Αισώπου Μύθοι/Γραύς και ιατρός

Από Βικιθήκη
Μετάβαση σε: πλοήγηση, αναζήτηση


Γραῦς καὶ ἰατρός



Γυνὴ πρεσβῦτις τοὺς ὀφθαλμοὺς νοσοῦσα ἰατρὸν ἐπὶ μισθῷ παρεκάλεσεν. Ὁ δὲ εἰσιών, ὁπότε αὐτὴν ἔχριε, διετέλει ἐκείνης συμμυούσης καθ᾿ ἕκαστον τῶν σκευῶν ὑφαιρούμενος. Ἐπειδὴ δὲ πάντα ἐκφορήσας κἀκείνην ἐθεράπευσεν, ἀπῄτει τὸν ὡμολογημένον μισθόν· καὶ μὴ βουλομένης αὐτῆς ἀποδοῦναι, ἤγαγεν αὐτὴν ἐπὶ τοὺς ἄρχοντας. Ἡ δὲ ἔλεγε τὸν μὲν μισθὸν ὑπεσχῆσθαι, ἐὰν θεραπεύσῃ αὐτῆς τὰς ὁράσεις, νῦν δὲ χεῖρον διατεθῆναι ἐκ τῆς ἰάσεως αὐτοῦ ἢ πρότερον· "τότε μὲν γὰρ ἔβλεπον πάντα", ἔφη, "τὰ ἐπὶ τῆς οἰκίας σκεύη, νῦν δ᾿ οὐδὲν ἰδεῖν δύναμαι".

Οὕτως οἱ πονηροὶ τῶν ἀνθρώπων διὰ πλεονεξίαν λανθάνουσι καθ᾿ ἐαυτῶν τὸν ἔλεγχον ἐπισπώμενοι.

Προσωπικά εργαλεία
Περιοχές ονομάτων

Παραλλαγές
Ενέργειες
Πλοήγηση
Εκτύπωση/εξαγωγή
Εργαλειοθήκη
σε άλλες γλώσσες