ἀλλ' ἐγνώσθης τούτω καὶ Θεὸς τέλειος·
- διόπερ ἐξεπλάγη σου τὴν ἄρρητον σοφίαν,
- κράζων·
- Ἀλληλούια.
- Νέαν ἔδειξε κτίσιν,
- ἐμφανίσας ὁ Κτίστης,
- ἡμῖν τοῖς ὑπ' αὐτοῦ γενομένοις·
- ἐξ ἀσπόρου βλαστήσας γαστρός,
- καὶ φυλάξας ταύτην,
- ὥσπερ ἦν ἄφθορον,
- ἵνα τὸ θαῦμα βλέποντες,
- ὑμνήσωμεν αὐτὴν βοῶντες·
- Χαῖρε, τὸ ἄνθος τῆς ἀφθαρσίας,
- χαῖρε, τὸ στέφος τῆς ἐγκρατείας.
- Χαῖρε, ἀναστάσεως τύπον ἐκλάμπουσα,
- χαῖρε, τῶν Ἀγγέλων τὸν βίον ἐμφαίνουσα.
- Χαῖρε, δένδρον ἀγλαόκαρπον, ἐξ οὗ τρέφονται πιστοί,
- χαῖρε, ξύλον εὐσκιόφυλλον, ὑφ' οὗ σκέπονται πολλοί.
- Χαῖρε, κυοφοροῦσα ὁδηγὸν πλανωμένοις,
- χαῖρε, ἀπογεννῶσα λυτρωτὴν αἰχμαλώτοις.
- Χαῖρε, Κριτοῦ δικαίου δυσώπησις,
- χαῖρε, πολλῶν πταιόντων συγχώρησις.
- Χαῖρε, στολὴ τῶν γυμνῶν παρρησίας,
- χαῖρε, στοργὴ πάντα πόθον νικῶσα.
- Χαῖρε, Νύμφη ἀνύμφευτε.
- Ξένον τόκον ἰδόντες,
- ξενωθῶμεν τοῦ κόσμου, τὸν νοῦν εἰς οὐρανὸν μεταθέντες·
- διὰ τοῦτο γὰρ ὁ ὑψηλὸς Θεός,
- ἐπὶ γῆς ἐφάνη ταπεινὸς ἄνθρωπος·
- βουλόμενος ἑλκύσαι πρὸς τὸ ὕψος,
- τοὺς αὐτῷ βοώντας·
- Ἀλληλούια.
- Ὅλως ἦν ἐν τοῖς κάτω,
- καὶ τῶν ἄνω οὐδόλως ἀπῆν,
- ὁ ἀπερίγραπτος Λόγος·
- συγκατάβασις γὰρ θεϊκή,
- οὐ μετάβασις τοπικὴ γέγονε,
- καὶ τόκος ἐκ Παρθένου θεολήπτου,
- ἀκουούσης ταῦτα·
- Χαῖρε, Θεοῦ ἀχωρήτου χώρα,
- χαῖρε, σεπτοῦ μυστηρίου θύρα.
- Χαῖρε, τῶν ἀπίστων ἀμφίβολον ἄκουσμα,
- χαῖρε, τῶν πιστῶν ἀναμφίβολον καύχημα.
- Χαῖρε, ὄχημα πανάγιον τοῦ ἐπὶ τῶν Χερουβείμ,
- χαῖρε, οἴκημα πανάριστον τοῦ ἐπὶ τῶν Σεραφείμ.
- Χαῖρε, ἡ τἀναντία εἰς ταὐτὸ ἀγαγοῦσα,
- χαῖρε, ἡ παρθενίαν καὶ λοχείαν ζευγνῦσα.
- Χαῖρε, δι' ἧς ἐλύθη παράβασις,
- χαῖρε, δι' ἧς ἠνοίχθη παράδεισος.
- Χαῖρε, ἡ κλεὶς τῆς Χριστοῦ βασιλείας,
- χαῖρε, ἐλπὶς ἀγαθῶν αἰωνίων.
- Χαῖρε, Νύμφη ἀνύμφευτε.
- Πᾶσα φύσις Ἀγγέλων,
- κατεπλάγη τὸ μέγα,
- τῆς σῆς ἐνανθρωπήσεως ἔργον·
- τὸν ἀπρόσιτον γὰρ ὡς Θεόν,
- ἐθεώρει πᾶσι προσιτὸν ἄνθρωπον,
- ἡμῖν μὲν συνδιάγοντα,
- ἀκούοντα δὲ παρὰ πάντων οὕτως·
- Ἀλληλούια.
