Αιπολικόν και ποιμενικόν
Από Βικιθήκη
| ΚΟΜΑΤΑΣ | ||
| Αἶγες ἐμαί, τῆνον τὸν ποιμένα [τὸν Συβαρίταν] φεύγετε τὸν Λάκωνα· τό μευ νάκος ἐχθὲς ἔκλεψεν. |
||
| ΛΑΚΩΝ | ||
| Οὐκ ἀπὸ τὰς κράνας; Σίττ᾽, ἀμνίδες; Οὐκ ἐσορῆτε τόν μευ τὰν σύριγγα πρόαν κλέψαντα Κομάταν; |
||
| 5 | ΚΟ. | Τὰν ποίαν σύριγγα; Τὺ γάρ ποκα, δῶλε Σιβύρτα, ἐκτάσα σύριγγα; Τί δ᾽ οὐκέτι σὺν Κορύδωνι |
| ΛΑ. | Τάν μοι ἔδωκε Λύκων, ὠλεύθερε. Τὶν δὲ τὸ ποῖον Λάκων ἀγκλέψας πόκ᾽ ἔβα νάκος; Εἰπέ, Κομάτα. |
|
| 10 | Οὐδὲ γὰρ Εὐμάρᾳ τῷ δεσπότᾳ ἦς τι ἐνεύδειν. | |
| ΚΟ | Τὸ Κροκύλος μοι ἔδωκε, τὸ ποικίλον, ἁνίκ᾽ ἔθυσε ταῖς Νύμφαις τὰν αἶγα· τὺ δ᾽, ὦ κακέ, καὶ τόκ᾽ ἐτάκευ |
|
| ΛΑ. | Οὐ μὰν, οὐ τὸν Πᾶνα τὸν ἄκτιον, οὐ τέ γε Λάκων | |
| 15 | τὰν βαίταν ἀπέδυσ᾽ ὁ Καλαιθίδος· ἢ κατὰ τήνας τᾶς πέτρας, ὤνθρωπε, μανεὶς εἰς Κρᾶθιν ἁλοίμαν. |
|
| ΚΟ. | Οὐ μὰν, οὐ ταύτας τὰς λιμνάδας, ὠγαθέ, Νύμφας, αἵτε μοι ἵλαοί τε καὶ εὐμενέες τελέθοιεν, |
|
| 20 | ΛΑ. | Αἴ τοι πιστεύσαιμι, τὰ Δάφνιδος ἄλγε᾽ ἀροίμαν. Ἀλλ᾽ ὦν αἴ κα λῇς ἔριφον θέμεν, ἔστι μὲν οὐδὲν |
| ΚΟ. | Ὗς ποτ᾽ Ἀθαναίαν ἔριν ἤρισεν. Ἠνίδε κεῖται ὥριφος· ἀλλ᾽ ἄγε καὶ τύ νιν᾽ εὔβοτον ἀμνὸν ἔρειδε. |
|
| 25 | ΛΑ. | Καὶ πῶς, ὦ κίναδεῦ, τάδε κείσεται ἐξ ἴσω ἄμμιν; Τίς τρίχας ἀντ᾽ ἐρίων ἐποκίξατο; Τίς δὲ παρεύσας |
| ΚΟ. | Ὅστις νικασεῖν τὸν πλατίον ὡς τὺ πεποίθεις, σφὰξ βομβέων τέττιγος ἐναντίον. Ἀλλὰ γὰρ οὔτι |
|
| 30 | ὥριφος ἰσοπαλής τοι, ἴδ᾽ ὁ τράγος οὖτος. Ἔρισδε. | |
| ΛΑ. | Μὴ σπεῦδ᾽. Οὐ γάρ τοι πυρὶ θάλπεαι. Ἅδιον ᾀσῇ τῆδ᾽ ὑπὸ τὰν κότινον καὶ τἄλσεα ταῦτα καθίξας. |
|
| 35 | ΚΟ. | Ἀλλ᾽ οὔτι σπεύδω· μέγα δ᾽ ἄχθομαι, εἰ τυ με τολμῇς ὄμμασι τοῖσδ᾽ ὀρθοῖσι ποτιβλέπεν, ὅν ποκ᾽ ἐόντα |
| ΛΑ. | Καὶ πόκ᾽ ἐγὼν παρὰ τεῦς τι μαθὼν καλὸν ἢ καὶ ἀκούσας | |
