Αισώπου Μύθοι/Δειλός κυνηγός και δρυτόμος
Από Βικιθήκη
Λέοντός τις κυνηγὸς ἴχνη ἐπεζήτει· δρυτόμον δὲ ἐρωτήσας εἰ εἶδεν ἴχνη λέοντος καὶ ποῦ κοιτάζει, ἐφη· "Καὶ αὐτὸν τὸν λέοντά σοι ἤδη δείξω". Ὁ δὲ ὠχριάσας ἐκ τοῦ φόβου καὶ τοὺς ὀδόντας συγκρούων εἶπεν· " Ἴχνη μόνα ζητῶ, οὐχὶ αὐτὸν τὸν λέοντα".
Ὅτι τοὺς θρασεῖς καὶ δειλοὺς ὁ μῦθος ἐλέγχει, τοὺς τολμηροὺς ἐν τοῖς λόγοις καὶ οὐκ ἐν τοῖς ἔργοις.