- Ρήτορας πολυφθόγγους,
- ὡς ἰχθύας ἀφώνους,
- ὁρῶμεν ἐπὶ σοὶ Θεοτόκε·
- ἀποροῦσι γὰρ λέγειν,
- τὸ πῶς καὶ Παρθένος μένεις,
- καὶ τεκεῖν ἴσχυσας·
- ἡμεῖς δὲ τὸ μυστήριο ν θαυμάζοντες,
- πιστῶς βοῶμεν·
- Χαῖρε, σοφίας Θεοῦ δοχεῖον,
- χαῖρε, προνοίας αὐτοῦ ταμεῖον.
- Χαῖρε, φιλοσόφους ἀσόφους δεικνύουσα,
- χαῖρε, τεχνολόγους ἀλόγους ἐλέγχουσα.
- Χαῖρε, ὅτὶ ἐμωράνθησαν οἱ δεινοὶ συζητηταί,
- χαῖρε, ὅτι ἐμαράνθησαν οἱ τῶν μύθων ποιηταί.
- Χαῖρε, τῶν Ἀθηναίων τὰς πλοκὰς διασπῶσα,
- χαῖρε, τῶν ἁλιέων τὰς σαγήνας πληροῦσα.
- Χαῖρε, βυθοῦ ἀγνοίας ἐξέλκουσα,
- χαῖρε, πολλοὺς ἐν γνώσει φωτίζουσα.
- Χαῖρε, ὁλκὰς τῶν θελόντων σωθῆναι,
- χαῖρε, λιμὴν τῶν τοῦ βίου πλωτήρων.
- Χαῖρε, Νύμφη ἀνύμφευτε.
- Σῶσαι θέλων τὸν κόσμον,
- ὁ τῶν ὅλων κοσμήτωρ,
- πρὸς τοῦτον αὐτεπάγγελτος ἦλθε·
- καὶ ποιμὴν ὑπάρχων ὡς Θεός,
- δι' ἡμᾶς ἐφάνη καθ' ἡμᾶς ἄνθρωπος·
- ὁμοίῳ γὰρ τὸ ὅμοιον καλέσας,
- ὡς Θεὸς ἀκούει·
- Ἀλληλούια.
- Τεῖχος εἶ τῶν παρθένων,
- Θεοτόκε Παρθένε,
- καὶ πάντων τῶν εἰς σὲ προστρεχόντων.
- Ὁ γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς,
- κατεσκεύασέ σε ποιητής, Ἄχραντε,
- οἰκήσας ἐν τῇ μήτρα σου,
- καὶ πάντας σοι προσφωνεῖν διδάξας·
- Χαῖρε, ἡ στήλη τῆς παρθενίας,
- χαῖρε, ἡ πύλη τῆς σωτήριας.
- Χαῖρε, ἀρχηγὲ νοητῆς ἀναπλάσεως,
- χαῖρε, χορηγὲ θεϊκῆς ἀγαθότητος.
- Χαῖρε, σὺ γὰρ ἀνεγέννησας τοὺς συλληφθέντας αἰσχρῶς,
- χαῖρε, σὺ γὰρ ἐνουθέτησας τοὺς συληθέντας τὸν νοῦν.
- Χαῖρε, ἡ τὸν φθορέα τῶν φρενῶν καταργοῦσα,
- χαῖρε, ἡ τὸν σπορέα τῆς ἁγνείας τεκοῦσα.
- Χαῖρε, παστάς ἀσπόρου νυμφεύσεως,
- χαῖρε, πιστοὺς Κυρίῳ ἁρμόζουσα.
- Χαῖρε, καλὴ κουροτρόφε παρθένων,
- χαῖρε, ψυχῶν νυμφοστόλε ἁγίων.
- Χαῖρε, Νύμφη ἀνύμφευτε.
- Ὕμνος ἅπας ἡττᾶται,
- συνεκτείνεσθαι σπεύδων,
- τῷ πλήθει τῶν πολλῶν οἰκτιρμῶν σου·
- ἰσαρίθμους γὰρ τῇ ψάμμῳ ὠδάς,
- ἂν προσφέρωμέν σοι, Βασιλεῦ ἅγιε,
- οὐδὲν τελοῦμεν ἄξιον,
- ὧν δέδωκας ἡμῖν τοῖς σοὶ βοῶσιν·
- Ἀλληλούια.