| 40 | μέμναμ᾽, ὦ φθονερόν τυ καὶ ἀπρεπὲς ἀνδρίον αὔτως; | |
| ΚΟ. | Ἁνίκ᾽ ἐπύγιζόν τυ, τὺ δ᾽ ἄλγεες· αἱ δὲ χίμαιραι αἵδε κατεβληχῶντο, καὶ ὁ τράγος αὐτὰς ἐτρύπη. |
|
| ΛΑ. | Μὴ βάθιον τήνω πυγίσματος, ὗβε, ταφείης. Ἀλλὰ γὰρ ἕρφ᾽, ὦδ᾽ ἕρπε, καὶ ὕστατα βουκολιαξῇ. |
|
| 45 | ΚΟ. | Οὐχ ἑρψῶ τηνεί. Τουτεὶ δρύες, ὧδε κύπειρος, ὧδε καλὸν βομβεῦντι ποτὶ σμάνεσσι μέλισσαι, |
| 50 | ΛΑ. | Ἦ μὰν ἀρνακίδας τε καὶ εἴρια τῆδε πατησεῖς, αἴ κ᾽ ἔνθῃς, ὕπνω μαλακώτερα· ταὶ δὲ τραγεῖαι |
| 55 | ΚΟ. | Αἰ δέ κε καὶ τὺ μόλῃς, ἁπαλὰν πτέριν ὧδε πατησεῖς καὶ γλάχων᾽ ἀνθεῦσαν· ὑπεσσεῖται δὲ χιμαιρᾶν |
| 60 | ΛΑ. | Αὐτόθε μοι ποτέρισδε καὶ αὐτόθε βουκολιάσδευ· τὰν σαυτῶ πατέων ἔχε τὰς δρύας. Ἀλλὰ τίς ἄμμε, |
| ΚΟ. | Οὐδὲν ἐγὼ τήνω ποτιδεύομαι· ἀλλὰ τὸν ἄνδρα, αἰ λῇς, τὸν δρυτόμον βωστρήσομες, ὃς τὰς ἐρίκας |
|
| 65 | τήνας τὰς παρὰ τὶν ξυλοχίζεται· ἔστι δὲ Μόρσων. | |
| ΛΑ. | Βωστρέωμες. | |
| ΚΟ. |
Τὺ κάλει νιν. |
|
| ΛΑ. |
Ἰώ, ξένε. μικκὸν ἄκουσον |
|
| τῆδ᾽ ἐνθών· ἄμμες γὰρ ἐρίσδομες, ὅστις ἀρείων βουκολιαστάς ἐστι. Τὺ δ᾽, ὦ φίλε, μήτ᾽ ἐμὲ, Μόρσων, |
||
| 70 | ΚΟ. | Ναί, ποτὶ τᾶν Νυμφᾶν, Μόρσων φίλε, μήτε Κομάτᾳ τὸ πλέον ἰθύνῃς, μήτ᾽ ὦν τύγα τῷδε χαρίξῃ. |
| ΛΑ. | Μὴ τύ τις ἠρώτη, πὸτ τῶ Διός, αἴτε Σιβύρτα | |
| 75 | αἴτ᾽ ἐμόν ἐστι, κάκιστε, τὸ ποίμνιον; Ὡς λάλος ἐσσί. | |
| ΚΟ. | Βέντισθ᾽ οὗτος, ἐγὼ μὲν ἀλαθέα πάντ᾽ ἀγορεύω κοὐδέν καυχέομαι· τὺ δ᾽ ἄγαν φιλοκέρτομος ἐσσί. |
|
| ΛΑ. | Εἶα λέγ᾽, εἴ τι λέγεις, καὶ τὸν ξένον ἐς πόλιν αὖθις ζῶντ᾽ ἄφες· ὦ Παιάν, ἦ στωμύλος ἦσθα, Κομᾶτα. |
|
| 80 | ΚΟ. | Ταὶ Μοῖσαί με φιλεῦντι πολὺ πλέον ἢ τὸν ἀοιδόν Δάφνιν· ἐγὼ δ᾽ αὐταῖς χιμάρως δύο πρᾶν ποκ᾽ ἔθυσα. |
| ΛΑ. | Καὶ γὰρ ἔμ᾽ Ὡπόλλων φιλέει μέγα, καὶ καλὸν αὐτῷ κριὸν ἐγὼ βόσκω· τὰ δὲ Κάρνεα καὶ δὴ ἐφέρπει. |
