Αισώπου Μύθοι/Έλαφος και άμπελος

Από Βικιθήκη
Μετάβαση σε: πλοήγηση, αναζήτηση


Ἔλαφος καὶ ἄμπελος



Ἔλαφος κυνηγοὺς φεύγουσα ὑπ᾿ ἀμπέλῳ ἐκρύβη. Παρελθόντων δ᾿ ὀλίγον ἐκείνων, ἡ ἔλαφος τελέως ἤδη λαθεῖν δόξασα, τῶν τῆς ἀμπέλου φύλλων ἐσθίειν ἤρξατο. Τούτων δὲ σειομένων, οἱ κυνηγοὶ ἐπιστραφέντες καί, ὅπερ ἦν ἀληθές, νομίσαντες τῶν ζώων ὑπὸ τοῖς φύλλοις τι κρύπτεσθαι, βέλεσιν ἀνεῖλον τὴν ἔλαφον. Ἡ δὲ θνῄσκουσα τοιαῦτ᾿ ἔλεγε· «Δίκαια πέπονθα· οὐ γὰρ ἔδει τὴν σώσασάν με λυμαίνεσθαι.» Ὁ μῦθος δηλοῖ ὅτι οἱ ἀδικοῦντες

τοὺς εὐεργέτας ὑπὸ θεοῦ κολάζονται.

This version was the primary selection in Chambry's first edition [Επεξεργασία]

Ἔλαφος καὶ ἄμπελος

Ἔλαφος διωκομένη ὑπὸ κυνηγῶν ἐκρύπτετο ὑπό τινα ἄμπελον. Διελθόντων δὲ τῶν κυνηγῶν, στραφεῖσα κατήσθιε τὰ φύλλα τῆς ἀμπέλου. Εἷς δέ τις τῶν κυνηγῶν στραφεὶς καὶ θεασάμενος, ὃ εἶχεν ἀκόντιον βαλών, ἔτρωσεν αὐτήν. Ἡ δὲ μέλλουσα τελευτᾶν στενάξασα πρὸς ἑαυτὴν ἔφη· Δίκαιά γε πάσχω, ὅτι τὴν σώσασάν με ἄμπελον ἠδίκησα.
Οὗτος ὁ λόγος λεχθείη ἂν κατὰ ἀνδρῶν οἵτινες τοὺς εὐεργέτας ἀδικοῦντες ὑπὸ θεοῦ

κολάζονται.