- Φωτοδόχον λαμπάδα,
- τοῖς ἐν σκότει φανεῖσαν,
- ὁρῶμεν τὴν ἁγίαν Παρθένον·
- τὸ γὰρ ἄυλον ἅπτουσα φῶς,
- ὁδηγεῖ πρὸς γνῶσιν θεϊκὴν ἅπαντας,
- αὐγῇ τὸν νοῦν φωτίζουσα,
- κραυγῇ δὲ τιμωμένη ταῦτα·
- Χαῖρε, ἀκτὶς νοητοῦ ἡλίου,
- χαῖρε, βολὶς τοῦ ἀδύτου φέγγους.
- Χαῖρε, ἀστραπὴ τὰς ψυχὰς καταλάμπουσα,
- χαῖρε, ὡς βροντὴ τοὺς ἐχθροὺς καταπλήττουσα.
- Χαῖρε, ὅτι τὸν πολύφωτον ἀνατέλλεις φωτισμόν,
- Χαῖρε, ὅτι τὸν πολύρρυτον ἀναβλύζεις ποταμόν.
- Χαῖρε, τῆς κολυμβήθρας ζωγραφοῦσα τὸν τύπον,
- χαῖρε, τῆς ἁμαρτίας ἀναιροῦσα τὸν ρύπον.
- Χαῖρε, λουτὴρ ἔκπλυνων συνείδησιν,
- χαῖρε, κρατὴρ κιρνῶν ἀγαλλίασιν.
- Χαῖρε, ὀσμὴ τῆς Χριστοῦ εὐωδίας,
- χαῖρε, ζωὴ μυστικῆς εὐωχίας.
- Χαῖρε, Νύμφη ἀνύμφευτε.
- Χάριν δοῦναι θελήσας,
- ὀφλημάτων ἀρχαίων,
- ὁ πάντων χρεωλύτης ἀνθρώπων,
- ἐπεδήμησε δι’ἑαυτοῦ,
- πρὸς τοὺς ἀποδήμους τῆς αὐτοῦ Χάριτος·
- καὶ σχίσας τὸ χειρόγραφον,
- ἀκούει παρὰ πάντων οὕτως·
- Ἀλληλούια.
- Ψάλλοντές σου τὸν τόκον,
- ἀνυμνοῦμέν σε πάντες,
- ὡς ἔμψυχον ναόν, Θεοτόκε.
- Ἐν τῇ σῇ γὰρ οὶκήσας γαστρί,
- ὁ συνέχων πάντα τῇ χειρὶ Κύριος,
- ἡγίασεν, ἐδόξασεν, ἐδίδαξε βοᾶν σοὶ πάντας·
- Χαῖρε, σκηνὴ τοῦ Θεοῦ καὶ Λόγου,
- χαῖρε, Ἁγία ἁγίων μείζων.
- Χαῖρε, κιβωτὲ χρυσωθεῖσα τῷ Πνεύματι,
- χαῖρε, θησαυρὲ τῆς ζωῆς ἀδαπάνητε.
- Χαῖρε, τίμιον διάδημα βασιλέων εὐσεβῶν,
- χαῖρε, καύχημα σεβάσμιον ἱερέων εὐλαβῶν.
- Χαῖρε, τῆς Ἐκκλησίας ὁ ἀσάλευτος πύργος,
- χαῖρε, τῆς Βασιλείας τὸ ἀπόρθητον τεῖχος.
- Χαῖρε, δι' ἧς ἐγείρονται τρόπαια,
- χαῖρε, δι' ἧς ἐχθροὶ καταπίπτουσι.
- Χαῖρε, χρωτὸς τοῦ ἐμοῦ θεραπεία,
- χαῖρε, ψυχῆς τῆς ἐμῆς σωτηρία.
- Χαῖρε, Νύμφη ἀνύμφευτε.
- Ὦ πανύμνητε Μῆτερ,
- ἡ τεκοῦσα τὸν πάντων ἁγίων,
- ἁγιώτατον Λόγον·
- δεξαμένη γὰρ τὴν νῦν προσφοράν,
- ἀπὸ πάσης ρῦσαι συμφορᾶς ἅπαντας,
- καὶ τῆς μελλούσης λύτρωσαι κολάσεως,
- τοὺς σοὶ βοῶντας·
- Ἀλληλούια.