|
| ΚΟ. | Πλὰν δύο τὰς λοιπὰς διδυματόκος αἶγας ἀμέλγω, | |
| 85 | καί μ᾽ ἁ παῖς ποθορεῦσα· “Τάλαν”, λέγει, “αὐτὸς ἀμέλγεις;” | |
| ΛΑ. | Φεῦ φεῦ· Λάκων τοι ταλάρως σχεδὸν εἴκατι πληροῖ τυρῶ καὶ τὸν ἄναβον ἐν ἄνθεσι παῖδα μολύνει. |
|
| ΚΟ. | Βάλλει καὶ μάλοισι τὸν αἰπόλον ἁ Κλεαρίστα τὰς αἶγας παρελᾶντα καὶ ἁδύ τι ποππυλιάσδει. |
|
| 90 | ΛΑ. | Κἠμὲ γὰρ ὁ Κρατίδας τὸν ποιμένα λεῖος ὑπαντῶν ἐκμαίνει· λιπαρὰ δὲ παρ᾽ αὐχένα σείετ᾽ ἔθειρα. |
| ΚΟ. | Ἀλλ᾽ οὐ σύμβλητ᾽ ἐστὶ κυνόσβατος οὐδ᾽ ἀνεμώνα πρὸς ῥόδα, τῶν ἄνδηρα παρ᾽ αἱμασιαῖσι πεφύκει. |
|
| ΛΑ. | Οὐδὲ γὰρ οὐδ᾽ ἀκύλοις ὀρομαλίδες· αἱ μὲν ἔχοντι | |
| 95 | λεπρὸν ἀπὸ πρίνοιο λεπύριον, αἱ δὲ μελίχροι. | |
| ΚΟ. | Κἠγὼ μὲν δωσῶ τᾷ παρθένῳ αὐτίκα φάσσαν, ἐκ τᾶς ἀρκεύθω καθελών· τηνεὶ γὰρ ἐφίσδει. |
|
| ΛΑ. | Ἀλλ᾽ ἐγὼ ἐς χλαῖναν μαλακὸν πόκον, ὁππόκα πέξω τὰν οἶν τὰν πέλλαν, Κρατίδᾳ δωρήσομαι αὐτός. |
|
| 100 | ΚΟ. | Σίττ᾽ ἀπὸ τᾶς κοτίνω, ταὶ μηκάδες· ὧδε νέμεσθε, ὡς τὸ κάταντες τοῦτο γεώλοφον αἵ τε μυρῖκαι. |
| ΛΑ. | Οὐκ ἀπὸ τᾶς δρυὸς, οὗτος ὁ Κώναρος ἅ τε Κιναίθα; Τουτεὶ βοσκησεῖσθε ποτ᾽ ἀντολάς, ὡς ὁ Φάλαρος. |
|
| ΚΟ. | Ἔστι δέ μοι γαυλὸς κυπαρίσσινος, ἔστι δὲ κρατήρ, | |
| 105 | ἔργον Πραξιτέλευς· τᾷ παιδὶ δὲ ταῦτα φυλάσσω. | |
| ΛΑ. | Χἁμῖν ἐστι κύων φιλοποίμνιος ὃς λύκος ἄγχει, ὃν τῷ παιδὶ δίδωμι τὰ θηρία πάντα διώκειν. |
|
| ΚΟ. | Ἀκρίδες, αἳ τὸν φραγμὸν ὑπερπαδῆτε τὸν ἁμόν, μή μευ λωβάσησθε τὰς ἀμπέλος· ἐντὶ γὰρ αὖαι. |
|
| 110 | ΛΑ. | Τοὶ τέττιγες, ὁρῆτε τὸν αἰπόλον ὡς ἐρεθίζω· οὕτως κὔμμες θην ἐρεθίζετε τὼς καλαμευτάς. |
| ΚΟ. | Μισέω τὰς δασυκέρκος ἀλώπεκας, αἳ τὰ Μίκωνος αἰεὶ φοιτῶσαι τὰ ποθέσπερα ῥαγίζοντι. |
|
| ΛΑ. | Καὶ γὰρ ἐγὼν μισέω τὼς κανθάρος, οἳ τὰ Φιλώνδα | |
