Αισώπου Μύθοι/Δελφίνες και φάλαιναι και κωβιός
Από Βικιθήκη
Δελφῖνες καὶ φάλαιναι πρὸς ἀλλήλους ἐμάχοντο. Ἐπὸ πολὺ δὲ τῆς διαφορᾶς σφοδρυνομένης, κωνιὸς ἀνέδυ -ἐστὶ δὲ οὗτος μικρὸς ἐχθύς καὶ ἐπειρᾶτο αὐτοὺς διαλύειν. Εἷς δέ τις τῶν δελφίνων ὑποτυχὼν ἔφη τρὸς αὐτόν· " Ἀλλ' ἡμῖν ἀνεκτότερόν ἐστι μαχομένους ἑπ' ἀλλήλων διαφθαρῆναι ἢ σοῦ διαλλακτοῦ τυχεῖν."
Οὕτως ἔνιοι τῶν ἀνθρώπων οὐδενὸς ἄξιοι ὄντες, ὅταν ταραχῆς λάβωνται, δοκοῦσί τινες εἶναι.