Αισώπου Μύθοι/Λύκοι και κύνες προς αυτούς καταλλαγέντες
Από Βικιθήκη
Οἱ λύκοι τοῖς κυσὶν εἶπον· «Διὰ τί ὅμοιοι ὄντες ἡμῖν ἐν πᾶσιν. Οὐχ ὁμοφρονεῖτε ἡμῖν ὡς ἀδελφοί; οὐδὲν γὰρ ὑμῶν διαλλάττομεν, πλὴν τῇ γνώμῃ. Καὶ ἡμεῖς μὲν ἐλευθερίᾳ συζῶμεν· ὑμεῖς δὲ τοῖς ἀνθρώποις ὑποκύπτοντες καὶ δουλεύοντες πληγὰς παρ᾿ αὐτῶν ὑπομένετε, καὶ κλοιὰ περιτίθεσθε, καὶ φυλάττετε τὰ πρόβατα· ὅτε δὲ ἐσθίουσιν, μόνα τὰ ὀστᾶ ὑμῖν ἐπιῤῥίπτουσιν. Ἀλλ᾿ ἐὰν πείθησθε, πάντα τὰ ποίμνια ἔκδοτε ἡμῖν καὶ ἕξομεν πάντα κοινὰ εἰς κόρον ἐσθίοντες.» Ὑπήκουσαν οὖν πρὸς ταῦτα οἱ κύνες· οἱ δὲ ἔνδον τοῦ σπηλαίου εἰσελθόντες πρότερον τοὺς κύνας διέφθειραν.
Ὅτι οἱ τὰς ἑαυτῶν πατρίδας προδιδόντες τοιούτους μισθοὺς λαμβάνουσι.
(variant version from Chambry's first edition)
- Λύκοι καὶ κύνες πρὸς αὐτοὺς καταλλαγέντες
Ἴνα τί ὑμεῖς ἡμῖν καθομοιοῦντες
οὐ κατέχετε ὡς ἀδελφοὺς καὶ φίλους;
οὐ γὰρ διαλλάττομεν εἰ μὴ τῇ γνώμῃ·
ἡμεῖς γὰρ πάντες ζῶμεν ἐλευθερίᾳ·
ὑμεῖς δὲ κύνες δουλεύετε ἀνθρώποις,
κλοιὰ φοροῦντες εἰς τοὺς ὑμῶν τραχήλους,
καὶ τοῖς ῥοπάλοις δὲ τύπτεσθε ἀκαίρως·
ἀλλ᾿ οὐ μόνον δὲ ταῦτα ἐγκαρτερεῖτε,
ἀλλὰ καὶ αὐτῶν φυλάττετε τὰς ποίμνας.
Τὸ δὲ θαυμαστότερον ἁπάντων τούτων,
κατεσθιόντων αὐτῶν ἐπὶ τραπέζαις,
μόνα τὰ ὀστᾶ προσρίπτουσιν ἐκ μόρου.
Εἰ δὲ θέλετε ἡμῖν καθυπακοῦσαι,
ἔκδοτε ἡμῖν κοινῶς ἐμφορηθῆναι.
Ὡς δ᾿ ὑπήκουσαν παραυτίκα οἱ κύνες,
εἰσεπήδησαν ἐν τῇ ποίμνῃ οἱ λύκοι
καὶ παραυτίκα διέφθειραν τοὺς κύνας,
ἵνα μὴ βοήσωσι κατὰ τῶν λύκων.
Ὅτι οἱ τὰς ἑαυτῶν πατρίδας προδιδόντες τοιούτους μισθοὺς λαμβάνουσι.