Αισώπου Μύθοι/Παις ακρίδας θηρεύων και σκορπίος
Από Βικιθήκη
- [...]
(variant version from Chambry's first edition)
Παῖς τις θηρεύων ἀκρίδας περιέτυχε σκορπίῳ. Ὁ δὲ τὸ τοῦ παιδὸς ἁπλοῦν θεασάμενος, τὸ κέντρον ὀξύνας, εἶπεν· Ἄπελθε, παῖ, καὶ σώζου, μὴ κἀμὲ θηρεύων πάσας ἃς ἔχεις ἀπολέσῃς.
Ὁ μῦθος δηλοῖ ὄτι προσέχειν δεῖ τοὺς δυναμένους πάντας βλάπτειν.