| 115 | σῦκα κατατρώγοντες ὑπανέμιοι φορέονται. | |
| ΚΟ. | Ἦ οὐ μέμνασ᾽, ὅκ᾽ ἐγώ τυ κατήλασα, καὶ τὺ σεσαρώς εὖ ποτεκιγκλίζευ καὶ τᾶς δρυὸς εἴχεο τήνας; |
|
| ΛΑ. | Τοῦτο μὲν οὐ μέμναμ᾽· ὅτι μάν ποκα τῆδέ τυ δήσας Εὐμάρας ἐκάθηρε καλῶς, μάλα τοῦτό γ᾽ ἴσαμι. |
|
| 120 | ΚΟ. | Ἤδη τις, Μόρσων, πικραίνεται· ἢ οὐχὶ παρῄσθευ; Σκίλλας ἰὼν γραίας ἀπὸ σάματος αὐτίκα τίλλειν. |
| ΛΑ. | Κἠγὼ μὰν κνίζω, Μόρσων, τινά· καὶ τὺ δὲ λεύσσεις. Ἐνθὼν τὰν κυκλάμινον ὄρυσσέ νυν ἐς τὸν Ἅλεντα. |
|
| ΚΟ. | Ἱμέρα ἀνθ᾽ ὕδατος ῥείτω γάλα, καὶ τὺ δὲ, Κρᾶθι, | |
| 125 | οἴνῳ πορφύροις, τὰ δέ τοι σία καρπὸν ἐνείκαι. | |
| ΛΑ. | Ῥείτω χἁ Συβαρῖτις ἐμὶν μέλι, καὶ τὸ πότορθρον ἁ παῖς ἀνθ᾽ ὕδατος τᾷ κάλπιδι κηρία βάψαι. |
|
| ΚΟ. | Ταὶ μὲν ἐμαὶ κύτισόν τε καὶ αἴγιλον αἶγες ἔδοντι. καὶ σχῖνον πατέοντι καὶ ἐν κομάροισι κέονται. |
|
| 130 | ΛΑ. | Ταῖσι δ᾽ ἐμαῖς ὀΐεσσι πάρεστι μὲν ἁ μελίτεια φέρβεσθαι, πολλὸς δὲ καὶ ὡς ῥόδα κίσθος ἐπανθεῖ. |
| ΚΟ. | Οὐκ ἔραμ᾽ Ἀλκίππας, ὅτι με πρᾶν οὐκ ἐφίλησε τῶν ὤτων καθελοῖσ᾽, ὅκα οἱ τὰν φάσσαν ἔδωκα. |
|
| ΛΑ. | Ἀλλ᾽ ἐγὼ Εὐμήδευς ἔραμαι μέγα· καὶ γὰρ ὅκ᾽ αὐτῷ | |
| 135 | τὰν σύριγγ᾽ ὤρεξα, καλόν τί με καρτ᾽ ἐφίλησεν. | |
| ΚΟ. | Οὐ θεμιτόν, Λάκων, ποτ᾽ ἀηδόνα κίσσας ἐρίσδειν, οὐδ᾽ ἔποπας κύκνοισι· τὺ δ᾽, ὦ τάλαν, ἐσσὶ φιλεχθής. |
|
| ΜΟΡΣΩΝ | ||
| Παύσασθαι κέλομαι τὸν ποιμένα. Τὶν δέ, Κομᾶτα, δωρεῖται Μόρσων τὰν ἀμνίδα. Καὶ τὺ δὲ θύσας |
||
| 140 | ταῖς Νύμφαις Μόρσωνι καλὸν κρέας αὐτίκα πέμψον. | |
| ΚΟ. | Πεμψῶ, ναὶ τὸν Πᾶνα. Φριμάσσεο, πᾶσα τραγίσκων νῦν ἀγέλα· κἠγὼν γὰρ ἴδ᾽ ὡς μέγα τοῦτο καχαξῶ |
|
| 145 | Αἶγες ἐμαὶ, θαρσεῖτε, κερούτιδες· αὔριον ὔμμε πάσας ἐγὼ λουσῶ Συβαρίτιδος ἔνδοθι λίμνας. |
|
| 150 | αἰ μή τυ φλάσσαιμι, Μελάνθιος ἀντὶ Κομάτα. | |