Αισώπου Μύθοι/Χαλκεύς και κυνάριον
Από Βικιθήκη
Χαλκεὺς εἶχε κύνα, καὶ ὅτε μὲν ἐχάλκευεν, ὁ κύων ἐκοιμᾶτο· ὅτε δὲ ἤσθιεν, παριστατο αὐτῷ. Ὁ δὲ ὀστοῦν ῥίψας αὐτῷ εἶπεν· Ταλαίπωρε, ὑπνῶδες, ὅταν μὲν τὸν ἄκμονα κρούω, ὑπνοῖς· ὅταν δὲ τοῦς ὀδόντας κινήσω, εὐθὺς ἐγείρῃ. [Ὅτι] τοὺς ὑπνώδεις καὶ ἀργοὺς καὶ ἐξ ἀλλοτρίων πόνων τρεφομένους ὁ μῦθος ἐλέγχει.
(variant version from Chambry's first edition)
- Χαλκεὺς καὶ κυνάριον
Ὁ δὲ χαλκεύων, ὁ κύων ἐκοιμᾶτο·
πάλιν ἐσθίων, ὁ κύων παρειστήκει.
Οὗτος ἐπέῤῥιψεν ὀστοῦν λαλῶν ταῦτα·
Ὦ ταλαίπωρον κυνάριον ὑπνῶδες,
τί σοι ποιήσω ὄκνῳ κατεχομένῳ;
τῷ γὰρ ἄκμονι ἐμοῦ προσκεκρουκότος,
ἐπανακλίνεις σαυτὸ ἐπὶ κραββάτου,
μὴ θέλοντός σου ἀναστῆναι καθόλου·
ὅταν δὲ πάλιν τοὺς ὀδόντας κινήσω,
εὐθὺς ἐγείρῃ καὶ τὴν κέρκον μοι σείεις.
Τοὺς ὑπνώδεις καὶ ἀργοὺς τοὺς ἐξ ἀλλοτρίων πόνων ἐφιεμένους ἐσθίειν ὁ μῦθος ἐλέγχει.