Αισώπου Μύθοι/Νεβρός και έλαφος
Από Βικιθήκη
Νεβρός ποτε πρὸς τὸν ἔλαφον εἶπε· Πάτερ, σὺ καὶ μείζων καὶ ταχύτερος κυνῶν πέφυκας, καὶ κέρατα πρὸς τούτοις ὑπερφυᾶ φέρεις εἰς ἄμυναν. Τί δή ποτ᾿ οὖν οὕτω τούτους φοβῇ; Κἀκεῖνος γελῶν εἶπεν· Ἀληθῆ μὲν ταῦτα φῇς, τέκνον· ἓν δ᾿ οἶδα, ὡς, ἐπειδὰν κυνὸς ὑλακὴν ἀκούσω, αὐτίκα πρὸς φυγὴν οὐκ οἶδ᾿ ὅπως ἐκφέρομαι. Ὁ μῦθος δηλοῖ ὅτι τοὺς φύσει δειλοὺς οὐδεμία παραίνεσις ῥώννυσιν.
(variant version from Chambry's first edition)
- Μόσχος καὶ ἔλαφος
Σὺ τῷ μεγέθει μείζων κυνῶν ὑπάρχεις
καὶ ταχινή τε καὶ πρὸς δρόμον ὀξεῖα·
κέρατα δὲ σὺ πρὸς ἄμυναν κατέχεις.
Τί δέ, ὦ μῆτερ, οὕτω φοβῇ τοὺς κύνας;
Ἡ δὲ πρὸς αὐτὸν οὕτως ἔφη γελῶσα·
Ὅτι μὲν ἐγὼ ταῦτα πάντα κατέχω
εὖ οἶδα σαφῶς καὶ γινώσκω, ὦ τέκνον·
ἐπὰν δὲ κυνὸς ὑλακὴν ἐπακούσω,
εὐθὺς σκοτοῦμαι καὶ τῇ φυγῇ κινοῦμαι.
Ὁ μῦθος δηλοῖ ὅτι ἀνθρώπους τοὺς φύσει δειλοὺς οὐδεμία παραίνεσις ἀνθρώπου ἐπιῤῥώννυσιν.