Αισώπου Μύθοι/Γυνή και όρνις

Από Βικιθήκη

Μετάβαση σε: πλοήγηση, αναζήτηση


Γυνὴ καὶ ὄρνις



Γυνὴ χήρα ὄρνιν ἔχουσα καθ᾿ ἑκάστην ἡμέραν ὠὸν τίκτουσαν ὑπέλαβεν ὅτι, ἐὰν πλείονα αὐτῇ τροφὴν παραβάλῃ, καὶ δὶς τῆς ἡμέρας τέξεται. Καὶ δὴ τοῦτο αὐτῆς ποιησάσης, συνέβη τὴν ὄρνιν πίονα γενομένην μηκέτι μηδὲ ἅπαξ τεκεῖν.

Ὁ λόγος δηλοῖ ὅτι τινὲς τῶν ἀνθρώπων διὰ πλεονεξίαν περιττοτέρων ἐπιθυμοῦντες καὶ τὰ παρόντα ἀπολλῦσιν.

σε άλλες γλώσσες