Ορφικοί ύμνοι/Ύπνου

Από Βικιθήκη
(Ανακατεύθυνση από Ύπνου)
Ὀρφικοὶ ὕμνοι
Ὕπνου, θυμίαμα μετὰ μήκωνος


Ὕπνε, ἄναξ μακάρων πάντων θνητῶν τ’ ἀνθρώπων
καὶ πάντων ζῴων, ὁπόσα τρέφει εὐρεῖα χθών·
πάντων γὰρ κρατέεις μοῦνος καὶ πᾶσι προσέρχῃ
σώματα δεσμεύων ἐν ἀχαλκεύτοισι πέδῃσι,
λυσιμέριμνε, κόπων ἡδεῖαν ἔχων ἀνάπαυσιν 5
καὶ πάσης λύπης ἱερὸν παραμύθιον ἔρδων·

καὶ θανάτου μελέτην ἐπάγεις ψυχὰς διασώζων·
αὐτοκασίγνητος γὰρ ἔφυς Λήθης Θανάτου τε.
ἀλλά, μάκαρ, λίτομαί σε κεκραμένον ἡδὺν ἱκάνειν
σώζοντ’ εὐμενέως μύστας θείοισιν ἐπ’ ἔργοις. 10