Αισώπου Μύθοι/Όρνις και χελιδών
Από Βικιθήκη
Ὄρνις ὄφεως ὠὰ εὑροῦσα, ταῦτα ἐπιμελῶς ἐθέρμαινε καὶ μετὰ τὸ θερμᾶναι ἐξεκόλαψε. Χελιδὼν δὲ θεασαμένη αὐτὴν ἔφη· Ὦ ματαία, τί ταῦτα ἀνατρέφεις ἅπερ, ἂν αὐξηθῇ, ἀπὸ σοῦ πρώτης τοῦ ἀδικεῖν ἄρξεται;
Οὕτως ἀτιθάσσευτός ἐστιν ἡ πονηρία, κἂν τὰ μάλιστα εὐεργετῆται.